- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:276.23-278.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节依据1009b9,批判了德谟克利特等人从感觉差异中得出不可知论或一切显现皆真实的推论,并对恩培多克勒、巴门尼德和阿那克萨戈拉关于思想依赖于身体混合的观点进行了辨析与辩护。
" Ποῖα οὖν τούτων ἀληθῆ." Ἔτι ὡς ἁπάντων προέχει τὸν λόγον, καί φησιν ὅτι ποῖα τῶν πραγμάτων ἀληθῆ ὑπάρχουσιν ἄδηλον, ἐπειδὴ καὶ τὰ ζῷα διαφωνοῦσι πρὸς ἄλληλα, ὡς ἐπὶ τῶν ἀνθρώπων εἰρήκαμεν καὶ τῶν ὀρτύγων, καὶ αὐτὸς δὲ πρὸς ἑαυτόν, ἡνίκα τι πάθοι τὸ αἰσθητήριον ἤγουν τὸ αἰσθητόν. * * * διὰ ταῦτα οὖν, φησίν, ἔλεγεν ὁ Δημόκριτος ‘ἤτοι οὐδὲν παντελῶς ἐστιν ἀληθές, ἢ εἴπερ ἔστιν ἀληθές, ἡμῖν ἄδηλον ὑπάρχει’. ὑπελάμβανε μὲν 〈γὰρ〉τὴν φρόνησιν αἴσθησιν εἶναι καὶ συνελογίζετο 〈τοῦτον〉 τὸν τρόπον· ἡ φαντασία ταὐτὸν τῇ αἰσθήσει, ἡ αἴσθησις πάντων ἀληθῶς ἀντιλαμβάνεται, ἡ ἄρα φαντασία πάντων ἀληθῶς ἀντιλαμβάνεται. τούτων ἡ μὲν μία πρότασις παντελῶς ψευδὴς ὑπάρχει· οὔτε γὰρ ἡ φαντασία ἡ αὐτή ἐστι τῇ αἰσθήσει, εἴ γε ἡ μὲν φαντασία αὐτὴ καθ’ αὑτὴν ἐνεργεῖ δεξαμένη, ἡ δέ γε αἴσθησις δεῖται τῶν ἐκτός. πάλιν δὲ καὶ ἡ δευτέρα πρότασις ψευδὴς ὑπάρχει, ἀλλ’ οὐχ ὁμοίως· οὔτε γὰρ πάντων ἀληθῶς ἀντιλαμβάνεται ἡ αἴσθησις, ἐὰν μὴ ὑγιῶς ἔχοι καὶ ἡ αἴσθησις καὶ τὸ αἰσθητήριον καὶ τὸ διαπορθμεῦον δέ. ὁ Δημόκριτος οὖν, φησί, διὰ τὸ ὑπολαμβάνειν τὴν φρόνησιν αἴσθησιν εἶναι, ταύτην δὲ τὴν αἴσθησιν εἶναι ἀλλοίωσιν, ὥσπερ καὶ ἔστι, τὸ φαινόμενον κατὰ τὴν αἴσθησιν ἐξ ἀνάγκης ἀληθὲς εἶναί φησιν. ἐντεῦθεν γὰρ καὶ Ἐμπεδοκλῆς καὶ Δημόκριτος καὶ τῶν ἄλλων ἕκαστος ὡς εἰπεῖν τοιαύταις δόξαις ἔνοχοι γεγόνασι, τουτέστιν ὑπεύθυνοι, καὶ γὰρ καὶ ὁ Ἐμπεδοκλῆς τοὺς μεταβάλλοντας τὴν ἕξιν ἔλεγε καὶ τὴν φρόνησιν μεταβάλλειν, ὡς ἂν ταῖς κράσεσι τοῦ σώματος ἑπομένων τῶν ψυχικῶν δυνάμεων,1 καθάπερ καί τινες τῶν ἰατρῶν εἰρήκασι. διὸ ἔλεγε ‘πρὸς παρεὸν γὰρ μῆτις ἀέξεται ἀνθρώποισι’, τουτέστι πρὸς τὸ παρὸν εἰ μὲν ὑγιῶς ἔχοι ἡ κρᾶσις, καὶ ἡ φρόνησις, εἰ δὲ κακῶς, 〈καὶ〉 ἡ φρόνησις. δυνατὸν δέ ἐστιν ἀπολογήσασθαι ὑπὲρ Ἐμπεδοκλέους ὅτι ἔλεγεν ὡς ὅτι πρὸς ὅ τις μεταχειρίζεται, καὶ διάκειται·2 εἰ μὲν γὰρ μετὰ αἰσθήσεως διαβιοῖ, αἰσθητῶς καὶ ἐνεργεῖ, εἰ δὲ νοερῶς βιοῖ, νοερῶς καὶ ἐνεργεῖ. καὶ ἐν ἑτέροις δέ, φησίν, οὕτως λέγει Ἐμπεδοκλῆς ὅτι ὅσον ἀλλοῖοι, τοσοῦτον καὶ * * * μεθίσταται, ὡς ἄν ἑπομένων τῶν ψυχικῶν δυνάμεων, ὡς εἴρηται, ταῖς κράσεσι τοῦ σώματος· πάλιν ἐπάγει ‘τόσον ἄρα σφιν καὶ τὸ φρονεῖν ἀλλοῖα παρίστατο’ πρὸς τὴν μεταβολὴν τῆς κράσεως καὶ τῆς * * *. καὶ Παρμενίδης δὲ [εἶναι] τὸν αὐτὸν τρόπον ἀποφαίνεται. φησὶ γὰρ ὅτι ‘ὡς γὰρ ἕκαστον ἔχει μελέων πολυκάμπτων, οὕτως καὶ ὁ νοῦς τῶν ἀνθρώπων παρίσταται’, ὡς ἂν καὶ ἐπὶ τούτου τῶν ψυχικῶν δυνάμεων ἐκ τῶν αἰσθήσεων καὶ τῶν κράσεων γινομένων. τὴν αὐτὴν δὲ ἀπολογίαν ἔστιν εἰπεῖν ὑπὲρ τούτου, ἥνπερ καὶ ὑπὲρ Ἐμπεδοκλέους εἰρήκαμεν. εἶτά φησιν ὅτι τὰ αὐτὰ εἰρήκασιν Ἐμπεδοκλῆς καὶ Παρμενίδης· ὅπερ γὰρ Ἐμπεδοκλεῖ σημαίνει τὸ φρονεῖν, τοῦτο Παρμενίδῃ τὸ † μελέων. καὶ ἐπὶ πάντων δέ φησι Παρμενίδης τὸ αὐτὸ θεωρεῖσθαι, καὶ ἐπὶ ἑνὸς ἑκάστου· τὸ γὰρ πλέον νόημα προσγίνεται ἐκ τῆς πλείονος αἰσθήσεως καὶ ἀκριβεστέρας. τοῦ δὲ Ἀναξαγόρου καί τι ἀπόφθεγμα μνημονεύεται ὑπὸ τῶν ἑταίρων αὐτοῦ, ὅτι τοιαῦτα αὐτοῖς ἐστι τὰ ὄντα, οἷα ἂν καὶ ὑπολαμβάνωσιν εἶναι αὐτά. φαμὲν καὶ ὑπὲρ αὐτοῦ πάλιν ὅτι εἰ μὲν αἰσθητῶς τις ζήσει, καὶ ἐνεργεῖ οὕτως, εἰ δὲ νοερῶς, δῆλον ὡς ὅτι καὶ νοερῶς ἐνεργεῖ. φησι δὲ ὅτι καὶ ὁ Ὅμηρος ταύτην εἶχε τὴν δόξαν· ἐποίησε γὰρ τὸν Ἕκτορα μετὰ τὴν πληγὴν τὴν τοῦ Αἴαντος κεῖσθαι ἀλλοφρονέοντα, ὡς δῆλον εἶναι ἐντεῦθεν ὅτι καὶ οἱ παραφρονοῦντες μὲν φρονοῦσιν, ἀλλ’ οὐ τὰ αὐτὰ ἅπερ ἐφρόνουν καὶ πρότερον. εἰ οὖν ἀμφότεραι φρονήσεις ὑπάρχουσι, καὶ τὸ παραφρονεῖν καὶ πρὸ τῆς πληγῆς, δῆλον ὡς ὅτι τὰ 〈ὄντα〉 ἅμα καὶ οὕτως καὶ οὐχ οὕτως ἔχει, εἴ γε ἔχειν φρόνησιν λέγει καὶ πρὸ τῆς πληγῆς καὶ μετὰ τὴν πληγήν.3
