← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§279.5-280.3

形式的不变性与对普遍流变论的天文反驳

阿斯克勒庇俄斯论证了流变仅关涉数量而形式保持不可变,从而确保了知识的可把握性;他借助几何学与天文学计算驳斥了从微小的月下区域向整个宇宙推论的谬误,并指出矛盾立论所必然导出的宁可说是普遍的静止而非运动。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.68#2

καὶ τὸ ποιοῦν αὐτὸ ἀνάγκη εἶναι, εἰ μὴ ἔχει ἐκεῖνο ἕτερον ποιητικόν, ἐπεὶ οὕτως εἰς ἄπειρον προελευσόμεθα. πρὸς ἐπὶ τούτοις δὲ κατὰ τὸ ποσόν ἐστιν ἡ ῥύσις τῆς ἐπιρροῆς καὶ τῆς ἀπορροῆς· ἡνίκα γὰρ μὴ τρεφόμεθα, ἀπορρεῖ τὰ ἐξ ἡμῶν, ἡνίκα δὲ τρεφόμεθα, ἐπιρρεῖ· τὸ δὲ εἶδος ὡρισμένον μένει. πῶς οὖν ἔλεγον πάντα ἐν ῥύσει εἶναι; διό φησιν ἀλλὰ ταῦτα παρέντας ἐκεῖνα δεῖ ἡμᾶς εἰπεῖν ὅτι οὐ τὸ αὐτό ἐστι τὸ μεταβάλλειν κατὰ ποσὸν καὶ ποιόν. κατὰ οὖν τὸ ποσὸν γίνεται μεταβολή, τὸ δὲ εἶδος ἀμετάβλητόν ἐστι. τὰ δὲ πράγματα κατὰ τὰ εἴδη γινώσκονται· ὥστε οὐκ ἔστιν ἡ γνῶσις ἀπερίληπτος. ἄλλως τε δὴ ἄξιόν ἐστιν ἐπιτιμῆσαι τοῖς ἐκ τῶν αἰσθητῶν τῶν ἐλαττόνων, τῶν ὄντων ἐν ῥύσει καὶ μεταβολῇ, ἀποφαινομένοις καὶ περὶ τοῦ ὅλου οὐρανοῦ. ὁ γὰρ περὶ ἡμᾶς τόπος μέν ἐστιν ἐν γενέσει καὶ φθορᾷ, ἀλλ’ οὗτος ὁ τόπος οὐδὲν μόριόν ἐστι τοῦ παντός· δείκνυται γὰρ ὅτι τὸ ἀπὸ τῆς γῆς μέχρι τῆς ἡλιακῆς σφαίρας τοῦ ἀπὸ τῆς γῆς μέχρι τῆς σεληνιακῆς εἰκοσαπλάσιον ὑπάρχει. δείκνυται δὲ ἐν γεωμετρίᾳ ὅτι τὰ μήκει διπλάσια δυνάμει1 τετραπλάσια ὑπάρχουσι, τὰ δὲ στερεὰ ὀκταπλάσια ὑπάρχουσιν· ὥστε τὸ ἐμβαδὸν τοῦ ἐμβαδοῦ τετρακοσιοστοπλάσιον ὑπάρχει (ἐὰν γὰρ τὸ ἐμβαδὸν τέμω εἰς κ̄, τετρακόσια χωρία ποιῶ), τὸ δὲ στερεὸν ὀκτακισχιλιονταπλάσιον ὑπάρχει τῆς ἡλιακῆς σφαίρας, ὅπου κινεῖται ὁ ἥλιος, τοῦ ἀπὸ τῆς γῆς μέχρι τῆς σεληνιακῆς, τουτέστι τῶν τεσσάρων στοιχείων. τὸ δὲ ἀπὸ τῆς σεληνιακῆς μέχρι τῆς ἀπλανοῦς οὔτε λόγον δέχεται οὔτε τρόπον τινά· ὥστε εἰκότως φησὶν ὅτι τοῦτο οὐδὲν ὡς εἰπεῖν μόριόν ἐστι τοῦ παντός. ὥστε δικαιότερον ἂν δι’ ἐκεῖνα τὰ μείζονα τούτων τῶν φθαρτῶν ἀπεψηφίσαντο ἢ διὰ ταῦτα ἐκείνων κατεψηφίσαντο.2 ἔτι δὲ πρὸς τοὺς πάλαι λόγους ταῦτα ἐροῦμεν. ὅτι γάρ ἐστιν ἀκίνητος φύσις λεκτέον αὐτοῖς καὶ δεῖ αὐτοὺς πείθειν περὶ τούτου. καίτοι γε συμβαίνει τοῖς λέγουσι τὸ αὐτὸ εἶναι καὶ μὴ εἶναι ἠρεμεῖν μᾶλλον φάναι πάντα ἢ παρακινεῖσθαι. οὐ γάρ ἐστιν εἰς ὃ μεταβάλλει· ἅπαντα γὰρ ὑπάρχουσιν 〈ἐν πᾶσιν〉. εἰ γὰρ τὸ λευκὸν καὶ οὐ λευκόν ἐστιν, ἀμετάβλητον ἔσται· διὰ τί γὰρ μεταβαλεῖ; ἤδη γὰρ ἔχει εἰς ὃ βούλεται μεταβάλλειν· ὥστε πάντα ἐξ ἀνάγκης ἐροῦσιν ἀμετάβλητα. χρὴ δὲ εἰδέναι ὅτι ἡ γῆ ἀκίνητός ἐστι. νόει οὖν εὐθεῖαν φερομένην ἀπὸ τοῦ μεταξὺ τοῦ θερινοῦ τροπικοῦ καὶ τι * * * σαν τὴν γῆν καὶ συμπεριφερομένην, καὶ γράφει κύκλον τῆς γῆς ἀκινήτου οὔσης. ὥστε † φάναι κύκλος καὶ οὐ τὰ ὅμοια καὶ ἐπὶ τοῦ χειμερινοῦ, καὶ τοῦ βορείου καὶ νοτίου πόλου.

