← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§278.7-279.5

流变论的后果与对克拉底鲁怀疑论的批判

在对亚里士多德《形而上学》伽马卷第5章(1009b33)的注解中,注疏者指出早期自然哲学家的怀疑态度导致初学者沮丧的严重后果,揭示其将实在仅等同于流变之可感觉物的错误根源,并驳斥了克拉底鲁的极端流变论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.68#1

" Ἢ καὶ χαλεπώτατον συμβαῖνόν ἐστιν." Ὅτι ἐκ τῶν δοξῶν τούτων οἱ ἐγχειροῦντες φιλοσοφεῖν ἀθυμοῦσι λέγοντες ὅτι εἰ οἱ τηλικοῦτοι ἄνδρες οὐκ ἐδυνήθησαν καταλαβεῖν τὸ ἀληθές, πολλῷ μᾶλλον ἡμεῖς οὐ δυνησόμεθα μαθεῖν. * * * ὅτι ἐντεῦθεν χαλεπόν τι ἀκολουθεῖ· εἰ γὰρ οἱ μάλιστα τὸ ἐνδεχόμενον ἀληθὲς ἑωρακότες (οὗτοι δέ εἰσιν οἱ μάλιστα ζητοῦντες αὐτὸ καὶ φιλοῦντες) οὗτοι τοιαύτας ἔχουσι δόξας καὶ τοιαῦτα ἀποφαίνονται περὶ τῆς ἀληθείας, πῶς οὐκ ἄξιον ἀθυμῆσαι τοὺς φιλοσοφεῖν ἐγχειροῦντας; ὁμοίως γάρ ἐστι τὸ ζητεῖν τὴν ἀλήθειαν τοῖς τὰ ἱπτάμενα διώκουσιν.1 ὥσπερ γὰρ ἐκεῖνα οὐ καταλαμβάνονται, οὕτως οὐδὲ ταῦτα κατ’ ἐκείνους. φησὶν οὖν ὅτι τῆς ἀπάτης ταύτης αἴτιον αὐτοῖς ἐγένετο, ὅτι κατὰ μὲν ἀλήθειαν ἐσκόπουν περὶ τῶν ὄντων πάντων, τὰ δὲ ὄντα ὑπελάμβανον εἶναι τὰ αἰσθητὰ μόνον. ἐν δὲ τούτοις τοῖς αἰσθητοῖς πολλή ἐστιν ἡ τοῦ ἀορίστου φύσις καὶ τοῦ οὕτως ὄντος, ὥσπερ εἴπομεν, τοῦ δυνάμει καὶ τοῦ ἐνεργείᾳ. διὸ εἰκότως μὲν λέγουσιν ὅτι τὸ αὐτὸ καὶ ὄν ἐστι καὶ οὐκ ὄν, οὐκ ἀληθῶς λέγοντες· οὔτε γὰρ ἐνεργείᾳ, καθάπερ καὶ ὑπολαμβάνουσι, τὸ αὐτό ἐστι καὶ οὐκ ἔστιν, ἀλλὰ δυνάμει. οὕτω γὰρ μᾶλλον δεῖ εἰπεῖν πρὸς αὐτοὺς 〈ἢ〉 ὥσπερ Ἐπίχαρμος 〈ὁ〉 κωμικὸς ὑβριστικῶς προῆλθεν εἰς τὸν Ξενοφάνη. ἄλλως τε δὴ ὁρῶντες ταύτην τὴν φύσιν τῶν αἰσθητῶν κινουμένην καὶ ἐν μεταβολῇ οὖσαν, κατὰ δὲ τοῦ μεταβάλλοντος μηδὲν εἶναι ἀληθὲς ἔλεγον, εἴ γε ἐν ῥύσει πάντα ὑπάρχουσι, λέγοντες 〈ὅτι〉 ἀδύνατόν ἐστιν ἀληθεύειν περὶ τὸ πάντη πάντως μεταβάλλον. ἐκ γὰρ ταύτης τῆς ὑπολήψεως ἐξήνθησεν ἡ ἀκροτάτη δόξα τῶν εἰρημένων, ἡ τῶν φασκόντων ἡρακλειτίζειν, καὶ οἵαν Κρατύλος εἶχεν, ὃς τὸ τέλος οὐδὲ φθέγγεσθαι ἠνείχετο οἰόμενος θᾶττον τῆς φωνῆς ῥεῖν τὰ πράγματα, ἀλλὰ τῷ δακτύλῳ κατένευε καὶ ἀνένευε,2 καὶ ἐπετίμα τῷ Ἡρακλείτῳ λέγοντι ὅτι οὐ δυνατὸν δὶς εἰς τὸν ποταμὸν παρελθεῖν διὰ τὸ ῥευστόν· οὐδὲ γὰρ μένει ὁ αὐτός· καὶ ἔλεγεν ὅτι οὐδὲ ἅπαξ δυνατόν ἐστι τὸν αὐτὸν ποταμὸν διελθεῖν εἴ γε ἐν ὅσῳ κινούμεθα παρέρχεται τὸ ὕδωρ. ἡ μὲν * * * φαμὲν πρὸς αὐτόν, ὅτι τὸ μὲν μεταβάλλον, ἡνίκα μεταβάλλει, ἔχει τινὰ αὐτοῖς λόγον,3 ἐπειδὴ ῥεῖ· ὅμως μέντοι γε καὶ τοῦτο ἀμφισβητήσιμον ὑπάρχει. ἡνίκα γὰρ γίνεται ἐκ λευκοῦ μέλαν, ἔχει τι καὶ τοῦ λευκοῦ, ἐξ οὗ ἐξίσταται, καὶ τοῦ μέλανος, εἰς ὃ τρέπεται· ὥστε οὐκ ἔστι παντελῶς ἀσύστατον. ἄλλως τε δὴ τὸ φθειρόμενον δεῖ εἶναί τι, ἵνα καὶ φθείρηται, καὶ εἰ γίνεται τι, δεῖ εἶναι ὡρισμένον ἐκεῖνο ἐξ οὗ γίνεται.

