- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:283.1-284.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在1010b26中指出普罗泰戈拉式的相对主义论辩取消了事物的实体与必然性,阿斯克勒庇俄斯详细阐述了其荒谬后果(如取消神、天使及证明等),并论证了底层的实在事物作为推动者在本性上先于感觉,即便可感觉物作为相对项与感觉互不相离。
" Καίτοι τοῦτο ἀναιροῦσιν οὗτοι οἱ λόγοι ἅπαντες." Ὃ λέγει τοῦτό ἐστιν ὅτι οἱ λόγοι οἱ λέγοντες τὴν ἀντίφασιν συναληθεύειν καὶ ὅτι πᾶς ὁ λέγων ἀλήθειαν λέγει ἀναιροῦσι τὰς οὐσίας τῶν πραγμάτων. εἰ γὰρ ἐν τῇ σχέσει τῇ πρὸς τὴν αἴσθησιν ἔχοιεν τὸ εἶναι τὰ αἰσθητά, αὐτὰ καθ’ αὑτὰ ἀνυπόστατα ὑπάρχουσιν, οἷον τὸ λευκόν, τὸ γλυκύ· οὔτε γὰρ ἔχουσιν 〈οὐσίαν〉 ὡρισμένην ὡς πρᾶγμα, καθάπερ φασὶν ἐκεῖνοι οἱ λέγοντες τὴν ἀντίφασιν συναληθεύειν καὶ πάντα ἀληθῆ λέγειν· καὶ γὰρ ὁ λέγων ἄνθρωπος ἀληθεύει καὶ ὁ μὴ λέγων, ὥστε οὐδέν ἐστιν. ἀναιροῦνται δὲ καὶ προτάσεις αἱ ἀναγκαῖαι. τὸ γὰρ ἀναγκαῖον οὐκ ἐνδέχεται ἄλλως καὶ ἄλλως ἔχειν· εἰ δὲ πάντες ἀληθεύουσι, δῆλον ὡς ὅτι σχήσει1 ἄλλως καὶ ἄλλως. πρὸς ἐπὶ τούτοις δὲ ἀναιρεθείη καὶ ἀπόδειξις, τῶν ἀργῶν μὴ οὐσῶν ὡρισμένων.2 ἄλλως τε δὴ εἰ ὑποθώμεθα μόνα εἶναι τὰ αἰσθητά, μὴ ὄντων τῶν ἐμψύχων οὐδὲν ἔσεται, ἐπειδὴ πᾶσα αἴσθησις ἐκ ψυχῆς προέρχεται, τὰ δὲ αἰσθητὰ ἐν τῇ σχέσει τὸ εἶναι ἔχουσι τῶν αἰσθήσεων. * * * τοίνυν καθ’ ὑπόθεσιν, ἐὰν ἀνέλωμεν τὰ ζῷα. εἰ γοῦν καθευδήσουσιν, οἴχεται πάντα καὶ οὐδέν ἐστιν οὔτε θεός (ἱλήκοι) οὔτε ἄγγελος οὔτε ἄλλο τι 〈τῶν〉 ὄντων κατ’ αὐτούς, ὅπερ ἐστὶ καὶ τὸ λέγειν ἐπικίνδυνον. τοῦτο οὖν ἐστιν ὃ λέγει, ὅτι οἱ τούτων λόγοι ἀναιροῦσι τὸ μηδενὸς εἶναι οὐσίαν μήτε δὲ εἶναί τι ἐξ ἀνάγκης.3 τὸ γὰρ ἀναγκαῖον οὐκ ἐνδέχεται ἄλλως καὶ ἄλλως ἔχειν· ὥστε εἰ ἔστι τὰ ἐξ ἀνάγκης, ὥσπερ καὶ ἔστι, καθάπερ φαμὲν ἐξ ἀνάγκης τὸν ἥλιον ἀνατέλλειν καὶ τὸν ἄνθρωπον ζῷον εἶναι καὶ ἄλλα μυρία, καὶ τὸν θεὸν ἀγαθόν, οὐχ οἷόν τε οὕτως τε καὶ οὐχ οὕτως, ἀλλ’ ἀεὶ ὡρισμένη φύσις τῶν πραγμάτων. ἄλλως τε, φησίν, εἴ γε ὑποθώμεθα τὸ αἰσθητὸν μόνον, οὐθὲν ἂν εἴη παντελῶς μὴ ὄντων τῶν ἐμψύχων· αἴσθησις γὰρ οὐκ ἂν εἴη, ὡς εἰρήκαμεν. τὸ μὲν οὖν μήτε τὰ αἰσθητὰ εἶναι ὡς αἰσθητὰ μήτε τὰς αἰσθήσεις ὡς αἰσθήσεις ἄνευ ἀλλήλων (τῶν πρός τι γὰρ ταῦτα ὑπάρχουσιν) ἴσως τὸ τοιοῦτο ἀληθὲς ὑπάρχει (τοῦ γὰρ αἰσθανομένου πάθος τοῦτό ἐστι τὸ τῆς αἰσθήσεως)· τὸ δὲ λέγειν ὅτι οὐδὲ τὰ ὑποκείμενά εἰσι, τουτέστιν αὐτὰ τὰ πράγματα, ἄνευ τῶν αἰσθήσεων, ἄτοπόν τί ἐστι καὶ ἀδύνατον. ὡς μὲν γὰρ αἰσθητὰ τῷ ὄντι οὐχ ὑπάρχουσιν ἄνευ τῶν αἰσθήσεων, ὥσπερ καὶ ἐπὶ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ φαμεν ὅτι ὡς μὲν πατὴρ οὐ προϋφέστηκε τοῦ υἱοῦ, ὡς δὲ ἄνθρωπος προϋφέστηκεν αὐτοῦ· οὕτως οὖν φημι καὶ ἐπὶ τῶν αἰσθητῶν καὶ τῆς αἰσθήσεως, ὅτι ὡς μὲν αἰσθητὰ οὐ προϋπάρχουσι τῶν αἰσθήσεων, ὡς δὲ πράγματα προϋπάρχουσιν, ἐπειδὴ καὶ κινοῦσι, φύσει δὲ πρότερα ὑπάρχουσι τὰ κινοῦντα τῶν κινουμένων. διότι φησὶ τὸ δὲ τὰ ὑποκείμενα μὴ εἶναι, ἃ ποιεῖ τὴν αἴσθησιν, καὶ ἄνευ αἰσθήσεως ἀδύνατον. οὐ γὰρ ἥ γ’ αἴσθησις αὐτὴ ἑαυτῆς ἐστι, τουτέστι * * * τῇ αἰσθήσει ἔχουσι τὸ εἶναι τὰ αἰσθητά, ἀλλ’ ἔστι τι καὶ ἕτερον παρὰ τὴν αἴσθησιν, ὅπερ ἀνάγκη πρότερον εἶναι τῆς αἰσθήσεως· καθάπερ〈γὰρ〉 εἰρήκαμεν, τὸ κινοῦν τοῦ κινουμένου φύσει πρότερόν ἐστι· κἂν εἰ λέγηται πρὸς ἄλληλα ταῦτα, ὡς [τὰ] αἰσθητὰ καὶ αἰσθήσεις οὐκ εἰσιν ἄνευ ἀλλήλων, ὡς μέντοι γε πράγματα ὑπάρχουσι πρότερα.