“那么,这些之中哪些是真实的呢?” 此外,他在所有人之前提出了论证,并说事物的哪些作为真实之物而存在是不清楚的,因为动物之间也彼此不一致,正如我们在人和鹌鹑的事例上所说的那样;而且当感觉器官或可感觉对象受到某种影响时,每个人自身对自己也不一致。……因此,他说,由于这些原因,德谟克利特曾说:“或者根本没有任何东西是真实的,或者即使它是真实的,对我们来说也是不清楚的。”因为他假定思想就是感觉,并以这种方式进行推论:“表象与感觉相同,感觉真实地把握一切事物,因此表象真实地把握一切事物。”在这些前提中,一个前提完全是假的;因为表象与感觉并不相同,既然表象是在接受之后由其自身进行活动,而感觉则需要外在之物。另一方面,第二个前提也是假的,但不是以同样的方式;因为除非感觉、感觉器官以及传导的媒介都处于健康状态,否则感觉也并非真实地把握一切事物。因此,他说,德谟克利特由于假定思想就是感觉,而这种感觉是一种性质变化(正如它确实是的那样),便说依循感觉所显现的必然是真实的。因为恩培多克勒、德谟克利特以及其余的每个人,可以说都是由此陷入此类意见之中的,也就是成了应受责难的人;因为恩培多克勒也曾说,改变状态的人也改变思想,这仿佛是灵魂的能力跟随着身体的混合,正如某些医生也曾说过的那样。因此他说:“因为对照眼前的事物,智谋在人身上增长”,也就是说,对照眼前的事物,如果混合是健康的,思想也[是健康的];但如果是不良的,思想也[是不良的]。然而也可以为恩培多克勒辩护说,他所说的是一个人从事什么,便处于怎样的状态;因为如果一个人带着感觉生活,他也以感觉的方式活动;如果他以知性方式生活,他也以知性方式活动。而且在别处,他说,恩培多克勒这样说道:他们变得多么不同,就有多少……转移,这仿佛是正如所言,灵魂的能力跟随着身体的混合;他又接着说:“因此对他们来说,思想也以不同事物呈现出来”,这是依据混合以及……的变化。巴门尼德也以同样的方式表明。因为他说:“正如同多屈肢体的每一个所处的状态那样,人的理智也如此呈现”,这仿佛在他看来灵魂的能力也是从感觉和混合中产生的。但是为他也可以说出我们为恩培多克勒所说过的相同辩护。接着他说,恩培多克勒和巴门尼德说了相同的事;因为“思想”对恩培多克勒所意味的,这正是肢体的……对巴门尼德所意味的。巴门尼德说在万物之上、在个别每个人之上都观察到相同的事;因为更充实的思想来自于更充实且更精确的感觉。他的同伴们也记住了阿那克萨戈拉的一句格言,即存在的事物对他们而言正是他们所假定它们是的那样。我们再次为他也说道:如果有人以感觉方式生活,他也如此活动;但如果是知性地生活,显而易见他也以知性方式活动。他说荷马也持有这种意见;因为他写到赫克托耳在受到埃阿斯的打击之后躺在那里思想着别的,从而由此显而易见,那些发疯的人虽然也在思想,但思想的并不是他们以前所思想的相同事物。因此,如果发疯和受到打击之前的状态两者都是思想,那么既然他谈到他在受到打击之前和受到打击之后都拥有思想,显而易见存在的事物同时既是如此又不是如此。
- 4.67ὡς ἂν ταῖς κράσεσι τοῦ σώματος ἑπομένων τῶν ψυχικῶν δυνάμεων
ὡς ἄν 后接属格绝对结构(ἑπομένων τῶν ψυχικῶν δυνάμεων),表示推测性或主观认定之原因或比较(“仿佛灵魂的能力跟随着……”)。后文的 ὡς ἂν καὶ ἐπὶ τούτου τῶν ψυχικῶν δυνάμεων... γινομένων 亦为相同结构。
- 4.67ἔλεγεν ὡς ὅτι πρὸς ὅ τις μεταχειρίζεται, καὶ διάκειται
引出间接引语的连词 ὡς ὅτι 出现重叠使用(晚期及拜占庭希腊语中常见的连词叠用现象)。其从句内部由 πρὸς ὅ... καὶ διάκειται 构成相关照应结构(“从事什么,便处于怎样的状态”)。
- 4.67εἴ γε ἔχειν φρόνησιν λέγει καὶ πρὸ τῆς πληγῆς καὶ μετὰ τὴν πληγήν
省略主语的动词 λέγει 其意义上的主语并非亚里士多德,而是此前刚提及的荷马。εἴ γε 引出条件或依据从句(“既然他[荷马]谈到……”)。
