- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:266.8-267.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯阐明偶性自身不能作为另一偶性的底层主体,除非二者同属于一实体,并论证合乎自然的述谓不可能无限进行而必终止于实体;进而指出若矛盾双方同时为真则一切事物都将归于同一,以此维护不矛盾律。
" Τὸ γὰρ συμβεβηκὸς οὐ συμβεβηκότι συμβεβηκός." Ὃ λέγει τοῦτό ἐστιν, ὅτι τὸ συμβεβηκὸς οὐ συμβεβηκότι συμβεβηκός, εἰ μὴ ἄρα ὅτι ἀμφότερα ἐν ὑποκειμένῳ συμβεβήκασιν.1 οἷον τὸ λευκὸν μουσικὸν καὶ τοῦτο λευκόν, ὅτι ἀμφότερα τῷ ἀνθρώπῳ συμβεβήκασι, καὶ τὸ λευκὸν καὶ τὸ μουσικόν. ἀλλ’ οὐ διὰ τοῦτο καὶ ὁ μουσικὸς Σωκράτης ἑτέρῳ τινὶ συμβέβηκεν, ἐπειδὴ ταῦτα οὕτω συμβεβήκασι, τὸ λευκὸν καὶ τὸ μουσικόν· ταῦτα μὲν γὰρ ὡς ὑπάρχοντα συμβεβηκότα συμβεβήκασιν, ὁ δὲ Σωκράτης οὐσία ὑπάρχων οὐ συμβέβηκεν ἑτέρῳ τινί.
“因为偶性并不是偶性的偶性。” 他所说的是指:偶性并不是偶性的偶性,除非两样东西都在某个底层主体中作为偶性存在。例如白的是有音乐素养的,而这[有音乐素养的]是白的,乃是因为两者,即白和有音乐素养,都作为偶性存在于人之中。但并不能因为这些东西,即白和有音乐素养,是这样作为偶性存在的,有音乐素养的苏格拉底就因此作为偶性存在于另一事物之中;因为这些东西是作为现存的偶性而作为偶性存在的,而苏格拉底作为实体存在,并不是作为偶性存在于另一事物之中的。
"Ἐπεὶ τοίνυν τὰ μὲν οὕτως τὰ δὲ ἐκείνως λέγεται." Ἐπειδὴ τῶν συμβεβηκότων τὰ μὲν λέγονται συμβεβηκότα ὡς ἀλλήλοις ἐπισυμβαίνοντα καὶ θεωρούμενα ἅμα ἀεὶ τῇ οὐσίᾳ, ὡς τὸ λευκὸν καὶ μουσικόν (καὶ καλεῖ παρὰ φύσιν τὴν τοιαύτην κατηγορίαν ὁ Ἀριστοτέλης ἐν τῇ Ἀποδεικτικῇ πραγματείᾳ), τὰ δὲ πάλιν λέγονται κατὰ φύσιν συμβεβηκότα ὡς τὸ λευκὸν κατὰ τοῦ Σωκράτους, ὅσα οὖν, φησίν, οὕτως λέγεται ὡς τὸ λευκὸν τῷ Σωκράτει, οὐκ ἐνδέχεται εἰς ἄπειρον ἰέναι, ὡς τῷ ἀνθρώπῳ τῷ λευκῷ οἷον τῷ Σωκράτει οὐχ ὑπάρχει ἕτερόν τι συμβεβηκός·2 οὐ γὰρ γίνεταί τι ἓν ἐξ ἁπάντων. ὡς γὰρ εἴρηται ἐν τῷ Περὶ ἑρμηνείας, οὐκέτι ἐστὶν ἡ τοιαύτη πρότασις μία. εἰ δὲ μή ἐστι μία πρότασις ἀλλὰ πολλαί, ἄδηλον ποῖόν ἐστι τὸ ἀποδεικνύμενον. ὥστε ἀνάγκη εἰς ἄμεσον πρότασιν ἐλθεῖν. εἰ δὲ τοῦτο, καὶ οὐσίαι ὑπάρχουσιν· εἰ δὲ οὐσίαι, οὐδέποτε συναληθεύσει ἡ ἀντίφασις. οὔτε δὲ πάλιν τῷ λευκῷ δυνατὸν ἕτερόν τι ὑπάρξαι συμβεβηκός, οἷον τὸ μουσικόν· οὐδὲν γὰρ μᾶλλον ἐκεῖνο τούτου ἤγουν τοῦτο ἐκείνου κατηγορεῖται. διωρισάμεθα περὶ τούτου, ὅτι τὰ μὲν οὕτως συμβέβηκεν ὡς τὸ λευκὸν μουσικόν, τὰ δὲ ὡς τὸ μουσικὸν τῷ Σωκράτει· ὅσα δὲ οὕτως συμβέβηκεν ὡς τὸ μουσικὸν τῷ Σωκράτει, οὐ συμβεβηκότι συμβέβηκε συμβεβηκός, οὐσίᾳ δέ, ἀλλ’ ὅσα ἐκείνως, τουτέστιν ὡς τὸ λευκὸν καὶ τὸ μουσικόν. ὥστε ἀπέδειξεν ὁ λόγος ὡς ὅτι οὐ πάντα κατὰ συμβεβηκὸς λεχθήσεται, ὥσπερ τὸ λευκὸν τὸ ἐν τῷ Σωκράτει. ἔσται ἄρα τι καὶ ὡς οὐσίαις σημαῖνον, τουτέστιν ἔστι καὶ οὐσία, εἴ γε πάντα τὰ συμβεβηκότα οὐ κατ’ ἀλλήλων κατηγοροῦνται, ἀλλὰ καὶ κατὰ τῆς οὐσίας. ἔστιν οὖν οὐσία. εἰ δὲ ἔστιν οὐσία, ἀδύνατον συναληθεύειν τὴν ἀντίφασιν· τὸ γὰρ τοιοῦτον ἀναιρεῖ τὴν οὐσίαν, ὡς ὁ λόγος φθάσας ἔδειξεν· εἰ δὲ τοῦτο ἀδύνατον, οὐ συναληθεύσει ἡ ἀντίφασις.
“既然如此,有些事物以这种方式被述说,而另一些事物以那种方式被述说。” 既然在偶性之中,有些被称为偶性是因为它们彼此相附并始终与实体一同被观察到,正如白和有音乐素养(亚里士多德在《示范篇》中称这样的述谓是反乎自然的),而另一些又被称为合乎自然的偶性,正如白之于苏格拉底,因此他说,凡是像白之于苏格拉底那样被述说的事物,不可能走向无限,仿佛白的人例如苏格拉底并不具备另一个偶性似的;因为不可能从这一切事物中产生出某种单一的东西。因为正如在《解释篇》中所说,这样的前提不再是一个。而如果它不是一个前提而是多个,被示范的是什么便不清楚了。因此必然要达到无中介的前提。而如果是这样,实体也就存在;如果实体存在,矛盾双方就绝不会同时为真。另一方面,白也不可能具备另一个偶性,例如有音乐素养;因为那一项述谓这一项并不比这一项述谓那一项更多。我们关于这一点已经作了区分:有些事物是像白是有音乐素养的那样作为偶性存在的,而另一些事物是像有音乐素养之于苏格拉底那样作为偶性存在的;凡是像有音乐素养之于苏格拉底那样作为偶性存在的,偶性就不是作为偶性存在于偶性中,而是存在于实体中,但凡是像那样的,即如白和有音乐素养,〔则是作为偶性存在于偶性中〕。因此论证表明,并非一切事物都将出于偶性而被述说,正如苏格拉底身上的白一样。于是也将存在某种像对实体具有意义的东西,也就是说,实体也是存在的,只要一切偶性并非彼此述谓,而且也对实体述谓。因此实体存在。而如果实体存在,矛盾双方就不可能同时为真;因为正如论证之前所表明的,这样的事情会取消实体;而如果这是不可能的,矛盾双方就不会同时为真。
