← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§280.4-281.25

驳普罗泰戈拉凡显现者皆为真说

阿斯克勒庇俄斯注解了亚里士多德对普罗泰戈拉“凡显现者皆为真”学说的批判(《形而上学》卷四第5章,1010b1–3),驳斥了将感觉与表象混同的观点,并指出由距离、疾病和梦境所引起的感知差异必然导致荒谬的结论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.69

" Περὶ δὲ τῆς ἀληθείας ὡς οὐ πᾶν τὸ φαινόμενον ἀληθές, πρῶτον μέν." Ἐντεῦθεν πρὸς τὴν Πρωταγόρειον δόξαν ἐνίσταται τὴν λέγουσαν πᾶν τὸ φαινόμενον ἀληθὲς εἶναι, καὶ ‘τὸ δοκοῦν ἑκάστῳ τοῦτο καὶ ἀληθές ἐστιν.’ ἐκέχρητο δὲ ὁ Πρωταγόρας τοιούτῳ συλλογισμῷ πρὸς τὴν σύστασιν τῆς οἰκείας δόξης, λέγων οὕτως ὅτι ἡ φαντασία ταὐτόν ἐστι τῇ αἰσθήσει, πᾶσα αἴσθησις ἀληθὴς ὑπάρχει, ἡ φαντασία ἄρα ἀληθὴς ὑπάρχει· καὶ τούτῳ ἐσπούδαζε δεικνύναι ὅτι πᾶν τὸ φαινόμενόν ἐστιν ἀληθές, καὶ ὅτι ὃ δοκεῖ κατὰ τὴν φαντασίαν ἀληθές, τοῦτο καὶ ἔστιν ἀληθές. ἰστέον δὲ ὅτι τούτων τῶν προτάσεων ἡ μὲν ἐλάττων πρότασις παντελῶς ψευδὴς ὑπάρχει· οὔτε γὰρ ἡ φαντασία ἡ αὐτή ἐστι τῇ αἰσθήσει, εἴγε ἡ μὲν αἴσθησις δεῖται τῶν ἐκτὸς πρὸς τὸ ἐνεργῆσαι,1 ἡ δὲ φαντασία οὐ δεῖται τῶν ἐκτός· διὸ καὶ παθητικὸν νοῦν προσαγορεύει ταύτην ὁ Ἀριστοτέλης ἐν τῇ Περὶ ψυχῆς πραγματείᾳ. ἀλλ’ οὔτε γὰρ πᾶσα αἴσθησις ἀληθής, ἀλλὰ ἡ τοῦ οἰκείου αἰσθητοῦ, καὶ οὐ τοῦ ἀλλοτρίου· οὔτε γὰρ δύναται γεῦσις κρῖναι τὰ χρώματα· ὥστε χρεία ἐστὶ καὶ τοῦ οἰκείου αἰσθητοῦ, καὶ ἵνα ὑγιαίνῃ τὸ αἰσθητήριον, καὶ τὸ αἰσθητὸν ἵνα μὴ εἴη πόρρω, καὶ ὅσα ἄλλα προσδιώρισται ἀκριβέστερον ἐν τῇ Περὶ ψυχῆς πραγματείᾳ.

“关于真理性,并非一切显现者皆为真,首先。” 从这里开始,他反驳了普罗泰戈拉的主张,即声称凡显现者皆为真,且“对每个人显得如此者,这也就是真的”。普罗泰戈拉为了确立自己的见解曾使用了这样的三段论,如此说道:表象与感觉是同一的,凡感觉皆为真,所以表象皆为真;他极力借此表明凡显现者皆为真,以及凡依照表象显得是真的,这也就确实是真的。但应当知道,在这些前提中,小前提完全是假的;因为表象与感觉并非同一,既然感觉需要外物以实现活动,而表象则不需要外物;所以亚里士多德在《论灵魂》中也称表象为“受动性理智”。但是,也并非凡感觉皆为真,而只是关于其固有的感觉对象的感觉为真,而非关于外来的感觉对象;因为味觉不能判定颜色;因此既需要固有的感觉对象,又需要感觉器官处于健康状态,且感觉对象不能过远,以及在《论灵魂》中更为精确补充规定的其他条件。

§4.70

"Περὶ δὲ τῆς ἀληθείας, ὡς οὐ πᾶν τὸ φαινόμενον." Περὶ δὲ τῆς ἀληθείας, περὶ ἧς καὶ τὸν λόγον ποιούμεθα, ὡς οὐ πᾶν τὸ φαινόμενόν ἐστιν ἀληθὲς κατὰ Πρωταγόραν. φησὶν οὖν ὅτι κἂν ὑποθώμεθα, ὅτι οὐκ ἔστιν ἡ αἴσθησις ψευδὴς τοῦ ἰδίου αἰσθητοῦ, * * * ἡ αἴσθησις ἀληθὴς ὑπάρχει· ἡ 〈δὲ〉 ἐλάττων πρότασις οὐκ ἔρρωται ἡ λέγουσα ὅτι ἡ φαντασία ἡ αὐτή ἐστι τῇ αἰσθήσει, καθάπερ ἐν τῇ θεωρίᾳ ἐδείξαμεν.

