- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:272.13-273.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯通过人在实践中的避害与抉择行为(如前往墨伽拉和避开水井),驳斥了矛盾命题同时为真以及所有人同样既真又假的观点,并进一步根据“更”与真理程度的存在,论证了确定真理的实在性。
" Εἰ δὲ ὁμοίως ἅπαντες καὶ ψεύδονται καὶ ἀληθῆ λέγουσιν." Εἰ ὑποθώμεθα τὴν ἀντίφασιν συναληθεύειν καὶ ὁμοίως ἅπαντας καὶ ψεύδεσθαι καὶ ἀληθεύειν, οὐδὲν ἔστιν οὔτε φθέγξασθαι οὔτε λέγειν. τί γὰρ ἔχει εἰπεῖν τις, ἡνίκα ψεύδεται καὶ πάλιν ὁ αὐτὸς ἀληθεύει; ὁ γὰρ τοιοῦτος ἅμα ταῦτα λέγει καὶ οὐ ταῦτα, οἷον ὅτι καὶ ἄνθρωπός ἐστι καὶ οὐκ ἔστιν ἄνθρωπος. εἰ οὖν μηδὲν ὑπολαμβάνει βέβαιον εἶναι, ἀλλ’ ὁμοίως οἴεται ὅτι ἔστι τὸ πρᾶγμα καὶ πάλιν οὐκ οἴεταί τι, οὕτως οὐ διαφέρει τῶν φυτῶν· κἀκεῖνα γὰρ οὐδὲν ὑπολαμβάνουσιν. ἀμέλει τοι εἰ καὶ λέγουσι ταῦτα ὅτι ἀκαταληψία ἐστὶν ἐν τοῖς οὖσι καὶ οὐδεὶς οὐδὲν ὑπολαμβάνει, οὐ διάκεινται ὡς λέγουσιν, οὔτε οἱ λέγοντες οὔτε οἱ ἄλλοι. καὶ τοῦτο δῆλον ἐντεῦθεν· διὰ τί γὰρ πορεύεται εἰς Μέγαρα καὶ μὴ ἡσυχάζει οἰόμενος βαδίζειν, κἂν μὴ βαδίζοι;1 οὔτε δὲ πάλιν ἔνθεν πορεύεται εἰς φρέαρ ἤγουν εἰς κρημνὸν ἤγουν εἰς πῦρ; ἢ ῥίπτει ἑαυτὸν κατὰ πετρῶν ἤγουν κατὰ θαλάττης; φανερὸν ὡς ὅτι εὐλαβούμενος οὐ ποιεῖ ταῦτα, ἐπειδὴ οὐχ ὁμοίως ὑπολαμβάνει ἀγαθὸν εἶναι τὸ ἐμπεσεῖν ὥσπερ τὸ μὴ ἐμπεσεῖν. ὥστε ὁ τοιοῦτος τὸ μὲν βέλτιον ὑπολαμβάνει, ὅπερ καὶ αἱρεῖται, τὸ δὲ οὐ βέλτιον, ὅπερ καὶ φεύγει.〈εἰ δ’〉 οὖν τοῦτο, καὶ τὸ μὲν ἄνθρωπον τὸ δὲ οὐκ ἄνθρωπον, καὶ τὸ μὲν γλυκὺ τὸ δὲ οὐ γλυκὺ ἀνάγκη ὑπολαμβάνειν. οὐ γὰρ ἐξ ἴσου, ὡς ὁ λόγος ἔδειξεν, ἅπαντα ζητεῖ καὶ ὑπολαμβάνει, ὅταν οἰηθείη βέλτιον εἶναι τὸ πιεῖν ὕδωρ καὶ θεάσασθαι ἄνθρωπον· οὔτε γὰρ ἀπέρχεται διψήσας ὅπου ἐστὶ πῦρ, ἀλλ’ ὅπου ὕδωρ, οὔτε δὲ ζητῶν ἄνθρωπον ἀπέρχεται ὅπου ἡμίονοι· δῆλον ὡς ὅτι οἴεται εἶναι ὡρισμένην φύσιν τῶν πραγμάτων. καίτοι ἔδει γε βουλόμενον ὑδρεύσασθαι ἀπελθεῖν ὅπου ἐστὶ πῦρ, εἰ ταὐτὸν ὑπῆρχεν ἄνθρωπος καὶ οὐκ ἄνθρωπος. καλῶς οὖν εἰρήκαμεν