- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:268.34-270.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯注解亚里士多德《形而上学》卷4第4章(1008a7–1008a18),通过两难推理驳斥矛盾双方同时共存的论点:其一是矛盾重合是普遍发生还是部分发生,其二是肯定与否定是同时陈述还是分别陈述。
" Ἔτι ἤτοι ἅπαντα οὕτως ἔχει." Πάλιν ἄλλο ἐπιχείρημά φησιν ὅτι ἢ καθόλου περὶ πάντων τῶν ὄντων συντρέχουσιν αἱ ἀποφάσεις ταῖς καταφάσεσι, καὶ οὕτως ἔσται πάντα ἕν, ὡς ἀνωτέρω ὁ λόγος ἀπέδειξεν, ἢ ἐπί τινων μὲν συντρέχουσιν, ἐπί τινων δὲ οὐ συντρέχουσι· καὶ ἐν τούτῳ ἔσται τι ὡρισμένον καὶ οὐκέτι ἔσται παντελῶς ἀοριστία ἐν τοῖς πράγμασιν, ὥς φασιν. τοῦτο οὖν φησιν ἤτοι περὶ πάντα μηδὲν * * * ἔχει καὶ ἔστι τὸ αὐτὸ ἐπὶ πάντων καὶ λευκὸν καὶ οὐ λευκὸν καὶ ὂν καὶ οὐκ ὄν, καὶ περὶ τὰς ἄλλας καταφάσεις καὶ ἀποφάσεις ὁμοτρόπως, τουτέστι συντρέχουσιν ἀλλήλαις, ἢ οὐ πᾶσαι συντρέχουσιν, ἀλλὰ περὶ μέν τινας γίνεται συνδρομή, περὶ δέ τινας οὐ γίνεται συνδρομή. καὶ εἰ μὲν οὐ περὶ πάσας γίνεται, αὗται ὡρισμέναι ὑπάρχουσιν, ἐφ’ ὧν αἱ καταφάσεις οὐ συντρέχουσι ταῖς ἀποφάσεσιν· εἰ δὲ περὶ πάσας τὰς ἀντιφάσεις γίνεται ἡ συνδρομὴ καὶ πᾶσαι συναληθεύουσι, πάλιν ἤτοι καθ’ ὧν φέρονται αἱ καταφάσεις, κατὰ τούτων φέρονται καὶ αἱ ἀποφάσεις, ἢ καθ’ ὅσων μὲν φέρονται αἱ καταφάσεις, πάντως φέρονται καὶ αἱ ἀποφάσεις, καθ’ ὅσων δὲ φέρονται αἱ ἀποφάσεις, οὐ φέρονται αἱ καταφάσεις. εἰ δὲ τοῦτο ὑποθώμεθα, ἔσεται πάγιον * * μένον τὸ οὐκ ὄν, τουτέστιν ἡ ἀπόφασις, ἐπειδὴ μὴ συνέδραμεν αὐτῇ ἡ κατάφασις, καὶ ἔσται τὸ οὐ λευκόν, εἰ τύχοι, ὡρισμένον, καὶ αὕτη ἔσται βεβαία δόξα ὅτι οὐ λευκόν. εἰ τοίνυν τὸ μὴ εἶναι γνώριμον ὑπάρχει καὶ βέβαιον τὸ ἀόριστον, πολλῷ μᾶλλον γνωριμωτέρα ὑπάρχει ἡ κατάφασις τὸ ‘λευκόν ἐστιν’, ὡρισμένον ὑπάρχον· ὡς οὐ συνδραμεῖται ἄρα ἡ κατάφασις τῇ ἀποφάσει.1 διό φησι γνωριμωτέρα γάρ ἐστιν ἡ κατάφασις τῆς ἀποφάσεως.
“此外,要么一切事物都如此……” 他又提出了另一个论据,指出:要么普遍地就一切存在的事物而言,否定命题都与肯定命题相重合,而这样一切事物就将成为一,正如前文论证所证明的那样;要么在某些事物上相重合,在另一些事物上则不相重合;而在后一种情况下,就会存在某种被规定之物,而在事物中也将不再如他们所说的那样具有绝对的不定性。因此他说的是:要么就一切事物而言没有任何[被规定的]东西,并在一切事物上同一者既是白又是非白,既是存在又是非存在,并且关于其余肯定与否定亦同样如此,也就是它们彼此相重合;要么并非全部相重合,而是关于某些事物发生重合,关于另一些事物则不发生重合。而如果不关于全部事物发生重合,那么肯定命题不与否定命题相重合的那些事物,就作为被规定之物而存在;但如果关于一切矛盾命题都发生重合且全部同时为真,那么再次,要么凡肯定命题被述说的主体,否定命题也被述说,要么凡肯定命题被述说的主体,否定命题无论如何也被述说,但凡否定命题被述说的主体,肯定命题并不被述说。然而如果我们假设后者,非存在即否定命题就将固定保留下来,因为肯定命题并未与之相重合,而且例如非白就将是被规定的,而‘是非白’就将是一个确固的信念。因此,如果非存在这一不定者作为可知且确固之物而存在,那么作为被规定者而存在的肯定命题‘是白’就远远更为可知;从而肯定命题就不会与否定命题相重合。因此他说:‘因为肯定比否定更为可知。’