“关于真理性,并非一切显现者[皆为真]。” 关于真理性,即我们正在探讨的论题,并非如普罗泰戈拉所说一切显现者皆为真。因此他说,即使我们设定感觉关于其自身特有的感觉对象并非虚妄,……感觉皆为真;但小前提是不成立的,即断言表象与感觉同一的前提,正如我们在总论中所证明的那样。

§4.71

"Εἶτα ἄξιον θαυμάσαι, εἰ τοῦτο ἀποροῦσι, πότερον τηλικαῦτά ἐστι τὰ μεγέθη." Ἄξιόν ἐστιν αὐτοὺς θαυμάσαι, πῶς ὅλως φασὶν ὅτι πᾶσα αἴσθησίς ἐστιν ἀληθής. ἡνίκα γάρ τις πόρρωθεν θεωρεῖ ὄρος μέγα, μικρὸν αὐτῷ πάνυ δοκεῖ εἶναι διὰ τὸ διάστημα τῆς ὄψεως ἐξασθενούσης, καὶ ὥσπερ γεώλοφος αὐτῷ τις δοκεῖ εἶναι, πλησίον δὲ μέγιστον· ὥστε εἰ πᾶν τὸ φαινόμενον ἀληθές, συμβήσεται τὸ αὐτὸ καὶ μέγα εἶναι καὶ μικρόν, ὅπερ ἐστὶν ἀδύνατον. ἄλλως τε δὴ πάλιν, ὡς εἴρηται ἐν τῇ Περὶ ψυχῆς, ὅτι τὰ πόρρωθεν μελάντερα φαίνονται διὰ τὴν ἀσθένειαν· ὥστε πάλιν συμβήσεται τὸ αὐτὸ καὶ μέλαν εἶναι καὶ λευκόν, ὅπερ ἐστὶν ἄτοπον. πρὸς ἐπὶ τούτοις δέ, ὅπερ φησὶ καὶ ὁ Πλάτων ἐν τῷ Θεαιτήτῳ, ὅτι καὶ οἱ καθεύδοντες ἀληθεύουσι καὶ οἱ ἐγρηγορότες. ἐὰν οὖν τις ὑπάρχων ἐν Λιβύῃ [καὶ] οἴηται ἑαυτὸν ἀπερχόμενον εἰς τὸ ᾠδεῖον τῆς Ἀττικῆς, ἀναστὰς ἐξ ὕπνου πορεύεται ἐπὶ τὸ ᾠδεῖον, ὅπερ ἐστὶν ἀδύνατον. ᾠδεῖον δὲ λέγεται τὸ μέρος τοῦ θεάτρου, ὅπου αἱ ᾠδαὶ λέγονται. φησὶν οὖν ὅτι ἄξιόν ἐστι θαυμάσαι, εἴπερ ὅλως τὸ οὕτως ἄτοπον ἀποροῦσι λέγοντες ὅτι πᾶσα αἴσθησίς ἐστιν ἀληθής, πότερον τηλικαῦτά ἐστι τὰ μεγέθη καὶ τὰ χρώματα τοιαῦτα, καὶ οἷα ἄρα φαίνονται πόρρωθεν, τοιαῦτα φαίνονται καὶ τοῖς ἐγγύθεν. ὥστε συμβήσεται, ὡς εἴρηται, πάντας ἀληθεύειν 〈καὶ〉 τὸ αὐτὸ καὶ μέγα εἶναι καὶ μικρὸν κατὰ τὸ αὐτό, ὅπερ ἐστὶν ἀδύνατον. καὶ πάλιν φησὶν πότερον ὁποῖα τοῖς ὑγιαίνουσι, τοιαῦτα καὶ τοῖς κάμνουσι φαίνεται· πάλιν οἷα τοῖς ἀσθενοῦσι, τοιαῦτα καὶ τοῖς ἰσχύουσι. συμβαίνει οὖν τὸ αὐτὸ καὶ γλυκὺ εἶναι καὶ πικρὸν μέλι, ἐπεὶ τῷ μὲν ὑγιαίνοντι δοκεῖ εἶναι γλυκύ, τῷ δὲ κάμνοντι πικρόν, καὶ πάλιν τὸ αὐτὸ τῷ μὲν ἰσχύοντι ἐλαφρὸν τῷ δὲ ἀσθενοῦντι βαρύ. καὶ ὅτι φασὶν ἐν Ἀσίᾳ εἶναι λίθους ἐοικότας πιστακίοις καὶ ᾠοῖς καὶ ῥοιαῖς, καὶ ἡμεῖς τοῦτο ἐθεασάμεθα· ὥστε καὶ οἱ λίθοι πιστάκια καὶ ᾠὰ καὶ ῥοιαὶ ὑπάρχουσι. πάλιν οἷα τοῖς καθεύδουσι, τοιαῦτα καὶ τοῖς ἐγρηγορόσιν. ὅτι μὲν οὖν τοιαύτην, ὥς φασιν, ἔχοντες δόξαν οὐχ οὕτως ὑπολαμβάνουσι, φανερὸν ὑπάρχει·2 οὐθεὶς γοῦν νύκτωρ ὀνειρώττων καὶ δόξας Ἀθήνησιν εἶναι ὢν ἐν Λιβύῃ πορεύεται εἰς τὸ ᾠδεῖον.

