← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§274.33-276.22

感官生成与混淆潜能现实所致之谬误

针对亚里士多德在1009a22–36中论述矛盾命题为真之说及普罗泰戈拉学说起源于对可感觉事物生成变化的观察,阿斯克勒庇俄斯阐明其根源在于未能区分潜能与现实,并指出必须确立不动的可知解实体,以及超越感官相对性的理性真理判定标准。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.65

" Ἐλήλυθε δὲ τοῖς διαποροῦσιν αὕτη ἡ δόξα ἐκ τῶν αἰσθητῶν." Ἐντεῦθεν τὴν αἰτίαν ἡμῖν λέγει, πόθεν ἀπατηθέντες οἱ πολλοὶ ταύτην ὑπέλαβον, καί φησιν ὅτι αἰτία τῆς ἀπάτης αὐτοῖς γέγονε τὰ αἰσθητὰ πράγματα. ἐπεὶ γὰρ τὸ αὐτὸ καὶ ὄν ἐστι καὶ οὐκ ὄν (τὸ γὰρ λευκὸν σῶμα, εἰ τύχοι, καὶ λευκόν ἐστι καὶ οὐ λευκόν, τοιαῦτα δὲ πάντα τὰ αἰσθητὰ ὑπάρχουσιν), ὑπέλαβον τὰ αὐτὰ καὶ ὄντα εἶναι καὶ οὐκ ὄντα, μὴ διακρίναντες αὐτὰ ἐκ τοῦ δυνάμει καὶ ἐνεργείᾳ, ὥς φησιν ἐν τῇ Φυσικῇ ἀκροάσει· ‘αὕτη γὰρ ἂν ὀφθεῖσα ἡ φύσις πάσας αὐτῶν’ ἔλυσε τὰς ἀπορίας’.1 ἦλθον οὖν εἰς ἔννοιαν τῆς δόξης ταύτης ἐκ τῶν αἰσθητῶν, τοῦ ὅτι τὰ ἐναντία ἅμα ὑπάρχουσι καὶ τοῦ τὴν ἀντίφασιν συναληθεύειν, ἐπειδὴ ἑώρων ἐκ τοῦ αὐτοῦ πράγματος τὰ ἐναντία γινόμενα (τὸ γὰρ αὐτὸ σῶμα ποτὲ μὲν λευκὸν γίνεται, ποτὲ δὲ μέλαν), καὶ ὅτι ἡ ὕλη πάντων ἐστὶ δεκτικὴ τῶν ὄντων. εἰ οὖν, φησί, μὴ ἐνδέχεται γενέσθαι τὸ μηδαμῇ μηδαμῶς ὄν, ἐπεὶ οὕτως ἔσται πρὸ τοῦ ὄντος, οὔτε δὲ πάλιν ἐνδέχεται φθαρῆναι εἰς τὸ μηδαμῇ μηδαμῶς ὄν (εἰς γὰρ τὴν οἰκείαν στέρησιν φθείρεται τὸ λευκόν, τουτέστιν εἰς τὸ οὐ λευκόν, ὅπερ δυνάμει ἐστὶ λευκόν· διό, φησί, καὶ γίνεται ἐξ αὐτοῦ λευκόν), εἰ οὖν μὴ ἐνδέχεται γενέσθαι τὸ μὴ ὄν, προϋπῆρχεν2 ὁμοίως τὸ πρᾶγμα ἄμφω ὄν, καὶ λευκὸν καὶ οὐ λευκόν· ὥστε ἅμα τὰ ἐναντία, καὶ ὂν καὶ οὐκ ὄν. διὸ καὶ Ἀναξαγόρας ἔλεγε πάντα ἐν πᾶσι μεμῖχθαι. ὁμοίως δὲ καὶ ὁ Δημόκριτος ἔλεγε πανταχοῦ εἶναι τὸ ὂν καὶ τὸ μὴ ὄν· ὂν μὲν γὰρ ἐκάλει τὰς ἀτόμους, μὴ ὂν δὲ τὸ κενόν· πανταχοῦ〈δὲ〉 ἔλεγεν εἶναι καὶ τὸ κενὸν καὶ τὰς ἀτόμους * * * τῷ κενῷ ὑπετίθετο εἶναι τὰς ἀτόμους. πρὸς γὰρ τοὺς ἐκ τούτων ἀπατηθέντας ἐροῦμεν ὅτι τρόπον μέν τινα ὀρθῶς λέγουσι, τρόπον δέ τινα οὐκ ὀρθῶς. τὸ γὰρ ὂν διχῶς λέγεται, δυνάμει καὶ ἐνεργείᾳ· ὥστε ἔστι μὲν ὃν τρόπον δυνατὸν τὸ τὶ γίνεσθαι ἐκ τοῦ μὴ ὄντος, ἔστι δὲ ὡς οὔ (ἐκ γὰρ τοῦ * * * μὲν ὄντος δυνατόν, ἐκ δὲ τοῦ μηδαμῇ μηδαμῶς ὄντος, φησίν, οὐ δυνατόν), καὶ ἅμα τὸ αὐτὸ εἶναι καὶ ὂν καὶ μὴ ὄν, ἀλλ’ οὐ κατὰ τὸ αὐτό. δυνάμει μὲν γὰρ ἅμα ἐνδέχεται τὸ τὰ ἐναντία εἶναι (τὸ γὰρ σῶμα δυνάμει καὶ λευκόν ἐστι καὶ μέλαν), ἐνεργείᾳ δὲ ἅμα τὰ ἐναντία ὑποστῆναι [γὰρ] ἀδύνατον ὑπάρχει.

“但是对于陷入困惑的人而言,这一意见是从可感觉的事物中产生的。” 由此他告诉我们,众人受蒙蔽而得出这一设想的原因何在;他说,对他们而言,可感觉的事物成了受蒙蔽的原因。因为同一事物既存在又不存在(例如白色的物体在碰巧的情况下既是白色的又不是白色的,而一切可感觉的事物都作为此类东西而存在),他们便认为同一事物既存在又不存在,而没有按照潜能和现实把它们区分开来,正如他在《物理学》中所言:“因为这种本性一旦被洞察,就会化解他们所有的困惑。”因此,他们从可感觉的事物走向了这种意见的概念,即相反者同时存在,且矛盾命题同时为真;这是因为他们看到相反者从同一事物中产生(因为同一物体有时变白,有时变黑),并且质料是接受一切存在者的。他说,既然任何意义上完全不存在的东西绝不可能产生出来(因为若如此,它就会先于存在者而存在),另一方面又不可能毁灭进入任何意义上完全不存在的东西(因为白色毁灭进入它特有的缺乏状态,也就是进入非白,而这在潜能上就是白;因此他说,白色也从它之中产生出来),既然不存在者不可能产生,那么该事物就同样作为两者(既是白又是非白)而预先存在;从而相反者同时存在,既是存在者又是不存在者。因此阿那克萨戈拉也曾说,万物混合于万物之中。德谟克利特也同样说过,存在与不存在无处不在;因为他把原子称为存在,而把虚空称为不存在;并且他说虚空和原子都无处不在,……假定原子存在于虚空之中。对于因这些事物而受蒙蔽的人,我们将说:他们在某种方式上说得对,但在某种方式上说得不对。因为存在是在潜能与现实这双重意义上被言说的;从而,有些事物从非存在中产生,既存在可能的方式,也存在不可能的方式(因为从……存在中产生是可能的,但他指出,从任何意义上完全不存在的东西中产生是不可能的),并且同一事物同时既是存在又是非存在,但不是依循相同的方面。因为在潜能上相反者同时存在是可能的(因为物体在潜能上既是白又是黑),但在现实中相反者同时立足却作为不可能之事而存在。

§4.66

"Ἔτι δὲ ἀξιώσομεν αὐτοὺς ὑπολαμβάνειν καὶ ἄλλην οὐσίαν." Ἐπειδὴ ἐκ τῶν αἰσθητῶν ἠπατήθησαν, ἔδει αὐτοὺς ἐννοῆσαι ὅτι ὑπάρχουσι καὶ ἄλλαι οὐσίαι καὶ τῶν νοητῶν, ἐφ’ ὧν οὐ θεωρεῖται τὸ δυνάμει, ἀλλ’ ἐκεῖσε ἐνέργειαι ὑπάρχουσιν ἄνευ δυνάμεως, καὶ οὐκ ἔστιν ἐκεῖσε τὸ ὂν καὶ οὐκ ὄν. ἔδει οὖν αὐτοὺς ἐξ ἐκείνων μᾶλλον δοῦναι ὡρισμένην φύσιν τοῖς πράγμασι, καὶ μὴ ἐντεῦθεν ἐκ τῶν ἐλαττόνων ἀποψηφίσασθαι. ἀξιώσομεν οὖν αὐτοὺς ὑπολαμβάνειν καὶ ἄλλην οὐσίαν εἶναι τῶν ὄντων παρὰ τὰ αἰσθητά, ᾗτινι οὔτε κίνησις ὑπάρχει οὔτε δὲ φθορὰ οὔτε γένεσις οὔτε μεταβολή. ὁμοίως δὲ καὶ ἡ περὶ τὰ φαινόμενα ἀλήθεια ἐνίοις ἐκ τῶν αἰσθητῶν ἐλήλυθεν. ἐκ τῶν γὰρ αἰσθήσεων περατουμένη, φασίν, ἡ ψυχὴ ἔρχεται εἰς ὑπόμνησιν τῶν καθόλου λόγων, ὥς φησιν ὁ Πλάτων, ἐξ ὧν τὰ τῆς φιλοσοφίας ἐπορισάμεθα γένος. οὐ δεῖ οὖν τὸ ἀληθὲς * * * ὥσπερ οὖν, ἐὰν εἴπωμεν πλησίον Ἀθηνῶν τόπον, ὡς ὄντων αἰσθητῶν λέγομεν ὅτι ἐγγὺς τῶν Μεγάρων, οὕτως ἐὰν εἴπωμεν τὸ ἐγγὺς τοῦ ἀληθοῦς, ἀληθὲς ὑποτιθέμεθα ὡς οὐκ ὄντος τοῦ ἀληθοῦς πλήθει κρίνεσθαι καὶ ὀλιγότητι,3 ἀλλὰ τῷ λόγῳ. ἄπειροι γὰρ δοξάζουσι ποδιαῖον τὸν ἥλιον, καὶ ὅμως οὐ δεῖ πεισθῆναι αὐτοῖς· τὸ δὲ αὐτὸ τοῖς μὲν γλυκὺ φαίνεται, οἷον τοῖς ὑγιαίνουσι τὸ μέλι, τοῖς δὲ πικρόν, οἷον τοῖς ἰκτεριῶσιν. ὥστε εἰ πάντες ἔκαμνον ἤγουν πάντες παρεφρόνουν, δύο δὲ ἢ τρεῖς ὑγίαινον ἤγουν νοῦν εἶχον, ἐδόκουν κάμνειν μὲν οἱ ὑγιαίνοντες καὶ παραφρονεῖν, οἱ δὲ ἄλλοι ὑγιαίνειν διὰ τὸ πλῆθος. ὥστε οὐ δεῖ τὰ πράγματα κρίνεσθαι πλήθει καὶ ὀλιγότητι. ἔτι δὲ πολλοῖς τῶν ζῴων τὰ ἐναντία φαίνονται. διὸ οἱ μὲν ὄρτυγες πέττουσι τὸν ἐλλέβορον καὶ οἱ ψῆρες τὸ κώνειον, ἄνθρωποι δὲ ἀναιροῦνται ἐξ αὐτῶν. καὶ αὐτῷ δὲ ἑκάστῳ πρὸς αὑτὸν οὐ τὰ αὐτὰ δοκεῖ κατὰ τὴν αἴσθησιν. λέγομεν οὖν ἡμεῖς ὅτι ἐὰν ὑγιαίνῃ τὸ αἰσθητήριον καὶ μὴ μεταβάλλοι τὸ αἰσθητόν, ὥσπερ οἶνος ὀξίσας ἤ τι ἄλλο τοιοῦτο, εἴη δὲ εὖ ἔχον καὶ τὸ διαπορθμεῦον καὶ πάντα ὅσα εἴρηται ἐν τῇ Περὶ ψυχῆς πραγματείᾳ, ἀεὶ τὰ αὐτὰ δοκοῦσι, καὶ οὐ ποτὲ μὲν τοιάδε ποτὲ δὲ τοιάδε.

