- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:26.14-27.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注释亚里士多德《形而上学》984a27–29,阐明泰勒斯等最初的自然哲学家仅满足于质料原因而未寻求动力因,并解释了爱利亚学派(巴门尼德等人)为了维持存在的单一性而被迫全盘否定运动与变化的缘由。
" Οἱ μὲν οὖν πάμπαν ἐξ ἀρχῆς ἁψάμενοι τῆς μεθόδου ταύτης." Ἐξ ἀρχῆς λέγει πάλιν περὶ τῶν μόνῃ τῇ ὑλικῇ αἰτίᾳ τε καὶ ἀρχῇ χρησαμένων· δόξει δὲ τὸ πάμπαν ἐξ ἀρχῆς προστεθεικέναι ὑπὲρ τοῦ δηλῶσαι τοὺς περὶ Θαλῆν καὶ Ἀναξιμένην, ἐπεὶ οἱ περὶ Ἀναξαγόραν καὶ Ἐμπεδοκλέα ἐμνημόνευσαν τῶν ποιητικῶν ἀρχῶν, ὁ μὲν λέγων νεῖκος καὶ φιλίαν * * * καὶ προϊὼν ἐρεῖ περὶ αὐτῶν. οὕτως οὖν ὁ Θαλῆς ἀρχηγὸς τῆς τοιαύτης φιλοσοφίας· τῶν γὰρ μνημονευομένων φυσικῶν ἀρχαιότατος. καλῶς δὲ εἶπε τὸ “λέγεται”· οὔτε γὰρ φέρεται αὐτοῦ βιβλίον τοῦτο ἔχον. οἱ οὖν περὶ Θαλῆν καὶ Ἀναξιμένην1 οὐδὲ ἐδυσχέραναν πρὸς ἑαυτούς, ὃ ἔθος ἐστὶ τοῖς ἄτοπα ὑποτιθεμένοις· οἷον οὐκ ἐπέστησαν τῇ τῶν λεγομένων ὑπ’ αὐτῶν ἀτοπίᾳ, οὐδ’ ἐμέμψαντο τοῖς λεγομένοις, ὡς οὐχ ἱκανῶς λελεγμένοις, οὐδ’ ἐζήτησάν τινα καὶ ἄλλην ἀρχὴν πρὸς τῇ ὑλικῇ ὡς οὐχ ἱκανῶς ἐχούσῃ τε καὶ λεγομένῃ ὑπ’ αὐτῶν.
“因此,那些完全从最初就着手这一探讨方法的人,”他说“从最初”,再次是指那些仅仅使用了质料原因和原理的人;而加上“完全从最初”,似乎是为了指明泰勒斯和阿那克西美尼等人,因为阿那克萨哥拉和恩培多克勒等人提及了动力原理,后者称冲突与友爱……并且随着论述的推进,他将谈及他们。因此,泰勒斯就是此类哲学的开创者;因为在被提及的自然哲学家中他是最古老的。而[亚里士多德]说“据说”是很恰当的;因为并没有传下他载有此说的著作。因此,泰勒斯和阿那克西美尼等人甚至没有对自己产生不满,而这本是设定荒谬之说者的常态;也就是说,他们既没有注意到自己所言之事的荒谬,也没有因所言不够充分而责怪所言之事,更没有因质料原理不够完备且未被他们充分表述,而在此之外去探求某种别的原理。
"Ἀλλ’ ἔνιοι τῶν ἓν λεγόντων ὥσπερ ἡττηθέντες ὑπ’ αὐτῆς τῆς ζητήσεως, τὸ ἓν ἀκίνητον εἶναί φασιν." Λέγει μὲν περὶ Ξενοφάνους καὶ Μελίσσου καὶ Παρμενίδου· οὗτοι γὰρ ἓν τὸ πᾶν ἀπεφήναντο. ἡττηθῆναι δὲ αὐτούς φησιν ὑπὸ ταύτης τῆς ζητήσεως, ὅτι ὑποθέμενοι ἓν τὸ πᾶν εἶναι, ἀκολουθοῦντες τῇ ὑποθέσει καὶ ζητοῦντες πῶς οἷόν τε τοῦτο ἓν ὂν ἐξ αὑτοῦ μεταβάλλειν, μὴ δυνάμενοι ἔτι σώζειν αὐτὸ ἕν, εἰ μὴ ἀνέλοιεν καὶ τὰ φανερά, καὶ ταῦτα ἀνῄρουν, ἅ ἐστιν ἐναργέστατα· κίνησίν τε γὰρ καὶ μεταβολὴν ἐκ τῶν ὄντων ἀνῄρουν τῷ τούτων ὄντων μηκέτι αὐτοὺς τὸ ὂν ἓν λέγειν.2 εἰπὼν