← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§263.30-264.38

矛盾共存说对实体的消解与归于偶性

本节注解亚里士多德《形而上学》1007a20,论证了主张矛盾双方同时为真的观点将消解实体与本质定义,并使万物沦为偶性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.47

" Ὅλως δὲ ἀναιροῦσιν 〈οἱ〉 τοῦτο λέγοντες οὐσίαν καὶ τὸ τί ἦν εἶναι." Ἔτι ὁ λόγος αὐτῷ περὶ τῆς ἀντιφάσεως ὑπάρχει, καὶ ἀντιλέγει πρὸς τοὺς λέγοντας συναληθεύειν τὴν ἀντίφασιν. φησὶν οὖν ὅτι ἐπὶ μὲν τῶν συμβεβηκότων χώραν ἔχει τοῦτο τὸ λέγειν συναληθεύειν τὴν ἀντίφασιν, καὶ αὐτὴν οὐχ ἁπλῶς ἀλλὰ κατ’ ἄλλον καὶ ἄλλον χρόνον. δυνατὸν γάρ ἐστι τὸ αὐτὸ εἶναι καὶ λευκὸν καὶ οὐ λευκόν, ἀλλ’ ὡς εἴρηται κατ’ ἄλλον καὶ ἄλλον χρόνον, ἐπὶ μέντοι γε τῶν οὐσιῶν ἀδύνατον τὸ τοιοῦτο ὑπάρχειν· οὔτε γὰρ δυνατὸν τὸ αὐτὸ καὶ ἄνθρωπον εἶναι καὶ μὴ εἶναι ἄνθρωπον. εἰ γὰρ ὅλως δίδομεν ὅτι ἔστιν ἄνθρωπος ἢ ὅτι ἔστι ψυχή, ἀδύνατον μὴ εἶναι τὸ τοιοῦτο ἄνθρωπον, ἐπεὶ οὕτως ἀναιροῦμεν τὴν οὐσίαν τὴν τοῦ ἀνθρώπου, λέγοντες αὐτὴν μὴ εἶναι, καὶ τὴν ἐξ ἀρχῆς θέσιν ἡμῶν. ὥστε οἱ λέγοντες συναληθεύειν τὴν ἀντίφασιν ἐξ ἀνάγκης τὰς οὐσίας ἀναιροῦσι. τῶν δὲ οὐσιῶν ἀναιρουμένων ἀναιρεῖται καὶ ἡ γνῶσις καὶ ἡ ἐπιστήμη, καὶ οὕτως ἔσεται ἀοριστία ἐν τοῖς πράγμασι καὶ ἀκαταληψία, ὅπερ ἐστὶ παρὰ τὰ φαινόμενα.

“而持此说者总体上取消了实体与本质[本然存在]。” 他的论说依然是关于矛盾的,并且反驳那些声称矛盾双方同时为真的人。因此他说,就偶性而言,声称矛盾双方同时为真尚有容身之地,而且这并非毫无保留地成立,而是在不同的时间。因为同一事物既是白的又不是白的虽是可能的,但正如已经说过的,是在不同的时间;然而在实体的情况中,这样的事态存在是不可能的。因为同一事物既是人又不是人是不可能的。因为如果我们根本上承认它是人或者它是灵魂,那么这样的事物不是人就是不可能的,因为这样一来我们就会通过说它不存在而取消人的实体,并且取消我们最初的设定。因此,声称矛盾双方同时为真的人必然取消了实体。而当实体被取消时,认识和科学知识也就被取消了,从而事物中将出现不确定性与不可理解性,但这违背显现的事实。

§4.48

"Ὅλως δὲ ἀναιροῦσιν οἱ τοῦτο λέγοντες." Οἱ τοῦτο ὑποτιθέμενοι καὶ λέγοντες συναληθεύειν τὴν ἀντίφασιν ἀναιροῦσι τὴν οὐσίαν καὶ τοὺς ὁρισμούς, καθάπερ ἐν τῇ θεωρίᾳ εἰρήκαμεν. πάντα γὰρ ἀνάγκη λέγειν αὐτοὺς συμβεβηκότα, ἐπειδὴ ὅλως ἐπὶ τῶν συμβεβηκότων χώραν ἔχει τὸ συναληθεύειν τὴν ἀντίφασιν, καὶ ἐν αὐτοῖς δὲ κατ’ ἄλλον καὶ ἄλλον χρόνον, καὶ τὸ ὅπερ ἀνθρώπῳ εἶναι ἢ ζῴῳ εἶναι μὴ εἶναι,1 εἴ γε συντρέχει αὐτῷ ἡ ἀπόφασις αὐτοῦ ἀναιρετικὴ αὐτοῦ ὑπάρχουσα. εἰ γὰρ ὅλως ἐστὶν ἐν ὑποστάσει ἡ κατάφασις ἡ λέγουσα ἀνθρώπῳ εἶναι, τοῦτο οὐκ ἔσται μὴ ἀνθρώπῳ εἶναι, (ἵνα εἴπῃ τὴν ἀόριστον κατάφασιν),2 ἤγουν μὴ εἶναι ἀνθρώπῳ, τουτέστιν οὐ συντρέχει αὐτῷ ἡ ἀπόφασις αὐτοῦ· αὗται γὰρ ἀποφάσεις τούτου ὑπάρχουσιν * * * ἡ λέγουσα ὅτι οὐκ ἔστιν ἄνθρωπος ἀπόφασίς ἐστι τῆς καταφάσεως τῆς λεγούσης ‘ἔστιν ἄνθρωπος.’ ἓν γάρ τι δηλοῖ καὶ μίαν οὐσίαν ἡ κατάφασις ἡ λέγουσα ὅτι ἔστιν ἄνθρωπος, καὶ ἔστι τοῦτο τινὸς οὐσία, ὥς φησιν, οἷον ἀνθρώπου ἢ ἵππου ἢ ἄλλου τινὸς τοιούτου. τὸ δὲ οὐσίαν σημαίνειν τοῦτο δηλοῖ, ὅτι οὐκ ἄλλο τί ἐστι παρὰ τὴν οὐσίαν, ἣν δηλοῖ. εἰ δὲ ὑποθώμεθα ταὐτὸν εἶναι καὶ ταὐτὸν δηλοῦν τὸ ὅπερ ἀνθρώπῳ εἶναι ἢ ὅπερ μὴ ἀνθρώπῳ εἶναι ἢ ὅπερ 〈μὴ〉 εἶναι ἀνθρώπῳ, τότε οὐκέτι τὸ αὐτὸ δηλοῖ, ἀλλὰ ἄλλο. εἰ γὰρ ὡμολόγηται ὅτι ἡ κατάφασις ἡ λέγουσα ‘ἄνθρωπός ἐστι’ τὴν οὐσίαν μόνην τοῦ ἀνθρώπου δηλοῖ, συντρέχει δὲ ταύτῃ τῇ καταφάσει ἡ οἰκεία ἀπόφασις καὶ συναληθεύει αὐτῇ, ἡ λέγουσα ‘ἄνθρωπος οὐκ ἔστιν’, οὐκέτι ἡ κατάφασις ἓν πρᾶγμα δηλοῖ, ἀλλὰ καὶ ἄλλα πλείονα. τὸ γὰρ οὐκ ἄνθρωπος δηλοῖ καὶ τριήρη καὶ κύνα, ὥστε ἔσται ὁ ἄνθρωπος καὶ τριήρης καὶ κύων, καὶ ἄλλα πλεῖστα, καὶ διὰ τοῦτο οὐχ ἓν πρᾶγμα δηλοῖ. κἂν μὴ βούλωνται ἄρα ἀναγκάζονται λέγειν ὅτι οὐδὲ μιᾶς οὐσίας ἐστὶν ὁρισμός, ἀλλὰ πάντα κατὰ συμβεβηκός. τούτῳ γὰρ διώρισται οὐσία καὶ τὸ συμβεβηκός, ὅτι ἡ μὲν οὐσία αὐθυπόστατόν ἐστι πρᾶγμα, τὸ δὲ συμβεβηκὸς ἐν ἑτέρῳ θεωρεῖται. διό φησι τὸ γὰρ λευκὸν τῷ ἀνθρώπῳ συμβέβηκεν, ὅτι ἔστι μὲν λευκὸς ὁ ἄνθρωπος, ἀλλ’ οὐχ ὅπερ λευκόν,3 τουτέστιν οὐκ οὐσίωται ἐν τῷ λευκῷ.

