← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§262.28-263.29

否定与肯定的非同一性及关于实体的应答

关于亚里士多德《形而上学》1006b34,阿斯克勒庇俄斯注解道:正如否定不与肯定重合,肯定也同样不与否定重合;并从辩证问答的角度论证,在被问及实体时,应当仅就确定的单一意义作答,而不得附加无限的偶性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.46

" Ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ μὴ εἶναι ἄνθρωπον." Δείξας ὅτι οὐ συντρέχει τῇ καταφάσει ἡ ἀπόφασις, ἐντεῦθεν δείκνυσιν ὅτι οὐδὲ τῇ ἀποφάσει ἡ κατάφασις. ἔστι δὲ ἡ αὐτὴ ἐπιχείρησις. διὰ τοῦτο οὖν λέγει ὅτι ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ μὴ εἶναι ἄνθρωπον, φημὶ δὴ ἐπὶ τῆς ἀποφάσεως. τὸ γὰρ ἀνθρώπῳ εἶναι καὶ τὸ μὴ εἶναι ἀνθρώπῳ ἕτερον σημαίνει, εἴπερ καὶ τὸ λευκὸν εἶναι καὶ τὸ ἄνθρωπον εἶναι ἐδείξαμεν ἕτερα ἀλλήλων· οὐ γὰρ ταὐτὸν λευκὸν καὶ ἄνθρωπος, ἐπεὶ τὰ παρὰ τὸν ἄνθρωπον οὐκ 〈ἂν〉 ἦσαν λευκά.1 εἰ οὖν πλέον ἀντίκειται τὸ οὐκ ἄνθρωπος τῷ ἀνθρώπῳ ἤπερ τὸ λευκόν, ἕτερον δὲ τὸ λευκὸν τοῦ ἀνθρώπου, πολλῷ μᾶλλον ἕτερον ἔσται τὸ οὐκ ἄνθρωπος τοῦ ἀνθρώπου. εἰ δὲ ἔστιν,2 οὐδέποτε αὐτῷ συνυπάρχει· εἰ δὲ μὴ συνυπάρχει, οὐ συντρέχει ἡ ἀντίφασις. εἰ δέ τις εἴποι ὅτι τὸ λευκὸν τὸ αὐτὸ δηλοῖ τῷ ἀνθρώπῳ καὶ ἓν σημαίνει, φησί, τὸ λευκὸν καὶ τὸ ἄνθρωπος, πάλιν πρὸς τὸν τοιοῦτον τὸ αὐτὸ ἐροῦμεν, ὅπερ καὶ πρότερον ἐλέχθη, ὅτι ἓν πάντα ἐστὶ καὶ οὐ μόνον τὰ ἀντικείμενα, ὅπερ ἐστὶ παρὰ τὴν ἐνάργειαν. εἰ δὲ μὴ ἐνδέχεται τοῦτο, συμβαίνει τὸ λεχθέν, ἂν ἀποκρίνηται τὸ ἐρωτώμενον, ὅτι ἓν δηλοῖ τὸ ὄνομα ὡρισμένον.3 εἰ δὲ ἓν δηλοῖ ὡρισμένον, ὁ εἰπὼν ἄνθρωπον 〈ὅτι〉 ἄνθρωπος καὶ ἐρωτηθεὶς οὐ λέξει καὶ λευκόν, ἐπεὶ οὐκέτι ἔσται ὡρισμένον. ἐὰν δὲ ὁ ἐρωτώμενος, ὡς ἔτυχε, προστίθησι καὶ τὰ ἀποφατικὰ λέγων ὅτι καὶ ἄνθρωπός ἐστι καὶ οὐκ ἄνθρωπος, καὶ λευκὸν καὶ οὐ λευκόν, πάλιν ὁ τοιοῦτος οὐκ ἀπεκρίνατο τὸ ἐρωτώμενον. ἡμεῖς γὰρ περὶ ἑνὸς αὐτὸν ἠρωτήσαμεν, φημὶ δὴ τοῦ ἀνθρώπου, αὐτὸς δὲ πλείονα ἀπόκρισιν πεποίηκεν· ὥστε οὐ πρὸς τὴν ἐρώτησιν ἡ ἀπόκρισις γέγονεν. οὐδὲν γὰρ κωλύει τὸ αὐτὸ καὶ ἄνθρωπον εἶναι καὶ λευκὸν καὶ ἄλλα μυρία τὸ πλῆθος, ἐπειδὴ καὶ ἄπειρα ὑπάρχουσι τὰ συμβεβηκότα· ἀλλ’ ὅμως ἐρωτήσαντός τινος περὶ οὐσίας ἀληθές ἐστιν ἀποκρίνασθαι ὅτι ἄνθρωπος τοῦτο ἢ ὅτι οὔ. δεῖ οὖν ἀποκρίνασθαι τὸ ἓν σημαῖνον, ἐπεὶ καὶ περὶ ἑνὸς γέγονεν ἡ ἐπερώτησις, καὶ οὐ προσθετέον ὅτι καὶ λευκὸν καὶ μέγα. καὶ γὰρ ἀδύνατον προστιθέναι τὰ συμβεβηκότα, ἐπειδὴ ἄπειρα τῷ αὐτῷ ὑπάρχει, λευκὸν σιμόν, φαλακρὸν προγάστωρ, καὶ ἄλλα πλεῖστα. ἀδύνατον οὖν ἀπείρων ὄντων τῶν συμβεβηκότων ἅπαντα διελθεῖν. ἢ οὖν ἅπαντα δεῖ εἰπεῖν ἢ μηδέν, ἀλλὰ πρὸς τὴν ἐρώτησιν ποιήσασθαι καὶ τὴν ἀπόκρισιν.4 ὁμοίως τοίνυν εἰ καὶ μυριάκις ἐστὶ τὸ αὐτὸ ἄνθρωπος καὶ οὐκ ἄνθρωπος, οὐ δεῖ ἀποκρίνασθαι πρὸς τὸν ἐρωτήσαντα, εἰ ἔστιν ἄνθρωπος, ὅτι ἔστιν ἅμα καὶ οὐκ ἄνθρωπος, εἰ μὴ ἄρα μέλλοιμεν καὶ τὰ ἄλλα προσαποκρίνασθαι, ὅσα αὐτῷ συμβέβηκεν, ὅσα ἐστὶν ἢ μή ἐστιν. ὁ δὲ ταῦτα ποιῶν οὐ διαλέγεται· ἓν γὰρ ἐρωτηθεὶς περὶ ἀπείρων ἀπεκρίνατο, τὰ δὲ ἄπειρα ἄγνωστα· οὐκ ἄρα διαλέγεται. ἰστέον δὲ ὅτι οὐδὲ ἓν τῶν ἀντικειμένων συνυπάρχει ἀλλήλοις, οὔτε τὰ πρός τι οὔτε τὰ ἐναντία οὔτε ἕξις καὶ στέρησις, οὔτε πολλῷ μᾶλλον κατάφασις καὶ ἀπόφασις, τουτέστιν οὐκ ἐν ἀλλήλοις θεωροῦνται. οὐχ ὅπου γὰρ ἕξις, ἐκεῖσε καὶ ἡ στέρησις.

