- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:261.4-262.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯注解亚里士多德《形而上学》卷Γ第4章(1006a31–1006b13),论证若“人”这一名称表示单一本质(两足动物),矛盾律即告确立;在排除了同名异义与表示无限事物的可能性后,他证明“人之所以为人”与其否定不可能表示同一事物,因此肯定与否定绝不重合。
" Ἔτι εἰ τὸ ἄνθρωπος σημαίνει ἕν, ἔστω τοῦτο ζῷον δίπουν." Ἔτι τοῦ αὐτοῦ πλείονα ἐπιχειρήματα τίθησι κατασκευαστικὰ καί φησιν οὕτως. εἰ ὡμολογήσαμεν ὅτι τὸ ἄνθρωπος ὄνομα ἕν τι δηλοῖ ὡρισμένον, ὡς ἔδειξεν ἡ διαίρεσις ἐν τῇ θεωρίᾳ, ἔστω τοῦτο τὸ σημαινόμενον ζῷον δίπουν, ὃ σημαίνει τὸ τοῦ ἀνθρώπου ὄνομα. λέγω δὴ τὸ ἓν σημαίνειν τοῦτο· εἰ τοῦτό ἐστιν ἄνθρωπος, ἄν ὅλως ᾖ τι ἄνθρωπος, τοῦτό ἐστι τὸ ἀνθρώπῳ εἶναι, ζῴῳ δίποδι.1 πάλιν δὲ εἴ τις εἴποι τὸ ὄνομα ὁμώνυμον καὶ πλείονα δηλοῦν πεπερασμένα δέ, οὐδὲν διαφέρει· τεθείη γὰρ ἂν ἐφ’ ἑκάστῳ λόγῳ ἕτερον ὄνομα. οἷον εἴ τις εἴποι τὸν ἄνθρωπον μὴ σημαίνειν ἓν ἀλλὰ πολλά, καθάπερ κύων φωνή, ὧν [ἄνθρωπος] ἑνὸς μὲν ἀφωρισμένος εἷς λόγος ἐστὶ τὸ ζῷον δίπουν, ὥσπερ καὶ τοῦ χερσαίου κυνὸς τὸ ζῷον ὑλακτικόν (οὕτως γὰρ διαιροῦμεν αὐτὸ ἐκ τῶν ἄλλων κυνῶν, οὐρανίου φημὶ καὶ θαλαττίου) ὑπάρχουσι δὲ καὶ ἕτεροι ἄνθρωποι πλείους, ὡρισμένοι μέντοι γε κατὰ τὸν ἀριθμόν· τίθεται γὰρ ἴδιον ὄνομα καθ’ ἕκαστον λόγον, ὥσπερ ἐπὶ τοῦ κυνὸς εἴρηται, καὶ οὕτως ἔσται πάλιν ὡρισμένον καὶ οὐκέτι συντρέχει ἡ ἀπόφασις [ἐπεὶ οὕτως οὐκέτι ἔσται πάλιν ὡρισμένον]. εἰ δὲ μὴ τεθείη ὡρισμένον ὄνομα, ἀλλ’ εἴποι ἐκεῖνο ἄπειρα δηλοῦν τὸ ὄνομα, φανερὸν ὅτι οὐκέτι ἔσται πάλιν λόγος· τὸ γὰρ μὴ ἓν σημαίνειν ἀλλὰ ἄπειρα οὐδὲν σημαίνειν ἐστίν, εἴ γε οὐκ ἔστι τῆς ἡμετέρας φύσεως τὰ ἄπειρα νοεῖν, καὶ ταῦτα ἐν πεπερασμένῳ χρόνῳ. μηδὲν οὖν δηλούντων τῶν ὀνομάτων ἀναιρεῖται τὸ διαλέγεσθαι πρὸς ἀλλήλους· κατὰ δὲ τὴν ἀλήθειαν ἀναιρεῖται καὶ τὸ διαλέγεσθαι πρὸς ἑαυτόν. οὐκ οἶδε γάρ τις τὰ ἄπειρα· οὔτε γὰρ δυνατόν ἐστι νοεῖν τι τὸν μηδὲν νοοῦντα· πῶς δὲ δυνατόν ἐστι νοῆσαι ἄπειρα; εἰ δὲ ἐνδέχεται νοεῖν, ἐξ ἀνάγκης τεθείη ὄνομα τούτῳ τῷ πράγματι, ἓν ὡρισμένον μέντοι γε. ἔστω οὖν, κατ’ ἀρχὰς ὥσπερ εἴρηται, δηλοῦν τι τὸ ὄνομα καὶ σημαίνειν ἕν, ἐπειδὴ διαλέγεσθαι βουλόμεθα.