“而持此说者总体上取消了[实体]。” 假设这一点并声称矛盾双方同时为真的人,正如我们在通论中所说的那样,取消了实体和定义。因为他们必然要主张一切事物都是偶性,既然矛盾双方同时为真总体上只在偶性的情况下成立,而且即使在偶性中也是在不同的时间,并且如果否定作为其自身的否定性破坏而与其重合,那么〔他们必然要主张〕人之所以为人[的本质]或动物之所以为动物[的本质]不存在。因为如果述说“人之所以为人[的本质]”的肯定判断在实体性实在中根本上成立,这便不会是“非人之所以为非人[的本质]”(这是为了表示不定肯定判断),或者“不是人之所以为人[的本质]”,也就是说,对它的否定并不与它重合;因为这些就是对它的否定[……]述说“不是人”的判断,乃是述说“是人”的肯定判断的否定。因为述说“是人”的肯定判断明示着某种单一的事物和一个单一的实体,并且正如他所说,这是某个事物的实体,例如人或马或某种其他此类事物的实体。而表示实体即明示着这一点:它绝非除其所明示的实体之外的任何别的东西。但如果我们假定人之所以为人[的本质]与非人之所以为非人[的本质]或不是人之所以为人[的本质]是同一的且明示着同一事物,那么它所明示的就不再是同一事物,而是别的事物。因为如果大家公认述说“是人”的肯定判断只明示人的实体,然而述说“不是人”的本己否定却与该肯定判断重合并且与之一同为真,那么这个肯定判断所明示的就不再是一件事物,而且还有其他更多的物。因为“非人”既明示三列桨战船也明示狗,从而人既会是三列桨战船也会是狗,以及其他极多的事物,因此它并不明示单一的事物。于是,即使他们不愿意,他们也被迫说没有任何单一实体的定义存在,而是一切事物都出于偶性。因为实体与偶性正是凭这一点被区分开的:实体是自立的事物,而偶性则在另一事物中被观察到。所以他说,“因为白作为偶性属于人”,这是因为人固然是白的,但并非白之本身,也就是说,他并不是在白之中被实体化的。

语法注3 条
  1. 4.48καὶ τὸ ὅπερ ἀνθρώπῳ εἶναι ἢ ζῴῳ εἶναι μὴ εἶναι

    带宾格的动词不定式短语“τὸ ὅπερ ἀνθρώπῳ εἶναι ἢ ζῴῳ εἶναι(主语)+ μὴ εἶναι(不定式)”跨越了中间插入的原因从句(ἐπειδὴ...),受句首述语πάντα γὰρ ἀνάγκη λέγειν αὐτούς的支配。它与πάντα ... συμβεβηκότα构成并列,引出论敌被迫主张的第二个荒谬后果(即本质不存在)。

  2. 4.48ἵνα εἴπῃ τὴν ἀόριστον κατάφασιν

    注释者插入的元语言目的从句(ἵνα + 虚拟式)。用于说明前述短语μὴ ἀνθρώπῳ εἶναι并非纯粹的否定(ἀπόφασις),而是基于不定名词的“不定肯定判断”(κατάφασις ἀόριστος),从而将其与紧随其后的真正否定ἤγουν μὴ εἶναι ἀνθρώπῳ区分开来。

  3. 4.48ἀλλ’ οὐχ ὅπερ λευκόν

    运用亚里士多德特有的“ὅπερ + 中性名词短语”构成的省略结构。充当省略了的系动词ἐστιν的表语,意为“并非白之自身(白的本质)”。紧随其后的同位解释τουτέστιν οὐκ οὐσίωται ἐν τῷ λευκῷ(“即不是在白之中被实体化”)明确提示了这一句法含义。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:263.30-264.38