“而同样的论说也适用于不是作为人。” 在表明了否定并不与肯定重合之后,他由此进而表明肯定也同样不与否定重合。而这是同一种论证方式。因此他说,“同样的论说也适用于不是作为人”,我指的是适用于否定。因为人之所以为人[的本质]与不是人之所以为人[的本质]表示不同的事物,只要我们也曾表明作为白与作为人彼此互不相同;因为白与人并非同一,否则人以外的事物就不可能是白的了。因此,如果“非人”比“白”更对立于人,且白与人不同,那么非人与人就远更为不同。而如果它是[不同的],它就绝不与它共存;如果它不共存,矛盾就不会重合。但是,如果有人说“白”与“人”明示着同一事物,并且白与人表示同一事物,他说,我们对这样的人将再次说出先前所说过的同样的话,即万物都将成为一,而不仅仅是对立的事物成为一,但这违背明晰自显的事实。如果这是不可能的,那么只要回答了所问的问题,先前所说的事态就会随之而来,即名称明示着一个确定的事物。而如果它明示着一个确定的事物,那么被问及并说明人是人的人,就不会再加上说“并且是白”,因为这样一来事物就将不再是确定的了。但如果被问者随心所欲地甚至把否定性的判断也加上,说它“既是人又是非人,既是白又是非白”,这样的人同样没有回答所问的问题。因为我们向他询问的是关于单一的事物,我指的是人,他自己却做出了多重回答;从而这一回答并非针对所问的问题而做出。因为没有任何事物妨碍同一事物既是人又是白、而且在数量上有千万种其他事物,既然偶性是无限存在的;然而尽管如此,当有人就实体发问时,回答说这是人或者这不是人,这才是真实的。因此,既然询问也是针对单一事物而做出的,就应当回答表示单一事物的内容,而不应当附加说“并且是白而且是大”。因为要把偶性全都附加进去是根本不可能的,既然有无限多的偶性属于同一事物:白、塌鼻、秃顶、大肚腩,以及极多其他偶性。因此,在偶性是无限的情况下,要遍历所有偶性是不可能的。所以,要么应当说出所有的偶性,要么[就偶性而言]什么都不说,而只针对问题做出回答。同样地,即使同一事物有一万次既是人又是非人,面对询问它是否是人的人,也不应当回答说它同时也是非人,除非我们打算额外连带回答属于它的所有其他偶性,凡它是或不是的属性。但做这些事的人并不是在进行对话;因为他被问及一件单一的事物,却回答了无限的事态,而无限的事态是不可知的;因此,他并没有在进行对话。此外应当知晓的是,任何互相对立的事物都绝不彼此共存,无论是关系者、相反者、抑或是具有与剥夺,更遑论肯定与否定,也就是说,它们绝不可能在彼此之中被观察到。因为绝非在具有所在之处,剥夺也就在那里。