ὅτι οὐδείς ἐστιν ὅστις οὐκ εὐλαβεῖται τὰ μὲν τῶν πραγμάτων τὰ δὲ οὔ. οἷον δέδιε θάλασσαν θηρίον, τοὺς δὲ φίλους οὐ δέδιεν· ὥστε οἶδεν ὡρισμένας τὰς φύσεις τῶν πραγμάτων, κἂν μὴ λέγῃ οὕτως. πάντες ἄρα ὑπολαμβάνουσιν ἔχειν ὅρον τὰ πράγματα, εἰ καὶ μὴ ἁπλῶς περὶ πάντα τὰ ὄντα, ἀλλ’ οὖν γε περὶ τὸ ἄμεινον καὶ τὸ χεῖρον. εἰ τοίνυν μὴ ἐπιστημονικῶς ἴσασι τὸ ἄμεινον καὶ τὸ χεῖρον, ἀλλὰ ὀρθοδοξαστικῶς, πλέον δεῖ ἡμᾶς αὐτῶν τῶν ἐχόντων δόξαν μόνην ἄνευ ἐπιστήμης ἐπιμελεῖσθαι, ὥσπερ καὶ πλέον ἐπιμελούμεθα τῶν νοσούντων ἤπερ τῶν ὑγιαινόντων. ἡ μὲν γὰρ ἐπιστήμη ὑγεία ἐστὶ τῆς ψυχῆς, ἡ δὲ δόξα νόσος· διό φησι καὶ γὰρ ὁ δοξάζων πρὸς τὸν ἐπιστάμενον οὐχ ὑγιεινῶς διάκειται πρὸς τὴν ἀλήθειαν.
“然而,如果同样地所有的人既犯错误又说出真理……” 如果我们假定矛盾命题同时为真,并且所有的人同样地既犯错误又说出真理,那么就既不能发声也不能述说任何东西了。因为当某人犯错误,而同一个人又说出真理时,他还能说什么呢?因为这样的人同时说着这些话又不说这些话,比如既是人又不是人。因此,如果他并不认为任何事物是确定的,而是同样地认为事物存在,又同样地不认为某物[存在],那么他与植物就没有区别;因为植物也同样没有任何判断。诚然,即使他们说在存在的事物中是不可把握的,并且没有任何人做任何判断,他们的实际状态也并不像他们所说的那样,无论说这话的人还是其他人都不如此。而这一点从以下事实是显而易见的:因为他为什么前往墨伽拉,而不是以为自己在行走(即使他并不行走)而静止不动呢?为什么他又不是从这里走向井里、悬崖上或火里呢?或者为什么不投身于岩石或大海呢?显而易见,他是出于审慎而不做这些事情,因为他并不认为掉进去与不掉进去是同样好的。从而,这样的人认为一者是较好的(他也正选择它),而另一者是不太好的(他也正躲避它)。那么,如果这是真的,就必然要认为一者是人而另一者不是人,一者是甜的而另一者不是甜的。因为正如论证所表明的,当他认为饮水和见到人是较好的时候,他并不是同等地寻求和判断一切事物;因为口渴时他不会走向有火的地方,而是走向有水的地方,寻找人时也不会走向有骡子的地方。显而易见,他认为事物具有被规定的本性。然而,如果人和非人原本是同一的,一个想汲水的人就本该走向有火的地方。因此我们说得完全正确:没有任何人不是对某些事物保持戒备而对另一些事物不加戒备的。例如他害怕大海[和]野兽,却不害怕朋友;从而,即使他口头上不这样说,他也知道事物的本性是被规定的。由此可见,即便并非无条件地针对所有存在的事物,至少针对较好的与较坏的事物而言,所有人都认为事物具有界限。那么,如果他们知道较好的与较坏的不是出于科学知识而是出于正确的意见,我们就更应当照料那些单单拥有意见而缺乏科学知识的人本身,正如我们照料患病者多于照料健康者一样。因为科学知识是灵魂的健康,而意见则是疾病;为此他说:“因为抱持意见者相对于拥有科学知识者而言,对于真理并未处于健康的状态。”
