- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:267.22-268.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节注解亚里士多德《形而上学》伽马卷第4章(1007b21–1008a3),指出若主张矛盾双方同时为真,就会陷入普罗泰戈拉与阿那克萨哥拉的困境(万物归一且与质料相混淆),导致不仅固有否定、乃至外在否定与肯定都归于同一事物,并通过确定矛盾与不定矛盾的混淆彻底瓦解排中律,从而驳斥了矛盾共真的谬论。
" Εἰ κατὰ παντός τι καταφῆσαι ἢ ἀποφῆσαι ἐνδέχεται." Καθάπερ ἀνάγκη τοῖς τὸν Πρωταγόρου λέγουσι λόγον. ἔλεγε γὰρ ἐκεῖνος ὅτι τὸ δοκοῦν ἑκάστῳ τοῦτο καὶ ἔστιν ἀληθές· εἰ οὖν δοκεῖ τινι εἶναι τριήρης ὁ ἄνθρωπος, ἔστι τριήρης, ὡς ἔδειξεν, εἰ δὲ ἵππος, ἔσται ἵππος· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων. ὥστε καὶ ἔστι τριήρης καὶ οὐκ ἔστιν, εἴπερ ἡ ἀντίφασις † καὶ ἡ ἀληθὴς ὑπάρχει. ἐπειδὴ θάλασσά ἐστιν, οὐκ ἔστι τριήρης· πάλιν δ’ ἐπειδὴ οὐκ ἔστιν ἄνθρωπος, ἡ δὲ τριήρης οὐκ ἔστιν ἄνθρωπος, ἔστιν ὁ ἄνθρωπος τριήρης, καὶ εἰσάγεται Ἀναξαγόρειος δόξα λέγουσα ‘ὁμοῦ πάντα χρήματα’ καὶ ἐνεργείᾳ, εἴ γε πάντα ἓν δείκνυται. ὥστε μηδὲν ἀληθὲς ὑπάρχειν, εἴ γε πάντα ἐστὶ τὸ αὐτό, ὡς εἴρηται· δύναται γὰρ τὸ αὐτὸ καὶ εἶναι καὶ μὴ εἶναι. ἐοίκασιν οὖν, καθάπερ καὶ ὁ Ἀναξαγόρας ἔπασχε, τὴν ὕλην περιφανταζόμενοι ταῦτα λέγειν,1 ἐπειδὴ ἡ ὕλη πάντων ἐστὶ δεκτική, καὶ ἄνθρωπος καὶ ἵππος καὶ τὰ ἄλλα πάντα. ἀλλ’ ἡ μὲν ὕλη ἐνεργείᾳ μέν ἐστιν, εἰ τύχοι, ἄνθρωπος, δυνάμει δὲ τὰ ἄλλα πάντα· οὐ γὰρ κατὰ ταὐτὸν ἔχει τὰ ἐναντία, ἀλλὰ ἐνεργείᾳ καὶ δυνάμει. τὸ ἀόριστον οὖν, φησίν, ἐοίκασι περιφαντάζεσθαι, τουτέστι τὴν ὕλην, καὶ οἰόμενοι τὸ ὂν λέγειν περὶ τοῦ μὴ ὄντος λέγουσι, τουτέστι περὶ τῆς ὕλης. τὸ γὰρ δυνάμει ὑπάρχον πάντα καὶ μὴ ἐνεργείᾳ τὸ ἀόριστόν ἐστι, τουτέστιν ἡ ὕλη.