"Ἔτι εἰ ἀληθεῖς αἱ ἀντιφάσεις ἅμα κατὰ τοῦ αὐτοῦ." Πάνυ δριμυτάτην ἐπιχείρησιν τίθησι καὶ γέμουσαν ἀγχινοίας, δεικνὺς ὅτι ἀδύνατόν ἐστι συναληθεύειν τὴν ἀντίφασιν. εἰ γάρ, φησίν, ὑποθώμεθα αὐτὴν συναληθεύειν, πάντα ἓν ἔσονται· οἷον ἐπειδὴ γὰρ τῇ καταφάσει τῇ λεγούσῃ ‘ἄνθρωπός ἐστι’ συναληθεύει ἡ ἀπόφασις ἡ λέγουσα ‘ἄνθρωπος οὐκ ἔστι’, τὸ δὲ ‘ἄνθρωπος οὐκ ἔστι’ δηλοῖ καὶ ὅτι τριήρης ἐστί (τὸ γὰρ οὐκ ἄνθρωπος καὶ τριήρης ἐστί) καὶ θάλασσά ἐστι καὶ ἵππος ἐστὶ καὶ πάντα ἁπλῶς τὰ παρὰ τὸν ἄνθρωπον, εἰ τοίνυν συναληθεύει ἡ ἀπόφασις ἡ λέγουσα ‘ἄνθρωπος οὐκ ἔστι’ τῇ καταφάσει τῇ λεγούσῃ ‘ἄνθρωπός ἐστι’, δῆλον ὡς ὅτι ἔσται ἄνθρωπος καὶ τριήρης καὶ θάλασσα καὶ ἵππος, ὅπερ εἰρήκαμεν πάντα ἓν ἔσται.3 τοῦτο οὖν ἐστιν ὃ λέγει, ὅτι εἰ ἀληθεῖς ὑπάρχουσιν αἱ ἀντιφάσεις ἅμα κατὰ τοῦ αὐτοῦ πᾶσαι, φανερὸν ὡς πάντα ἓν ἔσται· τὸ γὰρ αὐτὸ ἔσται καὶ τριήρης καὶ τοῖχος καὶ ἄνθρωπος καὶ ἄγγελος καὶ θεός, ὡς ἐδείξαμεν.
“此外,如果关于同一事物的矛盾对立命题同时为真。” 他提出了一个极其敏锐且充满智慧的论据,表明矛盾双方不可能同时为真。因为他说,如果我们假设它同时为真,一切事物都将合而为一;例如,既然与说‘是人’的肯定判断同时为真的是说‘不是人’的否定判断,而‘不是人’既表明‘是三列桨座战船’(因为不是人的东西也是三列桨座战船),又表明是海,是马,简而言之是人以外的一切事物,因此,如果说‘不是人’的否定判断与说‘是人’的肯定判断同时为真,显然他将既是人又是三列桨座战船、海和马,这正是我们所说的一切事物都将合而为一。因此他所说的就是:如果一切关于同一事物的矛盾对立命题同时为真,显然一切事物都将是一;因为正如我们所表明的,同一事物将既是三列桨座战船、墙壁,又是人、天使和神。
- 4.50εἰ μὴ ἄρα ὅτι ἀμφότερα ἐν ὑποκειμένῳ συμβεβήκασιν
短语 εἰ μὴ ἄρα ὅτι 是表示限制的惯用从句,意为“除非……”或“若非因为……”。它为主句“偶性并不是偶性的偶性”引入了唯一的例外条件,即两个偶性共同从属于同一个底层主体。
- 4.51ὅσα οὖν, φησίν, οὕτως λέγεται ὡς τὸ λευκὸν τῷ Σωκράτει, οὐκ ἐνδέχεται εἰς ἄπειρον ἰέναι, ὡς τῷ ἀνθρώπῳ τῷ λευκῷ οἷον τῷ Σωκράτει οὐχ ὑπάρχει ἕτερόν τι συμβεβηκός
该句的句法骨架由作主题的关系从句(ὅσα οὖν ... λέγεται)与主句(οὐκ ἐνδέχεται εἰς ἄπειρον ἰέναι)构成,后接由 ὡς 引导的比况假定从句(ὡς τῷ ἀνθρώπῳ ... οὐχ ὑπάρχει)。这里的 ὡς 带有“仿佛……似的”之意,通过指出若无限累加则无法形成单一命题,从而论证合乎自然的述谓不可能无限进行。
- 4.52ὅπερ εἰρήκαμεν πάντα ἓν ἔσται
中性关系代词 ὅπερ 构成插入式的说明短语(“这正是我们所说的……”),其先行内容指代前述同时既是人又是船、海、马的荒谬推论,亦指向紧随其后的命题 πάντα ἓν ἔσται,起到了印证论点前后一致的作用。