语法注4 条
  1. 4.46ἐπεὶ τὰ παρὰ τὸν ἄνθρωπον οὐκ 〈ἂν〉 ἦσαν λευκά.

    由连词 ἐπεί 引导的与事实相反的归结分句。直陈式未完成过去时 ἦσαν 连同校勘补入的助词 〈ἄν〉 表达了非现实的推论结果:“因为[若白与人是同一的]人以外的事物就不可能是白的了。”

  2. 4.46εἰ δὲ ἔστιν

    承前句 ἕτερον ἔσται τὸ οὐκ ἄνθρωπος τοῦ ἀνθρώπου 省略了表语补足语 ἕτερον,应理解为“如果[非人是与人不同的]”。

  3. 4.46συμβαίνει τὸ λεχθέν, ἂν ἀποκρίνηται τὸ ἐρωτώμενον, ὅτι ἓν δηλοῖ τὸ ὄνομα ὡρισμένον.

    主句主语 τὸ λεχθέν 的具体内容由后置的 ὅτι 从句(ὅτι ἓν δηλοῖ τὸ ὄνομα ὡρισμένον)作同位语予以说明,条件从句 ἂν ἀποκρίνηται τὸ ἐρωτώμενον(“只要回答了所问的问题”)插入在二者之间。

  4. 4.46ἢ οὖν ἅπαντα δεῖ εἰπεῖν ἢ μηδέν, ἀλλὰ πρὸς τὴν ἐρώτησιν ποιήσασθαι καὶ τὴν ἀπόκρισιν.

    由相关连词 ἢ... ἤ...(“要么说出所有,要么什么都不说”)后接转折词 ἀλλά 构成的句式。μηδέν 指“[就偶性而言]什么都不说”,ἀλλά 后面的不定式 ποιήσασθαι 与 δεῖ 相连,表达“应当针对问题本身做出回答”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:262.28-263.29