“或者这正是最麻烦的后果。” [这意味着]由于这些意见,那些着手从事哲学的人感到灰心丧气,说道:如果那样伟大的人物都不能把握真理,我们岂不更不可能去学习。……由此引出某种麻烦的后果;因为如果最能看到可能之真理的人(而这些人正是最寻求且最热爱真理的人),这些人持有此类意见,并且就真理作出如此断言,那么着手从事哲学的人怎能不灰心丧气呢?因为寻求真理正如追逐飞禽之人的[举动];正如那些飞禽抓不住一样,在他们看来这些[真理]也抓不住。因此他说,产生这种迷妄的原因在于,虽然他们就真实情况而言探讨了所有存在之物,却假定存在之物仅仅是可感觉之物。而在这些可感觉之物中,大量存在着不确定者的本性,以及正如我们所说的那种存在者的本性,即潜能中的存在与现实中的存在。因此,他们说同一事物既存在又不存在虽然是合乎情理的,却不是真实的;因为同一事物既存在又不存在并不是像他们所假定的那样在现实上,而是在潜能上。确实,对他们应当这样说,而不是像喜剧诗人埃庇卡尔摩斯粗暴地攻击克塞诺芬尼那样。此外,尤其是看到可感觉之物的这种本性处于运动和变化之中,他们便说关于变化着的事物没有任何东西是真实的,既然万物都存在于流变之中,并说关于在各方面以各种方式变化着的事物不可能道出真理。因为正是从这种假定中,萌发了所提意见中最极端的一种意见,即那些自称追随赫拉克利特的人的意见,以及克拉底鲁所持有的意见;他最终甚至不耐烦于发声说话,认为事物比声音流转得更快,而只是用手指表示赞成或否定,并且责难赫拉克利特说由于流变不可能两次踏入同一条河流——因为河流不会保持同一——他还说既然在我们走动的同时水就流过去了,就连一次穿过同一条河流也是不可能的。……另一方面我们对他说,变化之物当它变化时,既然它在流转,对他们来说确实有某种道理;然而这同样也是存有争议的。因为当黑从白产生时,它既具有它所离开的白的一部分,也具有它所转向的黑的一部分;所以这绝非完全不能成立的。此外,尤其是正在毁灭的事物为了被毁灭也必须是某种东西,而如果有某种东西产生出来,产生出它的那物也必须是确定的。

语法注3 条
  1. 4.68ὁμοίως γάρ ἐστι τὸ ζητεῖν τὴν ἀλήθειαν τοῖς τὰ ἱπτάμενα διώκουσιν

    ὁμοίως ἐστί 支配与格补足语 τοῖς τὰ ἱπτάμενα διώκουσιν,意为“正如……”。虽然与格分词短语形式上指人,但语义上表达的是活动或状态的类比(“如同追赶飞禽之人的行动”)。

  2. 4.68κατένευε καὶ ἀνένευε

    κατανεύω(点头,表示赞同)与 ἀνανεύω(仰头/摇头,表示否定或拒绝)的对比。指拒绝说话的克拉底鲁仅用手指做出肯定和否定的动作信号。

  3. 4.68ἔχει τινὰ αὐτοῖς λόγον

    成语 ἔχει λόγον 意为“有道理/讲得通”;与格 αὐτοῖς 是表示关系或立场的与格(“对他们而言/依其立场来看”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:278.7-279.5