“其次,如果他们对这一点产生疑难,即大小是否就是如此的数量,那是值得惊异的。” 他们究竟怎么能说凡感觉皆为真,他们是令人惊异的。因为当有人从远处观望一座大山时,由于距离导致视力衰退,山在他看来显得极小,在他看来宛如某座小山丘,但从近处看却极大;所以如果凡显现者皆为真,就会得出同一事物既大又小,而这是不可能的。此外,又如在《论灵魂》中所说的,远处之物由于〔视力〕衰弱显得较黑;所以又会得出同一事物既黑又白,而这是荒谬的。除此之外,正如柏拉图在《泰阿泰德篇》中所说的,睡着的人与清醒的人就都说出了真理。那么,如果有人身在利比亚,却以为自己正前往阿提卡的歌乐堂,他在睡醒之后就会动身前往歌乐堂,而这是不可能的。所谓歌乐堂,是指剧场中演唱歌曲的部分。因此他说,如果他们竟然对如此荒谬之事提出疑难,声称凡感觉皆为真,[怀疑]大小究竟是否就是如此的数量、颜色是否就是如此的性质,以及远看所显现的究竟是否也同样显现给近处的人,那真是值得惊异的。所以正如所说,将会得出人人都说出了真理,且同一事物在同一方面既大又小,而这是不可能的。他又说:[他们提出疑难,]对健康人所显现的,是否也同样显现给生病的人;又如显现给虚弱者的,是否也同样显现给强壮者。于是便得出同一蜂蜜既甜又苦,既然在健康人看来是甜的,而在患病者看来是苦的;又得出同一事物在强壮者看来是轻的,在虚弱者看来是重的。而且人们说在亚洲有形似开心果、鸟卵和石榴的石头,我们自己也亲眼见过;所以那些石头也就成了开心果、鸟卵和石榴。再次,[他们怀疑]对沉睡者所显现的,是否也同样显现给清醒者。由此显而易见,他们虽然如自己所言持有这样的主张,但实际理解却并非如此;无论如何,绝无人在夜间做梦并以为自己在雅典——虽然实际身在利比亚——而动身前往歌乐堂的。

语法注2 条
  1. 4.69εἴγε ἡ μὲν αἴσθησις δεῖται τῶν ἐκτὸς πρὸς τὸ ἐνεργῆσαι

    εἴγε 引导一个限定性因果从句(“既然……”、“假定……”),用来解释小前提(“表象与感觉同一”)为何是虚妄的。介词 πρός 搭配带冠词不定词 τὸ ἐνεργῆσαι 表示目的(“为了实现活动”)。

  2. 4.71ὅτι μὲν οὖν τοιαύτην, ὥς φασιν, ἔχοντες δόξαν οὐχ οὕτως ὑπολαμβάνουσι, φανερὸν ὑπάρχει

    句子的核心结构是以谓词 φανερὸν ὑπάρχει(“是显而易见的”)为主句,整个 ὅτι 从句作为真正的主语。在 ὅτι 从句内部,指示形容词 τοιαύτην 与名词 δόξαν 被插入成分 ὥς φασιν 倒置分隔(hyperbaton),分词 ἔχοντες 带有让步意味(“尽管如他们所说持有这样的主张”),修饰主要动词 οὐχ οὕτως ὑπολαμβάνουσι。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:280.4-281.25