“此外,如果‘人’表示一件事物,就让这事物是两足动物吧。” 此外,他为建构性地确立同一点提出了更多的论证,并如此说道。如果我们已经同意“人”这个名称明示着一个确定的事物——正如理论考察中的区分所表明的——那就让这个被表示的事物(即人的名称所表示的事物)是两足动物吧。我所说的“表示一件事物”正是指:如果这是人,只要有任何事物全然是人,这就是人之所以为人[的本质],即两足动物。然而,即便有人说这个名称是同名异义的,明示着多个事物但数量有限,这也毫无差别;因为完全可以为每一个界说(logos)设定一个不同的名称。例如,即便有人说“人”并不表示一个事物而是表示多个事物,就像“狗”这个语音一样,在其中[被称为人的事物中]有一个确定的界说是两足动物,正如陆生狗的界说是吠叫的动物一样(因为我们以此将它与其他的狗区分开来,我指的是天狗和海狗),但同时也存在着数量上确定的其他多个人;因为正如在狗的例子中所说的那样,按照每一个界说都会设定一个固有的名称,这样一来事物又将是确定的,否定便不再会重合[因为那样的话,它就将不再是确定的了]。但如果并没有设定确定的名称,而是那人声称该名称明示着无限的事物,显而易见就将不再会有论说(logos);因为不表示一件事物而是表示无限的事物,就是什么都不表示,只要在我们人类的自然本性中不可能思考无限的事物,更不可能在有限的时间内做到这一点。因此,在名称什么都不明示的情况下,彼此对话就被取消了;而按照真理,与自己对话也同样被取消了。因为没有人认识无限的事物;任何什么都不思考的人都不可能思考任何事物;又怎能思考无限的事物呢?但如果有可能思考,就必然会为这个事物设定一个名称,且无论如何是一个确定的名称。因此,正如最初所说的那样,既然我们希望对话,就姑且认定名称明示着某物并表示一件事物。
"Οὐ δὴ ἐνδέχεται τῷ ἀνθρώπῳ εἶναι." Φησὶν ὅτι τῶν ἀδυνάτων ἐστὶ δηλοῦν τῷ ἀνθρώπῳ εἶναι τὸ μὴ ἀνθρώπῳ εἶναι,2 τουτέστιν οὐ συντρέχει ἡ κατάφασις τῇ ἀποφάσει, εἴπερ τὸ ἄνθρωπος ὄνομα μὴ μόνον δηλοῖ τὸ καθ’ ἑνὸς ἀλλὰ καὶ ἕν. καὶ τὸ μὲν καθ’ ἑνὸς πλειόνων ἐστὶ δηλωτικόν· λέγεται γὰρ καθ’ ἑνὸς τοῦ Σωκράτους καὶ τὸ λευκὸν καὶ τὸ μέλαν καὶ τὸ μουσικόν· τὸ δὲ ἓν μίαν φύσιν ὡρισμένην δηλοῖ τὴν τοῦ ἀνθρώπου καθὸ ἄνθρωπός ἐστι, μὴ συνεπινοῶν ἐν τῷ τέως τὰ συμβεβηκότα τῷ ἀνθρώπῳ. ἡμεῖς οὖν, φησίν, οὐ τοῦτο ἀξιοῦμεν, τὸ ἓν σημαίνειν τὸ καθ’ ἑνός, ἐπεὶ οὕτως συνέβαινε τὸ μουσικὸν καὶ τὸ λευκὸν καὶ τὸ ἄνθρωπος ἓν δηλοῦν, ὅπερ ἐστὶ παρὰ τὴν ἐνάργειαν· πολλὰ γὰρ ταῦτα ὑπάρχουσιν. ὥστε ἓν ἅπαντα ἔσται, ὅπερ ἐστὶν ἀδύνατον· συνώνυμα γὰρ ταῦτα ὑπάρχουσιν, ἀντὶ τοῦ ὁμώνυμα. οὐκ ἄρα δυνατὸν τὸ αὐτὸ εἶναι καὶ μὴ εἶναι, εἰ μήτι γε ὁμωνύμως, εἰ τύχοι· ὁ γὰρ ἡμῖν ἄνθρωπος καλούμενος παρὰ Ἰνδοῖς, εἰ τύχοι, καλείσθω μὴ ἄνθρωπος. καὶ ἐδόκει τότε συντρέχειν ἡ ἀντίφασις κατὰ τὴν φωνήν, οὐ μέντοι γε κατὰ τὸ πρᾶγμα·3 ἀμφότερα γὰρ καταφάσεις ὑπάρχουσι. τὸ δὲ ἀπορούμενον οὐ τοῦτό ἐστιν, εἰ ἐνδέχεται ἅμα τὸ αὐτὸ εἶναι καὶ μὴ εἶναι ἄνθρωπον τὸ ὄνομα, ἀλλὰ τὸ πρᾶγμα. εἰ τοίνυν σημαίνει ἕτερον τὸ ἄνθρωπος καὶ τὸ μὴ ἄνθρωπος, φανερὸν ὅτι καὶ τὸ μὴ εἶναι ἀνθρώπῳ τοῦ εἶναι ἀνθρώπῳ ἕτερον σημαίνει· ὥστε οὐ συντρέχουσιν ἀλλήλοις τὰ διάφορα νομιζόμενα. ὥστε, εἰ συντρέχει, ἔσται τὸ ἀνθρώπῳ εἶναι μὴ εἶναι ἀνθρώπῳ· ἓν γὰρ ἔσται. τοῦτο γὰρ σημαίνει τὸ εἶναι ἕν, ὡς λώπιον καὶ ἱμάτιον, καὶ μέροψ βροτός. εἰ δὲ ἔστιν ἕν, δῆλον ὡς ὅτι καὶ ἓν σημαίνει τὸ εἶναι ἀνθρώπῳ καὶ μὴ εἶναι ἀνθρώπῳ, ὥσπερ τὸ λώπιον καὶ ἱμάτιον. ἀλλ’ ἐδέδεικτο ὅτι ἕτερον σημαίνει, εἴ γε ἡ μὲν ἀπόφασις ἄπειρα δηλοῖ, ἡ δὲ κατάφασις ὡρισμένον πρᾶγμα. πᾶσα οὖν ἐστιν ἀνάγκη, εἴ τί ἐστιν ἀληθὲς εἰπεῖν, ὅτι ἄνθρωπος, εἶναι αὐτὸ καὶ ζῷον δίπουν· τοῦτο γὰρ ἦν ὃ ὑπεθέμεθα σημαίνειν τὸν ἄνθρωπον. εἰ δὲ ἀνάγκη τοῦτό ἐστιν, οὐκ ἐνδέχεται καὶ ὅτε ἔστιν ἄνθρωπος καὶ ζῇ, μὴ εