- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:273.30-274.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯阐明,普罗泰戈拉所谓“一切显现皆为真”的学说与“矛盾命题同时为真”的主张出于同一根源且相互推导;在驳斥这些论调时,对真正陷入困惑者应当针对其思想进行说服,而对好辩求胜者则必须针对其说出的言辞予以逻辑驳斥。
" Ἔστι δὲ ἀπὸ τῆς αὐτῆς δόξης καὶ ὁ Πρωταγόρου λόγος." Τοῖς αὐτοῖς ὑποπίπτει ἐγκλήμασι καὶ ὁ Πρωταγόρου λόγος ὁ ὑποτιθέμενος πᾶν ὃ λέγει τις ἀληθῶς λέγειν. ἐνταῦθα γὰρ ἐνίσταται κοινῶς πρὸς τοῦτον μετὰ τῶν οἰομένων συναληθεύειν τὴν ἀντίφασιν· προϊὼν δὲ ἀντερεῖ πρὸς αὐτὸν μόνον. φησὶν οὖν ὅτι ἀπὸ τῆς αὐτῆς ἐννοίας προέρχεται καὶ ὁ τοῦ Πρωταγόρου λόγος· καὶ γὰρ ἀνάγκη ὁμοίως ἀμφοτέρους τοὺς λόγους τόν τε λέγοντα τὴν ἀντίφασιν συναληθεύειν καὶ τὸν λέγοντα ὅτι πᾶς ὁ λέγων ἀληθῆ λέγει ἢ εἶναι1 ἢ μὴ εἶναι. εἴτε γὰρ τὰ δοκοῦντα καὶ τὰ φαινόμενα πάντα ἀληθῆ ὑπάρχουσι, καθάπερ ἔλεγε Πρωταγόρας, ἀνάγκη πάντα ἀληθῆ καὶ ψευδῆ εἶναι, κἂν μὴ βούλωνται, ἀληθῆ μέν, διότι οὕτως ὑποτίθενται, ψευδῆ δὲ διὰ τὴν τῶν πραγμάτων φύσιν· οὐ γὰρ ὁ εἰπὼν τὸ ὕδωρ πῦρ ἀληθεύει, ἀλλὰ ψεύδεται. πολλοὶ γὰρ τὰς ἐναντίας δόξας ἔχουσι πρὸς ἀλλήλους καὶ ὑπολαμβάνουσι ψεύδεσθαι τοὺς μὴ τὰ αὐτὰ αὐτοῖς δοξάζοντας· ὥστε πᾶσά ἐστιν ἀνάγκη τὸ αὐτὸ εἶναί τε καὶ μὴ εἶναι, εἶναι μὲν διὰ τὴν ὑπόθεσιν, μὴ εἶναι δὲ διὰ τὴν φύσιν τῶν πραγμάτων, ὡς ὁ λόγος ἀπέδειξεν. εἰ οὖν τοῦτο ἀληθὲς ὑπάρχει, ἀνάγκη ἐστὶ τὰ δοκοῦντα πάντα ἀληθῆ ὑπάρχειν· τὰ ἀντικείμενα γὰρ ἀλλήλοις δοξάζουσιν οἱ διεψευσμένοι καὶ ἀληθεύοντες· ὥστε συναληθεύει τῷ ὄντι ἡ ἀντίφασις· κατὰ τὴν δόξαν τοῦ Πρωταγόρου. εἰ οὖν ἔχει τὰ ὄντα οὕτως ὥστε πάλιν συναληθεύειν τὴν ἀντίφασιν, ἀληθεύουσιν ἅπαντες· ὥστε συμφωνοῦσιν αἱ δύο δόξαι αὗται ἀλλήλαις.
“普罗泰戈拉的言论也出自同一种意见。” 普罗泰戈拉的言论,即假定凡有人所说者皆为说真话的言论,也同样遭受着这些指控。因为在此处,[亚里士多德]将他与那些认为矛盾命题同时为真的人一起作共同的反驳;而在接下来的进程中,他将单单对他一人进行驳斥。因此他说,普罗泰戈拉的言论也是从同一个概念中产生的。因为两种言论——即声称矛盾命题同时为真的言论,以及声称凡说话者皆说真话的言论——同样必然是要么并存,要么均不成立。因为如果正如普罗泰戈拉所言,所有被认为的和显现的事物都作为真实的而存在,那么即使他们不情愿,万物也必然既是真实的又是虚妄的:一方面,因为他们作了如此假定,所以是真实的;另一方面,由于事物的本性,所以是虚妄的;因为说水是火的人并没有说真话,而是陷于虚妄。实际上,许多人彼此怀有相反的意见,并认为凡不与自己抱有相同意见的人都在犯错误;从而,正如论证所证明的,同一事物必然既存在又不存在:一方面由于假设而存在,另一方面由于事物的本性而并不存在。那么,如果这是真实的,所有被认为的事物就必然都作为真实的而存在;因为受蒙蔽者与说真话者所持有的意见彼此对立;从而按照普罗泰戈拉的意见,矛盾命题在事实上确实同时为真。那么,如果存在的事物处于这种状态,以至于矛盾命题再次同时为真,所有人就都说了真话;从而这两种意见彼此完全一致。
"Ὅτι μὲν οὖν ἀπὸ τῆς αὐτῆς εἰσι διανοίας." Δείξας εἰς ἓν συντρεχούσας ἀμφοτέρας τὰς δόξας τήν τε Πρωταγόρειον καὶ τὴν οἰομένην συναληθεύειν τὴν ἀντίφασιν, συμπεραίνεται τοὺς λόγους καὶ λέγει ὅτι φανερὸν ἡμῖν γέγονεν ὅτι ἀπὸ τῆς αὐτῆς διανοίας ὑπάρχουσιν ἀμφότεροι οἱ λόγοι. 〈ἔστι δὲ〉 οὐχ ὁ αὐτὸς τρόπος πρὸς ἅπαντας τῆς ἐντεύξεως, τουτέστι τῆς ἀντιλογίας· οἱ μὲν γὰρ τῶν ἀντιλεγόντων πειθοῦς δέονται, οἱ δὲ βίας. ὅσοι μὲν γὰρ τῷ ὄντι ἀποροῦντες οἴονται οὕτως, τούτων ἡ ἄνοια ῥᾳδίως ἰατρεύεται· ὡς γὰρ εἴρηται ἐν τῇ Ἀποδεικτικῇ πραγματείᾳ, οὐ πρὸς τὸν λόγον ἀλλὰ πρὸς τὴν διάνοιαν ἡ ἀπάντησις αὐτῶν.2 ἴσασι γὰρ ὅτι οὐκ ἔρρωται ὁ λόγος ὃν προβάλλονται· ὅμως μέντοι γε ἀποροῦσι κατὰ τὴν διάνοιαν καὶ βούλονται τὴν ἀπορίαν αὐτῶν ἐπιλυθῆναι. ὅσοι δὲ λόγου χάριν λέγουσι τοῦ δόξαι κρατεῖν ἐπὶ τῶν πολλῶν (οὗτοι δέ εἰσιν οἵτινες ἴσασι μὲν τὸ ἀληθές, μάχονται δὲ πρὸς αὐτὸ διὰ τὸ δόξαι κρατεῖν), τούτων ἴασίς ἐστιν ἔλεγχος, ἵνα ἐλέγξωμεν τὸν λόγον ὃν προβάλλονται ὡς κακῶς λεγόμενον. διό φησι τοῦ ἐν τῇ φωνῇ λόγου, τοῦ προφορικοῦ· ἴσασι γὰρ τὴν ἀλήθειαν. * * * τῇ φωνῇ λόγον λέγει τὸν ἀποφαντικόν· διὸ ἐπήγαγε καὶ τοῦ ἐν τοῖς ὀνόμασιν, ἐπεὶ ἐξ ὀνόματος καὶ ῥήματος σύγκειται ὁ ἀποφαντικὸς λόγος, εἰώθασι δὲ καὶ τὰ ῥήματα ὀνόματα καλεῖν.
“因此,它们出自同一种思想……” 在表明了普罗泰戈拉的意见与认为矛盾命题同时为真的意见这二者归结为同一之后,他总结了这些论述,并说对我们而言已经显明:这两种言论都出自同一种思想。而且与所有人交接(即进行辩驳)的方式并不是相同的;因为在提出辩驳的人之中,有些人需要说服,而有些人则需要强力。因为凡出于真正陷入困惑而如此认为的人,他们的无知容易被医治;因为正如在《证明篇》中所说的那样,对他们的应对不是针对其言语,而是针对其思想。因为他们知道自己提出来的论证并不坚固;然而他们确实在思想中感到困惑,并希望自己的困惑得到化解。但凡是为了论辩而论辩、以求在众人面前显得占了上风的人(这些人是虽知晓真理,却为了显得占上风而与真理对抗的人),医治他们的方法是驳斥,以便我们把他们提出来的论证作为表达拙劣的东西予以驳斥。为此他说:“[驳斥]声音中的言辞”,即发出来的言辞;因为他们知晓真理。……所谓声音中的言辞,他是指断言性的陈述;为此他补充道“以及诸名词中的[言辞]”,因为断言性陈述是由名词和动词组成的,而人们也习惯于把动词称为名词。
- 4.63ἀνάγκη ὁμοίως ἀμφοτέρους τοὺς λόγους ... ἢ εἶναι ἢ μὴ εἶναι
由无人称动词 ἀνάγκη [ἐστί] 引出的宾格加不定式结构,以 ἀμφοτέρους τοὺς λόγους 作不定式的主词,统领 ἢ εἶναι ἢ μὴ εἶναι,表明两种学说具有同存同亡的选择关系。
- 4.64οὐ πρὸς τὸν λόγον ἀλλὰ πρὸς τὴν διάνοιαν ἡ ἀπάντησις αὐτῶν
属格 αὐτῶν 作动名词 ἀπάντησις 的宾格性属格,意为“针对他们的应对/回答”。主句中省略了系动词 ἐστί,介词短语 πρὸς τὸν λόγον 与 πρὸς τὴν διάνοιαν 形成对举,充当谓语成分。