“如果对一切事物都可以肯定或否定某种属性。” 这正如对于那些主张普罗泰戈拉学说的人来说是必然的[结论]一样。因为那个人曾说,对每个人所显现的事物,这也正是真理;因此,如果对某人来说人显得是一艘三列桨座战船,那么正如他所表明的,人就是三列桨座战船,如果显得是马,人就将是马;在所有其余事物上亦同样如此。因此,如果矛盾命题作为真理存在,人就既是三列桨座战船又不是三列桨座战船。既然人是海,他就不是三列桨座战船;但另一方面,既然人不是人,而三列桨座战船也不是人,人也就是三列桨座战船,并且如果一切事物被证明为一,主张‘一切事物齐备’的阿那克萨哥拉的观点在现实态上也随之被引入了。因此,正如所说过的,如果一切事物都是同一的,就没有任何事物作为真实而存在;因为同一事物既能够存在又能够不存在。因此他们似乎正如阿那克萨哥拉所遭遇的那样,是心目中想象着质料而在说这些话,因为质料能接受一切事物,既能接受人,又能接受马和所有其余事物。但质料在现实态上偶然例如是人,而在潜能态上是一切其余事物;因为它并非在同一方面具有相反者,而是在现实态与潜能态上具有。因此他说,他们似乎是在想象着不定者,也就是质料,并且在自以为谈论存在时谈论着非存在,也就是质料。因为在潜能态上是一切事物而在现实态上不是的事物,正是不定者,也就是质料。
"Ἀλλὰ μὴν λεκτέον αὐτοῖς.." Ὃ λέγει τοῦτό ἐστιν, ὅτι εἰ ἐπὶ παντὸς πράγματος συντρέχει ἡ κατάφασις τῇ οἰκείᾳ ἀποφάσει ἡ μάλιστα μαχομένη, πολλῷ μᾶλλον συνδραμοῦνται καὶ αἱ ἄλλαι ἀποφάσεις αἱ μὴ μαχόμεναι· ἄτοπον γὰρ τὸ ὑποτίθεσθαι τὴν ἑκάστου μὲν ἀπόφασιν συντρέχειν, τὴν δὲ ἀλλοτρίαν μὴ συντρέχειν. εἰ οὖν ἀληθὲς εἰπεῖν τὸν ἄνθρωπον ὅτι οὐκ ἄνθρωπος, δῆλον ὅτι καὶ οὐ τριήρης. εἰ μὲν οὖν ἡ κατάφασις ὑπάρχει, ἀνάγκη καὶ τὴν ἀπόφασιν ὑπάρχειν· εἰ δὲ μὴ ὑπάρχει ἡ κατάφασις ἡ τῆς τριήρους, ἥ γε ἀπόφασις ἡ οὐ τριήρης ὑπάρξει μᾶλλον τῇ καταφάσει τῇ λεγούσῃ ‘ἄνθρωπός ἐστιν’ 〈ἢ〉 ἡ οἰκεία ἀπόφασις ἡ λέγουσα ‘ἄνθρωπος οὐκ ἔστιν’,2 ἐπειδὴ μᾶλλον μάχεται. εἰ οὖν κἀκείνη ὑπάρχει ἡ πρότασις ἡ λέγουσα ‘ἄνθρωπος οὐκ ἔστι’ καὶ συντρέχει τῇ οἰκείᾳ καταφάσει, ὑπάρξει καὶ συνδραμεῖται αὐτῇ καὶ ἡ ἀπόφασις τῆς τριήρους ἡ οὐ τριήρης· εἰ δὲ αὕτη, καὶ ἡ κατάφασις αὐτῆς ὑπάρξει ἡ λέγουσα τριήρης· ὥστε ὁ ἄνθρωπος ἔσται καὶ οὐκ ἄνθρωπος καὶ τριήρης καὶ οὐ τριήρης. ταῦτα οὖν τὰ ἄτοπα ἕπονται τοῖς λέγουσι συντρέχειν τὴν ἀντίφασιν.
“然而确实应当对他们说……” 他所说的是指:如果在每一件事物上,最相冲突的肯定命题都与自身固有的否定命题相重合,那么不冲突的其余否定命题就更会重合得多;因为假设每一事物固有的否定命题重合,而异在的否定命题不重合,这是荒谬的。因此,如果说人不是人是真的,显然说人不是三列桨座战船也是真的。因此,如果肯定命题属于它,否定命题必然也属于它;但即使三列桨座战船的肯定命题不属于它,‘不是三列桨座战船’这一否定命题比‘不是人’这一固有否定命题也更有理由属于说‘是人’的肯定命题,因为[后者]冲突得更为剧烈。因此,如果说‘不是人’的那一前提也属于它并与自身固有的肯定命题相重合,三列桨座战船的否定命题即‘不是三列桨座战船’也将属于它并与它相重合;而如果这一项属于它,其说‘是三列桨座战船’的肯定命题也将属于它;以至于人将既是人又不是人,既是三列桨座战船又不是三列桨座战船。因此,这些荒谬便随之伴随着那些主张矛盾双方相重合的人。
"Καὶ ὅτι οὐκ ἀνάγκη ἢ φάναι ἢ ἀποφάναι." Πάλιν ἄλλο ἐπιχείρημα τίθησι δεικνὺς ὅτι οὐ δυνατόν ἐστι συναληθεύειν τὴν ἀντίφασιν. ἔστι γὰρ ὡρισμένη ἀντίφασις ἡ λέγουσα ‘ἄνθρωπός ἐστι’ καὶ ‘ἄνθρωπος οὐκ ἔστι’, καὶ πάλιν ἀόριστος ἡ λέγουσα ‘οὐκ ἄνθρωπός ἐστιν, οὐκ ἄνθρωπος οὐκ ἔστιν’. εἰ τοίνυν συντρέχει ἡ κατάφασις ἡ λέγουσα ‘ἄνθρωπός ἐστι’ τῇ οἰκείᾳ ἀποφάσει τῇ λεγούσῃ ‘ἄνθρωπος οὐκ ἔστιν’, ἐπειδὴ τὸ ‘οὐκ ἄνθρωπός ἐστι’ δηλοῖ πάντα τὰ παρὰ τὸν ἄνθρωπον, δῆλον ὡς ὅτι δηλοῖ καὶ τὸ ‘οὐκ ἄνθρωπος οὐκ ἔστιν’. ὥστε πάλιν τὸ ‘ἄνθρωπός ἐστι’ συνδραμεῖται τῷ ‘οὐκ ἄνθρωπος οὐκ ἔστιν’ ἀντὶ τοῦ ‘ἄνθρωπός ἐστιν’. ὥστε τὸ ‘ἄνθρωπός ἐστι’ καὶ ‘ἄνθρωπος οὐκ ἔστι’ καὶ ‘οὐκ ἄνθρωπός ἐστιν’,〈καὶ ‘οὐκ ἄνθρωπος οὐκ ἔστιν’〉, ὅπερ ἐστὶν ἀδύνατον. διό φησι τοῖν γὰρ δυοῖν καταφάσεων δύο ἀποφάσεις ὑπάρχουσιν·3 εἰ δὲ μία ἐξ ἀμφοτέρων γίνεται ἡ ὡρισμένη ὡς συντρεχουσῶν, δῆλον ὡς ὅτι καὶ ἡ ἀντικειμένη, τουτέστιν ἀόριστος, μία ἔσται πάλιν ὡς καὶ αὐτὴ συντρέχουσα.
“并且并非必然要么肯定要么否定。” 他再次提出了另一个论据,表明矛盾命题不可能同时为真。因为有确定的矛盾命题即说‘是人’和‘不是人’,又有不定的矛盾命题即说‘是非人,不是非人’。因此,如果说‘是人’的肯定命题与说‘不是人’的自身固有否定命题相重合,既然‘是非人’表明除人以外的一切事物,显然它也表明‘不是非人’。因此,说‘是人’将再次与‘不是非人’而非‘是人’相重合。于是将既‘是人’又‘不是人’,既‘是非人’[又‘不是非人’],而这是不可能的。因此他说,对于两个肯定命题存在着两个否定命题;如果确定命题由作为重合者的两者成为一个,显然相对立的命题,即不定的命题,作为自身同样重合者也将再次成为一个。
- 4.53τὴν ὕλην περιφανταζόμενοι ταῦτα λέγειν
分词 περιφανταζόμενοι 带宾格补足语 τὴν ὕλην,表示心理表象的形成(“想象着质料”)。它修饰 ἐοίκασιν 的省略主语,并与不定式 λέγειν 构成主干:“他们似乎是在心目中想象着质料而在说这些话”。
- 4.54ἥ γε ἀπόφασις ἡ οὐ τριήρης ὑπάρξει μᾶλλον τῇ καταφάσει τῇ λεγούσῃ ‘ἄνθρωπός ἐστιν’ 〈ἢ〉 ἡ οἰκεία ἀπόφασις ἡ λέγουσα ‘ἄνθρωπος οὐκ ἔστιν’
比较副词 μᾶλλον 与校勘补充的连词 〈ἢ〉 形成比较结构。主语是 ἥ γε ἀπόφασις ἡ οὐ τριήρης(“不是三列桨座战船这一否定”),比较对象为 ἡ οἰκεία ἀπόφασις(“固有的否定”),二者均通过动词 ὑπάρξει 与与格 τῇ καταφάσει(“属于肯定命题”)发生句法关联。
- 4.55τοῖν γὰρ δυοῖν καταφάσεων δύο ἀποφάσεις ὑπάρχουσιν
τοῖν δυοῖν 是双数属格、καταφάσεων 是复数属格形式,作为动词 ὑπάρχουσιν 的关系或所属属格(“对于两个肯定命题”),全句的语法主语是主格复数 δύο ἀποφάσεις(“存在着两个否定命题”)。
