- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:281.26-282.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯阐释了亚里士多德如何依据对未来事件的判定(医生与外行)以及各固有感觉对象的效力差异来驳斥普罗泰戈拉学说,并分类说明了知觉产生欺骗的原因,进而论述感觉在同一时间针对同一对象绝不会作出矛盾的判断,且性质本身并未改变。
" Ἔτι δὲ περὶ τοῦ μέλλοντος, ὥσπερ καὶ Πλάτων λέγει." Βούλεται αὐτοὺς ἐλέγξαι καὶ ἐκ τοῦ μέλλοντος χρόνου, καθάπερ καὶ Πλάτων φησίν. ὁρᾷ γὰρ τὸν † ἀσθενοῦν * * * τὸν αὐτὸν ὁρᾷ καὶ λέγει ὅτι οὐ πυρέξει καὶ ὅτι τεθνήξεται καὶ οὐ τεθνήξεται· ὥστε ὁ αὐτὸς καὶ πυρέξει καὶ οὐ πυρέξει, καὶ τεθνήξεται καὶ οὐ τεθνήξεται, ὅπερ ἐστὶν ἀδύνατον. τοῦτο οὖν φησιν ὅτι περὶ τοῦ μέλλοντος χρόνου οὐ δήπου ὁμοίως κυρία ἡ τοῦ ἰατροῦ δόξα καὶ ἡ τοῦ ἀγνοοῦντος, οἷον περὶ τοῦ μέλλοντος ἔσεσθαι ὑγιοῦς ἢ μὴ μέλλοντος. ἔτι δὲ ἐπ’ αὐτῶν τῶν αἰσθήσεων οὐχ ὁμοίως κυρία ἡ τοῦ ἀλλοτρίου καὶ ἰδίου. ἡ μὲν γὰρ ὄψις ἀληθεύει περὶ τὰ χρώματα, ἐπειδὴ ἴδιον αὐτῶν ἐστιν αἰσθητόν, ἡ δὲ γεῦσις οὐκ ἀληθεύει, ἐπειδὴ ἀλλότριόν ἐστιν αὐτῆς. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ πλησίον καὶ τοῦ * * * τουτέστι τοῦ πόρρω. ἀλλὰ περὶ μὲν χρώματα ὄψις ἀληθεύσει, οὐ γεῦσις, περὶ δὲ χυμοὺς γεῦσις, ἀλλ’ οὐκ ὄψις. εἰ γὰρ καὶ συνενεργοῦσα ἅμα ἔγνω ἡ ὄψις ὅτι ξανθόν ἐστι τὸ μέλι, βλέπουσα χρῶμα ἀπατᾶται1 καὶ ὑπολαμβάνει αὐτὸ γλυκύ, ἐπειδὴ τὸ μέλι ξανθὸν ὑπάρχον γλυκὺ ἦν. ὥστε οὐ πᾶσα αἴσθησίς ἐστιν ἀληθής, καθάπερ ματαίως ἔλεγον οἱ περὶ Πρωταγόραν.
“此外关于未来之事,正如柏拉图所说。” 正如柏拉图所说,他意图也从未来的时间来驳斥他们。因为[一人]看见病人……看见同一个人并说他不会发烧,且他既会死又不会死;以致同一个人既会发烧又不会发烧,既会死又不会死,而这是不可能的。因此他说的是:关于未来的时间,医生的见解与无知之人的见解绝非具有同等效力,例如关于未来将会痊愈或不会痊愈的人[的见解]。此外,在诸感觉本身之中,关于外来对象的感觉与关于固有对象的感觉也非同等有效。因为视觉关于颜色说出了真理,因为颜色是它的固有感觉对象,但味觉并不说出真理,因为颜色对于它是外来的。同样,关于近处之物与……之物,即远处之物也是如此。相反,关于颜色视觉将说出真理,而非味觉;关于滋味味觉将说出真理,而非视觉。因为即使视觉协同活动,同时认识到蜂蜜是黄色的,但它仅仅看着颜色就受了骗,并认为它是甜的,既然蜂蜜因其呈黄色曾经是甜的。所以并非一切感觉皆为真,正如普罗泰戈拉一派人徒劳声称的那样。
"Ὧν ἑκάστη ἐν τῷ αὐτῷ χρόνῳ περὶ τὸ αὐτὸ οὐδέποτέ φησιν ἅμα οὕτω καὶ οὐχ οὕτως ἔχειν." Ἰστέον ὅτι ἡ ἀπάτη γίνεται ἢ παρὰ τὴν ἐξάλλαξιν τῶν αἰσθητῶν ἢ παρὰ τὴν ἐξάλλαξιν τῶν αἰσθήσεων ἢ παρὰ τὴν διαφορὰν τῶν μορίων. παρὰ μὲν τὴν ἐξάλλαξιν τῶν αἰσθητῶν, ἐὰν ὁ οἶνος μεταβάλοι ὁ γλυκὺς εἰς ὄξος (ἡμῶν γὰρ λεγόντων εἶναι αὐτὸν γλυκύν, καθάπερ καὶ ἡ τῶν πραγμάτων φύσις ἔχει, μετέβαλεν)· ἢ παρὰ τὴν ἐξάλλαξιν τοῦ αἰσθητηρίου γινομένη (τοιόσδε γὰρ χυμὸς συρρεύσας περὶ τὴν γλῶτταν ἐποίησεν αὐτὸν ὑπολαβεῖν