δὲ τὸ ἓν ἀκίνητόν 〈φασιν〉 εἶναι, προσέθηκε τὸ καὶ τὴν φύσιν ὅλην· ἡ γὰρ φύσις ὅλη τὸ ἓν αὐτοῖς. ὡς δὲ φανερωτέρου τοῦ ἀτόπου ὄντος τοῦ λέγεσθαι τὴν φύσιν ὅλην ἀκίνητον,3 προσέθηκεν αὖ τὸ ἀκίνητον δὲ οὐ κατὰ γένεσιν καὶ φθορὰν μόνον (καὶ γὰρ αὗται αἱ μεταβολαί, εἰ καὶ μὴ κινήσεις, ἀλλὰ κινουμένων τινῶν), καὶ κατὰ τὰς ἄλλας οὖν μεταβολὰς πάσας. ὥστε φύσεως λέγοντες τὴν οὖσαν ἀρχὴν κίνησιν ἀνῄρουν, καὶ κατὰ φύσιν ὅλην, φησίν, ὅτι καθόλου τὴν φύσιν ἕν τι ὑπετίθεντο, οὐ μόνον κατὰ γένεσιν καὶ φθοράν (τοῦτο μὲν γὰρ ἀρχαῖόν τε καὶ πάντες ὡμολόγησαν, τὸ εἶναι ἀμετάβλητον τὴν ὕλην), ἀλλὰ καὶ κατὰ τὴν ἄλλην μεταβολὴν πᾶσαν. ἀνῄρουν γὰρ καὶ γένεσιν καὶ φθορὰν καὶ ἀλλοίωσιν καὶ αὔξησιν, εἴ γε οὐκ ἔλεγον εἶναι κίνησιν (αἱ μὲν γὰρ κινήσεις, αἱ δὲ οὐκ ἄνευ κινήσεως γένεσις καὶ φθορά), καὶ τοῦτο τούτων μόνον ἴδιόν ἐστι τὸ λέγειν παντελῶς μὴ εἶναι κίνησιν.
“但是在主张[万物]为一的人当中,有些人仿佛被这探求本身所击败,宣称这一是不可运动的。” 他是关于克塞诺芬尼、梅利索和巴门尼德而说的;因为这些人宣告全体为一。他说他们被这一探求所击败,是因为他们设定了全体为一,沿着这一假定探究:这一既然是一,如何可能自身发生变化;由于除非他们也否定显而易见的事实,否则便无法再维持它为一,于是他们也否定了这些最为明晰的事实;因为他们从存在的事物中废除了运动和变化,其理由是若这些存在,他们就无法再称存在为一。在说了[他们宣称]一不可运动之后,他又加上了“乃至全部本性”;因为对他们而言,全部本性就是这一。而由于说全部本性不可运动是更为显著的荒谬,他又加上:“不可运动不仅就生成与毁灭而言”(因为这些变化即使不是运动,也属于运动之物),“因此也是就所有其他变化而言”。因而,他们在论述作为本性的存在原理时废除了运动,并且正如他所说,“就全部本性而言”,因为他们一般地将本性设定为某种一,“不仅就生成与毁灭而言”(因为这既是古老的看法,而且所有人都赞同,即质料是不可变化的),而且就所有其他变化而言。因为,如果他们确实声称没有运动(因为有些变化是运动,而有些变化即生成与毁灭则离不开运动),他们也就是废除了生成、毁灭、变质与增长,而主张完全不存在运动,乃是仅属于这些人的特征。
- 1.31οἱ περὶ Θαλῆν καὶ Ἀναξιμένην
短语 οἱ περί τινα 是古希腊语习语,依上下文可指“某人的学派/追随者”或“某人及其同道(包含本人)”。此处指泰勒斯、阿那克西美尼本人以及与他们同类的早期爱奥尼亚自然哲学家们。
- 1.32τῷ τούτων ὄντων μηκέτι αὐτοὺς τὸ ὂν ἓν λέγειν
此句为原因与格结构,由冠词中性单数与格 τῷ 引导不定式短语 μηκέτι αὐτοὺς τὸ ὂν ἓν λέγειν(“由于他们不能再称存在为一”),其中嵌套了属格绝对结构 τούτων ὄντων(“若这些存在”),作为伴随条件。
- 1.32ὡς δὲ φανερωτέρου τοῦ ἀτόπου ὄντος τοῦ λέγεσθαι τὴν φύσιν ὅλην ἀκίνητον
由 ὡς 引导的表示原因的属格绝对结构。谓词分词为 φανερωτέρου ... ὄντος,主语由动名词属格短语 τοῦ λέγεσθαι τὴν φύσιν ὅλην ἀκίνητον(“声称全部本性不可运动”)与与之同格的名词 τοῦ ἀτόπου(“荒谬之处”)构成,意为“由于……的荒谬更为显而易见”。
