- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:271.10-272.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯注疏亚里士多德《形而上学》1008b2,驳斥了肯定与否定单独为假而结合为真的主张,并通过比拟摩尼教徒的武断辩解以及对几何证明的无视,批判了以“事物的本性”为借口来为矛盾共存辩护的做法。
" Ἔτι ἆρα ὁ μὲν ἢ ἔχειν πως ὑπολαμβάνων." Ὃ λέγει τοῦτό ἐστιν, ὅτι εἴπατε ἡμῖν, ἆρα χωρὶς λεγομένη ἡ κατάφασις ψεύδεται καὶ χωρὶς ἡ ἀπόφασις, καὶ πάλιν ἅμα λεγόμεναι ψεύδονται ὁ ἄνθρωπος ζῷον καὶ οὐ ζῷον, ἢ χωρὶς μὲν καὶ χωρὶς λεγόμεναι ψευδεῖς ὑπάρχουσιν, ἅμα δὲ συναληθεύουσιν. ἀλλ’ εἰ μὲν εἴπωσιν ὅτι καὶ χωρὶς λεγόμεναι ψευδεῖς ὑπάρχουσι καὶ ἅμα δέ, πρὸς τοὺς τοιούτους οὐ δεῖ ἡμᾶς παντελῶς διαλέγεσθαι· παντάπασι γὰρ οἱ τοιοῦτοι οὐδὲν λέγουσιν. εἰ δὲ πάλιν φῶσιν ὅτι χωρὶς μὲν λεγόμεναι ψευδεῖς ὑπάρχουσιν, ἅμα δὲ συναληθεύουσι, δῆλον ὡς ὅτι οἷόν τε εἶναι1 κατάληψιν ἐν τοῖς οὖσιν. εἰ μὴ γὰρ ἦν κατάληψις, πόθεν ἐδυνήθησαν διαγνῶναι ὅτι χωρὶς μὲν ψευδεῖς ὑπάρχουσιν, ἅμα δὲ λεγόμεναι ἡ ἀντίφασις συναληθεύει. εἰ οὖν ἐστι κατάληψις, καὶ ὥρισται τὰ πράγματα· εἰ δὲ ὥρισται, φανερὸν ὅτι οὐ συνδραμεῖται τὸ ἄνθρωπος τῷ οὐκ ἄνθρωπος, ὥστε οὐ συναληθεύσει ἡ ἀντίφασις. ἄλλως τε δὴ ἡνίκα λέγουσιν ὅτι ἡ ἀντίφασις συναληθεύει, κατάφασιν λέγουσι· τὸ γὰρ ὅλον τοῦτο κατάφασίς ἐστιν ἡ πρότασις ἡ λέγουσα ‘ἡ ἀντίφασις συναληθεύει’. εἰ τοίνυν συντρέχει ἡ κατάφασις τῇ ἀποφάσει, δῆλον ὡς ὅτι ἀληθὴς ἔσται καὶ ἡ ἀπόφασις ἡ λέγουσα ‘ἡ ἀντίφασις οὐ συναληθεύει’. τοῦτο οὖν ἐστιν ὃ λέγει ὅτι (ἵνα τὸ ὁ ἄρθρον λάβωμεν), ἆρα οὖν ὁ μὲν ἢ ἔχειν πως ὑπολαμβάνων ἢ μὴ ἔχειν, ἵνα δηλώσῃ ὅτι ἆρα χωρὶς ἡ κατάφασις καὶ ἡ ἀπόφασις λεγόμεναι ψευδεῖς ὑπάρχουσιν, ὁ δὲ ἅμα λέγων αὐτὰς ἀληθεύει; εἰ γὰρ μὴ ἀληθεύει ἡ ἀντίφασις κατ’ αὐτοῦ, ὡς μήτε ἅμα λεγόμεναι μήτε χωρίς, τί ἐστι τὸ λεγόμενον ὑπ’ αὐτῶν ὡς ὅτι τοιαύτη ἐστὶν ἡ φύσις τῶν ὄντων, ὥστε συντρέχειν τὴν κατάφασιν τῇ ἀποφάσει, καθάπερ φασὶν οἱ θεοχόλωτοι Μανιχαῖοι; τούτῳ γὰρ τῷ ὀνόματι προσηγόρευσεν αὐτοὺς ὁ ἡμέτερος φιλόσοφος Ἀμμώνιος. ἡνίκα γὰρ λέγομεν πρὸς αὐτοὺς ὅτι ἐχθρὸν παρέχετε τῷ θεῷ καὶ ἄσπονδον καὶ αἰώνιον * * σπουδαῖος ἄνθρωπος οὐκ ἔχει ἐχθρόν, φασὶν ὅτι πόθεν οὖν τὰ κακά; τοιαύτη γάρ, φασίν, ἐστὶν ἡ φύσις τῶν πραγμάτων. καὶ ἔστι πλατὺν γέλωτα καταχέαι τῶν οὕτως πειρωμένων τὰς ἀπορίας ἐπιλύεσθαι· πάντα γὰρ οὕτω ῥᾷστα ἐπιλύεσθαι. διὰ τί γὰρ ἡ τοῦ ἑξαγώνου πλευρὰ ἴση ἐστὶ τῇ ἐκ τοῦ κέντρου;2 ἐπειδὴ τοιαύτη ἐστὶν ἡ φύσις τοῦ πράγματος· ὅπερ τῷ ὄντι ληρῶδές ἐστιν· ἔστι γὰρ τοῦ τοιούτου ἀπόδειξις. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων τῶν ἀποδεικτῶν. οὕτως ὑμεῖς φατε, ὅτι τοιαύτη ἐστὶν ἡ φύσις τῶν πραγμάτων, ὥστε συντρέχειν τὴν κατάφασιν τῇ ἀποφάσει. εἰ γὰρ μὴ συναληθεύει ἅμα ἡ ἀντίφασις λεγομένη, ἀλλὰ μᾶλλον ἀληθεύει ἐκεῖνος ὑπολαμβάνων, τουτέστιν ὁ λέγων μὴ συναληθεύειν τὴν ἀντίφασιν, ἔχοι ἄν πως τὰ ὄντα ὑπόστασιν, καὶ τοῦτο ἀληθὲς ἂν εἴη καὶ οὐχ ἅμα ἀληθὲς καὶ οὐκ ἀληθές, καθάπερ φασὶν οἱ λέγοντες τὴν ἀντίφασιν συναληθεύειν· τὸ αὐτὸ γὰρ καὶ ἀληθὲς καὶ οὐκ ἀληθὲς ποιοῦσιν, ὅπερ ἐστὶν ἄτοπον.
“此外,究竟是认为事物以某种方式存在的这方……” 他的意思是:请告诉我们,究竟单独被述说的肯定命题是假的,单独的否定命题[也是假的],并且当它们结合在一起被述说时(如“人是动物且不是动物”)也同样是假的;还是说分别且单独被述说时它们作为假而存在,但结合在一起时却同时为真?然而,如果他们说单独被述说时作为假而存在,并且结合在一起时也是[假的],我们根本不应当同这样的人对话;因为这样的人完全没有说出任何意义。但如果他们反过来主张,单独被述说时它们作为假而存在,但结合在一起时同时为真,那么显而易见,在存在的事物中把握是可能的。因为如果没有把握,他们从何能够辨别出:单独时它们作为假而存在,而当矛盾命题结合在一起被述说时却同时为真?因此,如果存在把握,事物也就是被规定的;而如果是被规定的,显然“人”不会与“非人”相重合,从而矛盾命题不会同时为真。况且尤其是当他们说矛盾命题同时为真时,他们是在陈述一个肯定命题;因为“矛盾命题同时为真”这一命题整个就是一个肯定命题。那么,如果肯定命题与否定命题相重合,显然陈述“矛盾命题并非同时为真”的否定命题也将成为真实的。因此,这就是他所说的(以便我们来考察定冠词“ὁ”):“那么,究竟是认为事物要么以某种方式存在要么不以某种方式存在的这方……”,这是为了表明:究竟肯定命题与否定命题分别被述说时作为假而存在,而将它们结合在一起述说的人说了真话吗?因为如果按照他的观点矛盾命题并非说出真理(既非结合述说时亦非单独述说时),那么他们所谓“存在事物的本性就是如此,以至于肯定与否定相重合”,究竟指的是什么呢?正如遭神弃绝的摩尼教徒们所说的那样。因为我们的哲学家阿摩尼奥斯就是用这个名字来称呼他们的。因为当我们对他们说“你们为神设定了一个不可调和且永恒的敌人,[然而]一个卓越的人尚且没有敌人”时,他们说:“那么恶从何而来呢?因为事物的本性就是如此。”对于试图以这种方式解决难题的人,真可以报以开怀大笑;因为照这样一切都可以极轻易地被解决了。试问六边形的边为何等于从中心引出的[线段]?“因为事物的本性就是如此”;这委实是胡说八道,因为对此类事物是有证明的。对于其他可证明的事物同样也是如此。你们正是这样声称,事物的本性就是如此,以至于肯定与否定相重合。因为如果矛盾命题结合在一起被述说并非同时为真,反而那位做出如此判断的人说了真话(即说矛盾命题不同时为真的人),那么存在的事物就会以某种方式拥有实在根基,而且这将会是真实的,而并非像主张矛盾命题同时为真的人所说的那样同时既真实又非真实;因为他们使同一事物既真实又非真实,而这是荒谬的。
- 4.60δῆλον ὡς ὅτι οἷόν τε εἶναι
连词 ὡς 与 ὅτι 赘述连用,这是后期希腊语的常见特征。此外,在 ὅτι 引导的从属句中(或受 δῆλον 的间接引语影响)使用了不定式 οἷόν τε εἶναι 代替直陈语气动词。
- 4.60τῇ ἐκ τοῦ κέντρου
几何学中的习惯表达,省略了阴性名词 γραμμῇ(线)。指从圆的“中心引出的[线段]”,即“半径”。