τὸ μέλι πικρόν, ὡς ἐπὶ τῶν ἀσθενούντων), ἢ παρὰ τὴν διαφορὰν τῶν μορίων· τῶν γὰρ μορίων, εἰ τύχοι, τὰ μέν ἐστι θερμότερα τὰ δὲ ψυχρότερα, ἤγουν ξηρότερα ἢ ὑγρότερα. τοῦτο οὖν φησιν ὅτι τῶν οἰκείων αἰσθητῶν ἡ ἑκάστου αἴσθησις ἐν τῷ αὐτῷ χρόνῳ περὶ ταὐτὸ οὐδέποτε ἅμα οὕτω καὶ οὐχ οὕτως ἔχει, κατ’ ἄλλον δὲ καὶ ἄλλον χρόνον· δύναται γὰρ καὶ τὸ λευκὸν ὕστερον γενέσθαι μέλαν καὶ τὸ πικρὸν γλυκύ, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων. οὕτως δὲ καὶ περὶ τὸ αὐτό· περὶ γὰρ ἄλλο καὶ ἄλλο οὐ πάντως τὰ αὐτὰ ἐρεῖ. περὶ μέντοι γε τὸ πάθος, τουτέστι περὶ τὴν γλυκύτητα οὐδ’ ἐν ἑτέρῳ χρόνῳ ἀμφισβητεῖ (ἀεὶ γὰρ τὸ γλυκὺ γλυκύ ἐστι, καὶ ἡ φύσις τοῦ γλυκέος, καθὸ γλυκύ, ἡ αὐτή ἐστιν), ἀλλὰ περὶ ἐκεῖνο ἀμφισβητεῖ, περὶ ὃ συμβέβηκε τὸ πάθος· οἷον ὁ μὲν αὐτὸς οἶνος δόξειεν ἂν μεταβάλλων ἢ τοῦ σώματος μεταβάλλοντος, τουτέστι τοῦ αἰσθητηρίου, διά τινα χυμὸν συρρεύσαντα ἐκεῖσε ποτὲ μὲν εἶναι γλυκὺς ποτὲ δὲ οὐ γλυκύς· ἀλλ’ οὐ τό γε γλυκύ, οἷόν ἐστιν ὅταν ὑπάρχῃ γλυκύ, οὐδέποτε μετέβαλεν,2 αὐτὴ ἡ φύσις τοῦ γλυκέος καθόλου· ὡρισμένον γάρ ἐστι καὶ τὴν οὐσίαν ἔχει ἐν τῇ γλυκύτητι. διό φησιν ἀλλὰ ἀληθεύει περὶ αὐτοῦ, καὶ ἔστιν ἐξ ἀνάγκης 〈τὸ〉 ἐσόμενον γλυκὺ τοιοῦτο, τουτέστιν οὐσιωμένον κατὰ τὴν γλυκύτητα.
“其中每一感觉在同一时间关于同一事物绝不会同时断言既如此又不如此。” 应当知道,受骗的产生要么由于感觉对象的变异,要么由于诸感觉的变异,要么由于各部分的差异。由于感觉对象的变异,比如当甜葡萄酒变成醋时(因为在我们说它是甜的同时,正如事物的本性那样,它改变了);或者由于感觉器官的变异而产生(因为某种体液流注在舌头周围,使他认为蜂蜜是苦的,正如在生病的人身上那样);或者由于各部分的差异;因为各部分如果碰巧,有些较热而有些较冷,或者较干燥或较湿润。因此他说的是:关于固有的感觉对象,每一对象的各感觉在同一时间关于同一事物绝不会同时既如此又不如此,而是在不同时间;因为白色的事物后来变成黑色的,苦的事物变成甜的,这是可能的,关于其他一切事物同样如此。关于同一事物也是如此;因为关于不同的事物它未必会说出相同的话。然而关于感受,即关于甜本身,它甚至在另一时间也绝不怀疑(因为甜始终是甜,且甜的本性就其为甜而言是同一的),但它所怀疑的是那承受了感受的事物;例如同一葡萄酒,或者因自身改变,或者因身体即感觉器官由于流注其上的某种体液而改变,或许显得有时是甜的,有时不是甜的;但是甜本身——当它作为甜存在时究竟是怎样的——却从未改变,即普遍的甜的本性自身;因为它是确定的,并且在甜性中拥有自己的实体。因此他说:“然而它关于它说出了真理,且将要是甜的事物必然是如此的,”即依照甜性而被实体化的。
- 4.72εἰ γὰρ καὶ συνενεργοῦσα ἅμα ἔγνω ἡ ὄψις ὅτι ξανθόν ἐστι τὸ μέλι, βλέπουσα χρῶμα ἀπατᾶται
由让步连词 εἰ καὶ(即使……)引导的从属句与主句 βλέπουσα χρῶμα ἀπατᾶται 相对照。分词 συνενεργοῦσα 表示伴随状况(视觉与味觉同时协同活动),而主句分词 βλέπουσα 则表示受骗的方式或根据(由于仅注视着颜色)。
- 4.73ἀλλ’ οὐ τό γε γλυκύ, οἷόν ἐστιν ὅταν ὑπάρχῃ γλυκύ, οὐδέποτε μετέβαλεν
前置强调的悬引主格结构:句首的主格短语 τό γε γλυκύ 在带出关系从句(οἷόν ἐστιν...)后,作为动词 μετέβαλεν 的逻辑主语,并紧接着由 αὐτὴ ἡ φύσις τοῦ γλυκέος καθόλου 作同位语加以阐释。否定词 οὐ 与 οὐδέποτε 的重叠在古典希腊语中起到强化否定的作用。
