- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:265.1-266.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本段注疏亚里士多德《形而上学》1007a33,论证若一切皆为偶性,则普遍者和无中介前提将被取消从而导致无穷倒退。围绕“结合起来的也不会超过两个”这一表述,阿斯克勒庇俄斯反驳了亚历山大将其理解为主体上偶性述谓数量的观点,提出了阿摩尼奥斯的见解,即该句指前提由主项与谓项这两个词项所构成。
" Εἰ δὲ πάντα κατὰ συμβεβηκὸς λέγεται." Εἰ συντρέχει ἡ κατάφασις τῇ ἀποφάσει, ἀναιρεθήσονται οὐσίαι, ὡς ἐδείξαμεν, καὶ μόνα ἔσονται τὰ συμβεβηκότα. εἰ δὲ πάντα κατὰ συμβεβηκὸς λέγεται, οὐδέν ἐστι πρῶτον καθόλου. τί δέ ἐστι καθόλου, εἴρηται ἐν τῇ Ἀποδεικτικῇ πραγματείᾳ, ὅτι τὸ κατὰ παντὸς καὶ καθ’ αὑτὸ καὶ ᾗ αὐτό, ὡς ἐπὶ τοῦ τριγώνου ἐλέγομεν ὅτι παντὸς τριγώνου αἱ τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι ὑπάρχουσι· τοῦτο γάρ ἐστι καὶ κατὰ παντὸς τριγώνου καὶ καθ’ αὑτὸ καὶ ᾗ αὐτό. εἰ οὖν ἀναιροῦνται οὐσίαι, ἀναιρεθήσεται καὶ τὸ καθόλου· τῶν γὰρ οὐσιῶν ἐστι τὸ καθόλου. οὔτε γὰρ τὰ συμβεβηκότα κατὰ παντὸς ὑπάρχουσι καὶ καθ’ αὑτὸ καὶ ᾗ αὐτό, ἀλλὰ αἱ οὐσίαι ἄμεσοι προτάσεις·1 τῶν δὲ ἀμέσων προτάσεων ἀναιρουμένων ἐπ’ ἄπειρον ἔσονται αἱ κατηγορίαι, καὶ οὕτως ἢ οὐδενὸς ἔσται ἀπόδειξις, ὡς εἴρηται ἐν ἐκείνοις, ἢ πάντα ἔσονται ἀποδεικτά, ταὐτὸν δὲ εἰπεῖν πάλιν ὅτι οὐδὲν ἔσται ἀποδεικτόν. εἰ οὖν πάντα κατὰ συμβεβηκὸς λέγεται, οὐδὲν ἔσται πρῶτον τὸ καθόλου. εἰ δὲ ἀεὶ τὸ συμβεβηκὸς καθ’ ὑποκειμένου τινὸς σημαίνει τὴν κατηγορίαν, ἀνάγκη εἰς ἄπειρον ἰέναι, ἐπειδὴ οὐ θεωρεῖται ἄμεσος πρότασις ἐπὶ τῶν συμβεβηκότων. ἀλλὰ ἀδύνατόν ἐστιν ἀπείρους εἶναι τὰς προτάσεις· οὐδὲ γὰρ πλείω συμπλέκεται δυοῖν. καὶ ὁ μὲν Ἀλέξανδρος τὸ οὐδὲ γὰρ πλείω συμπλέκεται δυοῖν ὑπολαμβάνει τοῦτο λέγειν τὸν Ἀριστοτέλην, 〈ὅτι〉 οὐδέποτε πλείονα τῶν δύο συμβεβηκότων ἅμα κατηγοροῦνται· οἷον φαμεν ὅτι ὁ Ἱπποκράτης ἄριστος ἰατρός ἐστι, καὶ μόνα δύο συμβεβηκότα κατηγορήσαμεν τοῦ ὑποκειμένου, καὶ πλείονα ἀδύνατον. ὥστε, φησίν, οὐ δυνατὸν εἶναι ἀπείρους τὰς κατηγορίας· εἰ δὲ μὴ ὑπάρχουσιν ἄπειροι * * * συμβεβηκότα ἀλλὰ καὶ οὐσίαι· εἰ δὲ οὐσίαι ὑπάρχουσιν, εἰσὶ καὶ ὡρισμένα πράγματα καὶ οὐ συναληθεύει ἡ ἀντίφασις. ὁ μέντοι γε ἡμέτερος φιλόσοφος Ἀμμώνιός φησιν ὅτι οὐ καλῶς λέγει ὁ Ἀλέξανδρος ἐξηγούμενος τὸ οὐδὲ γὰρ πλείω συμπλέκεται δυοῖν τοῦτο λέγειν τὸν Ἀριστοτέλην ὅτι ἀδύνατον πλείονα τῶν δύο συμβεβηκότων κατηγορεῖσθαι τοῦ ὑποκειμένου· δυνατὸν γάρ ἐστι πλείονα τῶν δύο συμβεβηκότων κατηγορεῖσθαι τοῦ ὑποκειμένου, οἷον ἐὰν εἴπω οὕτως ὁ Ἱπποκράτης ἰατρὸς χειρουργὸς ἄριστός ἐστιν, ἤγουν ἰατρὸς διαιτητικὸς ἄριστός ἐστιν, ἤγουν κλινικὸς καὶ ἄλλα μυρία. ἄλλως τε δὴ ἡνίκα τὸ μέν ἐστι γένος τὸ δὲ εἶδος, τὸ ἓν κατηγορεῖται, οἷον ἐὰν εἴπω ὅτι ὁ Ἱπποκράτης ἰατρὸς ἄριστός ἐστιν (ἔστι γὰρ τὸ μὲν ἰατρὸς γένος, τὸ δὲ ἄριστος εἶδος, ὥστε ὡς ἕν τι κατηγορεῖται), πάλιν ἐὰν εἴπω ζῷον δίπουν· περιέχει γὰρ ἐν ἑαυτῷ τὸ ζῷον τὸ δίπουν ἤγουν τὸ λογικόν. ἐὰν δὲ χρήσηταί τις αὐτοσυμβεβηκόσι καὶ μή ἐστι τὸ μὲν γένος τὸ δὲ εἶδος, ὥς φησιν αὐτὸς ἐν τῷ Περὶ ἑρμηνείας, τὸ τοιοῦτον οὐκ ἔστι μία πρότασις, οὐδὲ δυνατόν ἐστι πρὸς τὴν τοιαύτην ἐρώτησιν διὰ μιᾶς ἀποκρίσεως τὸν λόγον ποιήσασθαι, ἀλλὰ διὰ πλειόνων. τὸ οὐδὲ γὰρ πλείω συμπλέκεται δυοῖν φησιν ἀντὶ τοῦ ἀδύνατον ἐν τῇ προτάσει πλείονα εἶναι τῶν δύο ὅρων,2 ὑποκειμένου καὶ κατηγορουμένου· διὸ φησιν ‘ὅρον δὲ καλῶ εἰς ὃν ἡ πρότασις ἀναλύεται’.
“而如果一切事物都是出于偶性而被述说的。” 如果肯定判断与否定判断重合,正如我们所表明的,实体将被取消,并且将只有偶性存在。但如果一切事物都是出于偶性而被述说的,就没有任何第一的普遍者。何谓普遍者,已在《示范篇》中谈过:即就一切而言、依其自身并且作为其自身而成立者,正如我们论及三角形时所说的那样,一切三角形的三个内角都等于两个直角;因为这既就一切三角形而言成立,也是依其自身并作为其自身而成立的。因此,如果实体被取消,普遍者也将被取消;因为普遍者属于实体。因为偶性并不就一切而言、依其自身并作为其自身而成立,而实体才是无中介的前提[所由构成的];如果无中介的前提被取消,述谓将走向无限,从而正如在那些论著中所说的那样,要么对任何事物都没有示范,要么一切事物都是可示范的,而这再说一遍就等于说没有任何事物是可示范的。因此,如果一切事物都是出于偶性而被述说的,就不会有任何第一的普遍者。但如果偶性始终意味着对某个底层主体的述谓,就必然走向无限,因为在偶性的情况下观察不到无中介的前提。然而前提是无限的是不可能的;因为“结合起来的也不会超过两个”。亚历山大把“结合起来的也不会超过两个”理解为亚里士多德在说:绝不可能同时述谓两个以上的偶性;例如我们说希波克拉底是极好的医生,我们对主体只述谓了两个偶性,更多的偶性则是不可能的。因此他说,述谓是无限的是不可能的;而如果不成立无限[……]不仅有偶性,而且也有实体;如果实体存在,也就有确定的事物,而矛盾双方就不会同时为真。然而,我们的哲学家阿摩尼奥斯说,亚历山大解释“结合起来的也不会超过两个”意指亚里士多德在说不可能对主体述谓两个以上的偶性,说得并不妥当。因为对主体述谓两个以上的偶性是可能的,例如如果我这样说:希波克拉底是极好的外科医生,或者他是极好的摄生法医生,或者是临床医生,以及其他无数种情形。特别是当一者是属而另一者是种时,所述谓的是单一的东西,例如如果我说希波克拉底是极好的医生(因为医生是属,极好是种,从而作为单一事物被述谓),又如我说双足动物;因为动物本身就包含着双足,即理性。但如果有人使用单纯的偶性,而一者不是属另一者不是种,正如他本人在《解释篇》中所说,这样的表达并不是单个前提,对于这样的提问也不可能通过单一的回答来作出说明,而必须通过多个回答。他[阿摩尼奥斯]说,“结合起来的也不会超过两个”是用以代替指:在前提中不可能有多于两个词项,即主项与谓项;因此他[亚里士多德]说,“我称之为词项的,乃是前提所分解成的成分”。
- 4.49ἀλλὰ αἱ οὐσίαι ἄμεσοι προτάσεις
在句法上,主格名词 αἱ οὐσίαι(实体)直接与作表语的名词 ἄμεσοι προτάσεις(无中介的前提)相连。这并非指实体本身就是前提,而是一种紧缩表达,意指关于实体的陈述构成了无中介的前提,理解时需补出省略的系动词(εἰσίν)。
- 4.49ἀντὶ τοῦ ἀδύνατον ἐν τῇ προτάσει πλείονα εἶναι τῶν δύο ὅρων
介词短语 ἀντὶ τοῦ 加上不定式从句(ἀδύνατον [εἶναι] ...)是注疏文献中用于释义或转述的惯用句式,意为“用来代替说(即意指)……”。主句动词 φησίν 的主语承接前文,指阿摩尼奥斯。