“然而所有这些论辩都在取消这一点。” 他所说的是:声称矛盾双方同时为真、且凡说话者皆言说真理的论辩,取消了事物的实体。因为,如果可感觉之物是在对感觉的关系中拥有其存在,那么它们自身就缺乏自存的实在性,例如白与甜;因为它们并不作为事物而拥有确定的实体,正如那些声称矛盾双方同时为真、且所有人说的都是真理的人所主张的那样;实际上,说“是人”的人说出了真理,不说的人也是如此,以致什么也不存在。并且必然的前提也被取消了。因为必然之物不可能既如此又如彼;但如果所有人说的都是真理,显然它将既如此又如彼。除这些之外,在原理不确定的情况下,证明也将被取消。特别是,如果我们假设只有可感觉之物存在,那么在没有有灵魂之物存在时,就什么也不会存在,因为一切感觉皆出于灵魂,而可感觉之物是在对诸感觉的关系中拥有其存在。……因此根据假设,如果我们去除了动物。至少如果它们睡着了,万物便化为乌有,按照他们的说法,既没有神(愿神垂怜!),也没有天使,也没有存在的其他任何事物,而这样说甚至都是危险的。因此他所说的就是:他们的论辩由于导致没有任何事物的实体、也没有任何事物是出于必然的,从而取消了[实体与必然性]。因为必然之物不可能既如此又如彼;所以如果存在着出于必然之物——正如确实存在那样,犹如我们说太阳升起、人是动物以及无数其他事物是出于必然的,神是善的也是出于必然的——,它们就不可能既如此又非如此,相反,事物的本性始终是确定的。特别是,他说,如果我们仅仅假设可感觉之物,那么在没有有灵魂之物时,就绝不会有任何事物存在;因为正如我们所说,感觉将不存在。因此,可感觉之物作为可感觉之物,诸感觉作为诸感觉,离开彼此便都不存在(因为这些是相对之物),这或许是真的(因为感觉这种东西乃是感知者的感受);但若说连底层基质、即事物本身,若无感觉也不存在,则是荒谬且不可能的。因为作为可感觉之物,它们确实离开感觉便不存在,正如关于父亲与儿子我们说,作为父亲他并不先于儿子存在,但作为人他却先于儿子存在;因此关于可感觉之物与感觉我也是这样说的:作为可感觉之物,它们并不先于诸感觉存在,但作为事物,它们却先于感觉存在,因为它们产生推动,而在本性上推动者先于受动者。因此他说:“但是,产生感觉的底层基质甚至离开感觉也不存在,这是不可能的。”因为感觉本身并不是关于其自身的,即……可感觉之物在感觉中拥有其存在,而是在感觉之外还有某种别的东西,它必然先于感觉;因为正如我们所说,推动者在本性上先于受动者;即使这些东西被表述为相互关联的,以致可感觉之物与诸感觉互不相离,然而作为事物,它们却是居先的。
- 4.74δῆλον ὡς ὅτι σχήσει
连接词 ὡς 与 ὅτι 的重叠冗余结构(常见于晚期及拜占庭希腊语)。整体等同于 δῆλον ὅτι(“显然……”),支配动词 σχήσει,其省略的主语为 τὸ ἀναγκαῖον(必然之物)。
- 4.74τῶν ἀργῶν μὴ οὐσῶν ὡρισμένων
抄本中的 ἀργῶν 是 ἀρχῶν(第一原理)的音变或误抄。此句为属格独立结构,表示证明(ἀπόδειξις)被取消的条件:“由于诸原理未被确定”。
- 4.74τὸ μηδενὸς εἶναι οὐσίαν μήτε δὲ εἶναί τι ἐξ ἀνάγκης
带定冠词 τὸ 的不定式从句整体作为动词 ἀναιροῦσι 的宾语(表示其导致的后果)。此句承接亚里士多德原文 1010b30(ὥστ' οὔτ' οὐσίαν οὔτ' ἐξ ἀνάγκης μηθὲν εἶναι),表达其论辩所导致的荒谬归结:“使任何事物的实体都不存在、且没有任何事物出于必然”。
