- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:270.7-271.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本段注解亚里士多德在1008a28–34的论证,借助对普罗泰戈拉的反驳说明承认矛盾命题同时为真将导致所有人既说真话又说假话从而摧毁对话可能,并进一步探讨肯定为真则否定为假这一假定可能面临的乞题诘难。
" Πρὸς δὲ τούτοις ὅτι πάντες ἂν ἀληθεύοιεν." Πάλιν περὶ τοῦ αὐτοῦ ἐπιχειρήματος· καί φησιν ὅτι κατὰ τοῦτον οὖν τὸν λόγον καὶ πάντες ἀληθεύσουσι καὶ ψεύσονται. καθὸ μὲν γὰρ λέγουσι τὸν ἄνθρωπον εἶναι ἄνθρωπον, ἀληθεύουσι· καθὸ δὲ πάλιν φασὶν ὅτι ὁ ἄνθρωπος καὶ οὐκ ἄνθρωπός ἐστι, ψεύδονται. καὶ αὐτὸς αὑτὸν ὁμολογεῖ ψεύδεσθαι λέγων συντρέχειν τὴν ἀντίφασιν. οὕτως γάρ ἐστιν ἀκαταληψία ἐν τοῖς οὖσι, καὶ οὐ δύναται ὁ τοιοῦτος διαλέγεσθαι· λέγων οὖν συντρέχειν τὴν ἀντίφασιν ὡς περὶ ὡρισμένου πράγματος διαλέγεται, ἀλλὰ αὐτὸς ἀόριστα εἰσάγει πρεσβεύων τὰ τοιαῦτα· ὥστε αὐτὸς αὑτὸν ὁμολογεῖ ψεύδεσθαι. καὶ οὐδὲν περὶ οὐδενός ἐστι πρὸς τὸν τοιοῦτον σκέψις· ὁ γὰρ λέγει οὔτε οὕτως οὔτε οὐχ οὕτως, τουτέστιν οὔτε 〈λευκὸν〉 οὔτε οὐ λευκόν· συναληθεύοντα γὰρ ἀναιρετικά εἰσιν, ὥστε οὐδὲν διαλέγεται, οὔτε περὶ πράγματος ποιεῖται τὴν σκέψιν πάντα ἀναιρῶν, καὶ τὴν οἰκείαν θέσιν. οὐδὲν οὖν πρὸς τούτων διαλέγεσθαι, ὥσπερ ἐπὶ τοῦ Πρωταγόρου. ἔλεγε γὰρ ‘πᾶς ὁ λέγων περὶ παντός τινος πράγματος ἀληθῶς λέγει’. ἡμεῖς δὲ λέγομεν πρὸς σὲ ταῦτα πρεσβεύοντα, ὦ Πρωταγόρα, ὅτι ψεύδῃ. εἰ μὲν οὖν ἀληθεύομεν, ὁμολογουμένως ψεύδῃ, ὦ Πρωταγόρα, λέγοντες σὲ ψευδόμενον·1 ἀληθεύομεν γὰρ τοῦτο εἰπόντες· εἰ δὲ ψευδόμεθα, πάλιν ψεύδῃ, διότι λέγεις ὅτι πᾶς ὁ λέγων τι ἀλήθειαν λέγει· ὥστε καὶ ὑμεῖς ὁμολογεῖτε ψεύδεσθαι λέγοντες συντρέχειν τὴν ἀντίφασιν. εἰ δὲ τοῦτο, οὐδὲ διαλέγεσθε. πάντα γὰρ ἀκατάλληλα ὑποτίθεσθε· ὁμολογουμένως οὖν ψεύδεσθε ὡς περὶ ὡρισμένων διαλεγόμενοι. ὥστε οὔτε λευκὸν ἔσται οὔτε οὐ λευκόν, οὔτε ὂν οὔτε οὐκ ὄν. συναληθεύοντα γὰρ ἀναιροῦσιν ἄλληλα, ὥστε οὔτε οὕτως ἔχει οὔτε οὐχ οὕτως· εἰ γὰρ μὴ ὑποθώμεθα τοῦτο, ὡρισμένον μέν τι δίδοται καὶ οὐκέτι συναληθεύει ἡ ἀντίφασις.