“此外,我们将要求他们也假定另一种实体。” 既然他们是从可感觉的事物中受到蒙蔽的,他们本应思想到,在可知解的事物中也存在着其他实体,在它们之上看不到潜能,而是那里存在着没有潜能的现实,那里不存在既是存在又是非存在。因此,他们本应更多地从那些事物出发赋予事物以确定的本性,而不应由此从低下的事物作出决断。因此我们将要求他们假定,在可感觉事物之外还存在着存在者的另一种实体,对于它而言,既不存在运动,也不存在毁灭,既不存在生成,也不存在变化。同样,关于显现事物的真理对某些人而言也是从可感觉的事物中产生的。他们说,因为灵魂从感觉出发走向完满,正如柏拉图所言,走向对普遍说明的追忆,我们便是从这些说明中获得了哲学的门类。因此不应把真实的东西……因此,正如我们若是说到雅典附近的一个地方,作为可感觉的事物我们说它靠近墨伽拉一样,如果我们说到接近真实的东西,我们便假定它是真实的,其依据是真理不应由多寡来评判,而应由理性来评判。因为无数的人认为太阳有一尺大,然而绝不应当被他们所说服;而且同一事物对某些人显现为甜(例如蜂蜜对健康人),对另一些人则显现为苦(例如对患黄疸的人)。因此,如果所有人都生了病,即所有人都陷入疯狂,而只有两三个人是健康的,即拥有理智,那么健康的人会被认为是在患病和发疯,而其他人由于人数众多而会被认为是健康的。因此事物不应当由多寡来评判。此外,对许多动物而言,所显现的是相反之物。因此鹌鹑能消化藜芦,椋鸟能消化毒芹,而人类却被它们毒死。而且对每个人自身而言,根据感觉显现的也并非总是相同的事物。因此我们说,如果感觉器官是健康的,并且可感觉的对象没有发生变化(如同变酸的酒或任何其他此类事物),而传导的媒介以及在《论灵魂》论著中所提及的一切条件都处于良好状态,那么事物所显现的就始终是相同的,而不会一会儿是这样、一会儿是那样。

语法注3 条
  1. 4.65αὕτη γὰρ ἂν ὀφθεῖσα ἡ φύσις πάσας αὐτῶν’ ἔλυσε τὰς ἀπορίας

    引自亚里士多德《物理学》卷一第8章(191b34–35)。分词 ὀφθεῖσα 带有条件意味,相当于过去与事实相反的假设(“若这种本性被洞察”),而前置的 ἂν 与不定过去时直陈式动词 ἔλυσε 结合,表达与过去事实相反的虚拟结论。

  2. 4.65εἰ οὖν, φησί, μὴ ἐνδέχεται γενέσθαι ... εἰ οὖν μὴ ἐνδέχεται γενέσθαι τὸ μὴ ὄν, προϋπῆρχεν

    由 εἰ οὖν... 引导的条件从句因插入了长篇解释性理由((εἰς γὰρ τὴν οἰκείαν στέρησιν...))而中断,随后通过重复 εἰ οὖν μὴ ἐνδέχεται... 重新接续,并引出主句 apodosis(προϋπῆρχεν ὁμοίως τὸ πρᾶγμα ἄμφω ὄν)。

  3. 4.66ὡς οὐκ ὄντος τοῦ ἀληθοῦς πλήθει κρίνεσθαι καὶ ὀλιγότητι

    连词 ὡς 引导属格绝对结构 οὐκ ὄντος τοῦ ἀληθοῦς,后接补充性不定词 κρίνεσθαι(源于 ἔστι + 不定词表示“应当/能够被……”的无人称用法转为属格绝对),为主要动词 ὑποτιθέμεθα 提供主观理由或假定前提(“基于真理不应由多寡来评判的假设”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:274.33-276.22