而且产生它的作用者也必然存在,除非那物拥有另一个产生因,因为那样的话我们将前进至无限。此外,流入与流出的流变是就数量而言的;因为当我们未得滋养时,物从我们这里流出,而当我们得到滋养时,物便流入;但形式却保持为确定的。那么,他们怎么能说万物都处于流变之中呢?因此他说,撇开这些不谈,我们必须说:依数量变化与依性质变化并不是同一回事。因此,变化是依数量发生的,而形式是不可变的。事物是依其形式被认识的;因而认识并非不可把握。此外,尤其应当非难那些根据较小的可感觉之物——即处于流变和变化中的事物——也对整个天空下断言的人。因为我们周围的处所固然处于生成与毁灭之中,但这个处所根本不是整体的任何部分[微不足道];因为业已证明,从大地到太阳天球的距离是从大地到月亮天球距离的二十倍。而在几何学中已证明,长度为两倍的事物在平方上是四倍,在立体上是八倍;所以其面积是[月下天]面积的四百倍(因为如果我把面积分成二十等分,便做出四百个区间),而太阳运行的太阳球的立体是从大地到月亮天球的立体(即四元素领域)的八千倍。至于从月亮天球到恒星天的距离,则既不容任何比例,也不容任何方式的度量;所以他合情理地说,这可以说根本算不上整体的部分。因此,他们因为那些更伟大的事物而宣告这些可毁灭的事物无罪,本会比因为这些事物而宣判那些事物有罪更为公正。此外,针对古老的论辩,我们还将说出这些话:因为必须告诉他们存在着不动之本性,且必须就此说服他们。然而,对于那些主张同一事物既存在又不存在的人来说,所得出的结论宁可说是万物处于静止,而非处于运动。因为并没有它可以转变进去的目标;既然万物都存在于[万物之中]。因为如果白色也是非白色,它就将是不可变的;究竟为了什么它才会变化呢?因为它已经拥有了它想要变化进去的目标;所以他们必然要说万物是不可变的。但是应当知道大地是不动的。因此,请设想一条从夏至回归线之间引出并……大地且随之周转的直线,在大地保持不动的同时,它描绘出一个圆;所以……圆,而在冬至回归线以及北极和南极的情形中也是相似的。

语法注2 条
  1. 4.68δυνάμει

    此处并非用作哲学专门术语“潜能上”,而是在几何学语境中表示“平方上”(二次幂)。它与前面的 μήκει(在长度上)以及后面的 στερεά(在立体上)形成对比,表示一维、二维与三维的比例递增(两倍、四倍、八倍)。

  2. 4.68δικαιότερον ἂν δι’ ἐκεῖνα τὰ μείζονα τούτων τῶν φθαρτῶν ἀπεψηφίσαντο ἢ διὰ ταῦτα ἐκείνων κατεψηφίσαντο

    由 ἄν 与直陈式不定过去时(ἀπεψηφίσαντο)构成的与过去事实相反的虚拟句。句中对比了法庭术语“表决无罪/宣告免责”(ἀποψηφίζομαι)与“表决有罪/判处断罪”(καταψηφίζομαι),二者均支配属格宾语(分别为 τούτων τῶν φθαρτῶν 和 ἐκείνων),修辞性地指出:依天界的永恒性而推定可灭之物的不变,比依地上的流变去否定整个天界的恒常还要更合乎法理(尽管二者皆非事实)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:279.5-280.3