"Ἔτι εἰ ὅτι μάλιστα2 πάντα οὕτως ἔχει καὶ οὐχ οὕτως." Αὖθις ἐντεῦθεν ἕτερον ἐπιχείρημα τίθησι καὶ τοῦ αὐτοῦ κατασκευαστικόν· ἐκ τοῦ μᾶλλον δέ ἐστι τὸ ἐπιχείρημα. φησὶν οὖν ὅτι εἰ καὶ ὑποθώμεθα πάντα οὕτως ἔχειν καὶ οὐχ οὕτως, ἀλλὰ τό γε μᾶλλον καὶ τὸ ἧττόν ἐστιν ἐν τῇ φύσει τῶν πραγμάτων· οὐ γὰρ ὁμοίως φήσομεν τὰ δύο ἄρτια καὶ τὰ τρία, ἀλλὰ μᾶλλον τὰ δύο, οὔτε δὲ ὁμοίως διέψευσται ὁ εἰρηκὼς ἤγουν ὁ οἰόμενος τὰ τέσσαρα πέντε εἶναι καὶ 〈ὁ〉 χίλια, ἀλλὰ μᾶλλον ἀληθεύει ὁ οἰόμενος τὰ τέσσαρα πέντε εἶναι ἤπερ ὁ οἰόμενος χίλια αὐτὰ εἶναι. εἰ τοίνυν ταῦθ’ οὕτως ἔχει καὶ θεωρεῖται τὸ μᾶλλον ἀληθές, φανερὸν ὅτι καὶ τὸ ὄντως ἀληθὲς ὑπάρχει καὶ τὸ κυρίως, ἐξ οὗ ἔχει χώραν καὶ τὸ μᾶλλον λέγεσθαι. διό φησιν εἰ οὖν τὸ μᾶλλον ἐγγύτερον, εἴη ἄν τι ἀληθὲς οὗτινος ὄντος ἀληθοῦς ἐγγύτερον ὑπάρχει τὸ μᾶλλον ἀληθές. καὶ εἰ μή ἐστι τὸ ἀληθές, ἀλλ’ οὖν γέ ἐστι βεβαιότερον καὶ ἀληθινώτερον. ὥστε πάντως ἀληθὲς καὶ τὸ ὄντως βέβαιόν ἐστιν, ἐξ οὗ καὶ τούτοις τὸ εἶναι ὑπάρχει. καὶ ἐντεῦθεν ἀπαλλαττόμεθα τοῦ λόγου τούτου ἀκράτου,3 τουτέστι τοῦ μηδὲν ἔχοντος κεκραμένον καὶ ὡρισμένον, τοῦ λέγοντος ὅτι οὐδέν ἐστιν ὡρισμένον ἐν τῷ παντί· διό φησι καὶ κωλύοντός τι τῇ διανοίᾳ ὁρίσαι.
“此外,即使万物在最大程度上既是如此又非如此……” 从这里他又提出了另一个论证,同样是用来确立这一点的;这一论证来自“更”。因此他说,即使我们假定万物既是如此又非如此,但“更”与“较少”至少存在于事物的本性之中。因为我们绝不会说二和三同样是偶数,而是说二更是如此;说过或者认为四是五的人,也绝不会与[认为四是]一千的人同样陷于虚妄,相反,认为四是五的人,比起认为它是千的人而言更是说了真话。那么,如果这些情况是如此,并且观察到了“更真实者”,显然真正真实且本意上[真实者]也是存在的,正是在此基础上才有了被称为“更”的余地。为此他说:那么如果“更”是更接近,就必定存在某种真实之物,并且只要这一真实之物存在,“更真实者”就作为更接近它的东西而存在。即使真实之物不存在,至少也存在着更确定、更真实的事物。从而完全真实且真正确定的事物绝对存在,正因它存在,这些[程度上的存在]才拥有存在。由此我们得以摆脱这种纯粹的言论,即完全不含任何混合与规定、声称全界之中没有任何规定之物的言论;为此他说:“并且摆脱了阻止思想规定任何事物的[言论]”。
- 4.61οἰόμενος βαδίζειν, κἂν μὴ βαδίζοι
从句 κἂν μὴ βαδίζοι 作让步从句(“即使他并不行走”),与前面的分词短语 οἰόμενος βαδίζειν(“以为自己在行走”)相联系,借此凸显对手在否定“行走”与“不行走”之区分时所陷入的荒谬。
- 4.62Ἔτι εἰ ὅτι μάλιστα
短语 εἰ ὅτι μάλιστα 是引入极度让步条件从句的惯用表达(“即使在最大程度上”/“哪怕尽可能是……”)。它在暂且承认从句内容 πάντα οὕτως ἔχει καὶ οὐχ οὕτως 的同时,将论证推进到程度(“更”与“较少”)这一不容否认的事实之上。
- 4.62τοῦ λόγου τούτου ἀκράτου
ἀκράτου 直译为“未混合的”或“纯粹的”,但正如注解者随后的释义 τοῦ μηδὲν ἔχοντος κεκραμένον καὶ ὡρισμένον(“不包含任何混合与规定的”)所示,此处的属格形容词修饰这一不带任何限定、断言一切均无规定的极端论调。