"Εἰ δὲ ὁμοίως καὶ ὅσα ἀποφῆσαι φάναι ἀνάγκη." Πάλιν ἄλλο ἐπιχείρημα τοῦ αὐτοῦ κατασκευαστικόν. φησὶ δὲ τοῦτο ὅτι εἰ ὁμοίως ἐπὶ πάντων συντρέχει ἡ ἀπόφασις τῇ καταφάσει, ἤτοι ἀληθές ἐστι διαιροῦντα λέγειν ὅτι τόδε λευκόν ἐστι καὶ πάλιν ὅτι οὐ λευκόν, ἢ ἅμα λέγειν ὅτι τὸ αὐτὸ λευκὸν καὶ οὐ λευκόν. καὶ εἰ μὲν μὴ εἴη ἀληθὲς διαιροῦντα λέγειν, ἀλλὰ ἅμα λέγειν ὅτι λευκὸν καὶ οὐ λευκόν, ὁ τοιοῦτος οὐδὲν λέγει. καθὸ μὲν γὰρ λέγει ὅτι λευκόν ἐστιν, οὐκ ἔστι λευκόν· καθὸ δὲ πάλιν φησὶν ὅτι οὐκ ἔστι λευκόν, οὐ λέγει τὸ ἔστι λευκόν·2 ἀναιρεῖ γὰρ αὐτὸ διὰ τῆς ἀποφάσεως. ὥστε οὔτε λέγει τι οὔτε δὲ ἔστι· καθὸ μὲν γάρ φησι τὸ λευκὸν οὐ λευκόν, ἀναιρεῖ αὐτὸ καὶ τὴν θέσιν τὴν οἰκείαν ἀνατρέπει ὁ τοιοῦτος. ὥστε οὔτε ἔστι τι οὔτε δὲ λέγει τι. τὰ δὲ μὴ ὄντα πῶς ἄν τις φθέγξαιτο ἢ βαδίσαι;3 ὥστε ὁ τοιοῦτος οὐ διαλέγεται ἀλλὰ ἄφωνός ἐστιν, οὔτε δὲ βαδίζει· πάντα γὰρ ἀναιρεῖ. καὶ πάντα ἔσονται καὶ ἓν καὶ οὐδέν, ὥσπερ πρότερον εἴρηται. εἰ γὰρ ὁ ἄνθρωπος οὐκ ἄνθρωπός ἐστι, τῷ ὄντι οὐκ ἔστιν ἄνθρωπος· εἰ δὲ πάλιν οὐκ ἄνθρωπος ἄνθρωπός ἐστιν, οὐδὲν ἔσται· πάντα γὰρ δηλοῖ τὰ παρὰ τὸν ἄνθρωπον· καὶ ἔσται τὸ αὐτό, φησί, καὶ ἄνθρωπος καὶ τριήρης καὶ θεός. εἰ δὲ ὁμοίως τὸ τοιοῦτο ἔσται ἐπὶ ἑκάστου, οὐδὲν διοίσει ἕτερον ἑτέρου. εἰ γὰρ διοίσει, τοῦτο ἔσται ἀληθὲς καὶ ὡρισμένον, καὶ οὐ συνδραμεῖται ἡ ἀντίφασις. ὁμοίως δὲ καὶ εἰ διαιροῦντα ἐνδέχεται ἀληθεύειν λέγοντά τι λευκὸν καὶ πάλιν οὐ λευκόν, καὶ συντρέχουσι ταῦτα, ἕψονται τὰ προειρημένα ἄτοπα.
“但如果同样地,凡可以否定的也必然肯定……” 这又是确立同一观点的另一个论据。他的意思是:如果在一切事物上否定命题都同样与肯定命题相重合,那么要么分开来说‘这是白’并且再次说‘不是白’是真的,要么同时说同一事物‘既是白又不是白’是真的。而如果分开来说不是真的,而是同时说‘既是白又不是白’,这样的人就没有说出任何东西。因为就其说‘是白’而言,它不是白;而就其再次说‘不是白’而言,他并没有述说‘是白’;因为他通过否定命题取消了它。因此他既没有说出任何东西,也没有任何东西存在;因为就其将白称为非白而言,这样的人取消了它并推翻了他自己的主张。因此既没有任何东西存在,他也没有说出任何东西。然而对于非存在,人们又怎能发出声音或[作为非存在]行走呢?因此这样的人根本不参与对话,而是无声的,并且也不能行走;因为他取消了一切。并且一切事物将既是一又是无,正如前文所说的那样。因为如果人是非人,在事实上就不是人;但如果非人又是人,就将没有任何东西存在;因为它表明除人之外的一切事物;而且他说,同一事物将既是人,又是三列桨座战船,又是神。如果对每一件事物而言情况同样如此,事物彼此之间就不会有任何差异。因为如果有所差异,这一点就将是真实且被规定的,而矛盾命题就不会相重合。同样地,即使能够通过分开来述说某物‘是白’又再次说‘不是白’而说真话,并且这些相互重合,前述的荒谬也将随之而来。
- 4.56ὡς οὐ συνδραμεῖται ἄρα ἡ κατάφασις τῇ ἀποφάσει
连词 ὡς 与 ἄρα 连用,引出推论的结论(“从而因此……”)。其后接陈述语气将来时 συνδραμεῖται,有力地总结出前文推导的逻辑结果(即如果肯定比否定更为可知,两者便不能重合)。
- 4.57οὐ λέγει τὸ ἔστι λευκόν
中性冠词 τὸ 将句子 ἔστι λευκόν 作为引述加以名词化,作动词 λέγει 的直接宾语(“他不陈述‘是白’[这一命题]”)。这表明伴随的否定取消了肯定判断本身的成立。
- 4.57τὰ δὲ μὴ ὄντα πῶς ἄν τις φθέγξαιτο ἢ βαδίσαι;
τὰ μὴ ὄντα 是置于句首的宾格短语。它作为及物动词 φθέγξαιτο 的内容或直接宾格(“发出非存在的声音”),但对于不及物动词 βαδίσαι(“行走”)而言,则松散地充当话题或方式状态(“作为非存在而行走”)。整体构成一个反问句。