“此外,所有人都会说真话。” 这又是关于同一个论据的;他说,因此按照这一论证,所有人既会说真话,也会说假话。因为就他们说人是人而言,他们说真话;而就他们再次说人也不是人而言,他们说假话。而且主张矛盾相重合的人,自己承认自己在说假话。因为在存在的事物中就会这样产生不可理解性,而这样的人根本无法进行对话;因此,他在声称矛盾相重合时,就像在就某种被规定的事物进行对话一样,但他自己通过尊崇此类学说,却引入了不定之物;从而他自己承认自己在说假话。对于这样的人,不可能就任何事物进行任何探讨;因为他主张‘既非如此,亦非不如此’,也就是‘既非[白],亦非非白’。因为同时为真的东西是具有破坏性的,以至于他根本没有进行任何对话,也没有就具体事物进行探讨,因为他取消了一切事物以及他自己的主张。因此,根本不可能同这些人进行对话,正如在普罗泰戈拉的情形中一样。因为普罗泰戈拉曾说:‘凡就任何事物说话的人,都说了真话。’但我们对尊崇这些学说的你(普罗泰戈拉)说,你说的是假话。因此,如果说你说假话的我们说了真话,普罗泰戈拉啊,公认地你说了假话;因为我们说了这句话是说了真话;但如果我们说了假话,你就再次说了假话,因为你说凡说出某事的人都说了真话;所以你们在声称矛盾相重合时,也同样承认自己说了假话。如果是这样,你们甚至根本没有进行对话。因为你们将一切事物都假定为不协调的;因此,你们在像就确定的事物进行对话那样说话时,公认地说了假话。从而它将既不是白,也不是非白,既非存在,亦非非存在。因为同时为真的东西彼此相互取消,以至于既非如此,亦非不如此;因为如果我们不假设这一点,某种被规定之物就被给定了,而矛盾命题就不再同时为真。
"Ἔτι εἰ ὅταν ἡ φάσις ἀληθὴς ᾖ, ἡ ἀπόφασις ψευδής." Πάλιν ἕτερον ἐπιχείρημα τίθησι τοῦ αὐτοῦ κατασκευαστικὸν περὶ τοῦ μὴ συναληθεύειν τὴν ἀντίφασιν, καθάπερ τινὲς ὑπελάμβανον, καί φησιν οὕτως ὅτι εἰ ἡ κατάφασις ἀληθὴς ὑπάρχει, πάντως καὶ ἡ ἀπόφασις ψευδής ἐστι, καὶ πάλιν εἰ ἡ ἀπόφασις * * * ἡ λέγουσα αὐτὸν πτερωτὸν ὑπάρχειν. ὥστε οὐ δυνατόν ἐστι τὸ αὐτὸ ἅμα καὶ καταφῆσαι καὶ ἀποφῆσαι ἀληθῶς. εἶτα ἐπειδὴ ἔλαβεν ὁ Ἀριστοτέλης ὅπερ ἐκεῖνοι οὐ συγχωροῦσιν (οὔτε γὰρ διδόασιν ὅτι ὅτε ἐστὶν ἡ κατάφασις ἀληθής, τότε ἡ ἀπόφασις ψευδής, ὅπερ ἔλαβεν ὁ Ἀριστοτέλης ὡς ὁμολογούμενον), αὐτὸ τοῦτο ἐπισημαίνεται ὁ φιλόσοφος λέγων ὅτι ἀλλ’ ἴσως φαῖεν ἂν ἐκεῖνοι τοῦτο εἶναι τὸ ἐξ ἀρχῆς κείμενον.2 ἡμεῖς γάρ, φασί, λέγομεν τὴν ἀντίφασιν συναληθεύειν, αὐτὸς δὲ ὡς ὁμολογούμενον ἔλαβες, ὅτι ἡνίκα ἡ κατάφασίς ἐστιν ἀληθής, ἡ ἀπόφασις ψευδὴς ὑπάρχει καὶ τὸ ἐναντίον.
“此外,如果每当肯定为真时,否定便为假……” 他再次提出了确立同一观点的另一个论据,旨在说明矛盾命题并不如某些人所认为的那样同时为真;他这样说道:如果肯定命题作为真实而存在,那么否定命题无论如何也是假的;反过来,如果否定命题[为真,那么]说他有翅膀的[肯定命题就是假的]。因此不可能在同时肯定并否定同一事物的情况下还说出真话。接着,由于亚里士多德假定了他们所不承认的前提(因为他们并不承认每当肯定命题为真时否定命题就为假这一被亚里士多德视为公认的事实),这位哲学家正是指出这一点,说:但也许他们会说,这恰恰是最初摆在面前的待证论题。他们说:‘因为我们主张矛盾命题同时为真,而你自己却把每当肯定为真时否定即作为假而存在(反之亦然)当作了公认的前提。’
- 4.58ὁμολογουμένως ψεύδῃ, ὦ Πρωταγόρα, λέγοντες σὲ ψευδόμενον
分词短语 λέγοντες σὲ ψευδόμενον 在语法上与前一条件从句(εἰ μὲν οὖν ἀληθεύομεν)的第一人称复数主语(ἡμεῖς)保持一致,用以说明‘我们说真话’的具体内容或方式;尽管主句的限定动词 ψεύδῃ 是第二人称单数(主语为 σύ 即普罗泰戈拉),形成了主格分词与主句主语不一致的变格构型(anakolouthon)。
- 4.59ἀλλ’ ἴσως φαῖεν ἂν ἐκεῖνοι τοῦτο εἶναι τὸ ἐξ ἀρχῆς κείμενον
τὸ ἐξ ἀρχῆς κείμενον 作为不定式 εἶναι 的表语名词,是逻辑学术语,指‘乞题’或最初有待证明的根本论题(即亚里士多德所说的 αἰτεῖσθαι τὸ ἐξ ἀρχῆς)。该句处于潜能希求法 φαῖεν ἄν 所引出的‘带不定式的宾格’结构中,用于先发制人地提出论敌可能作出的反驳。
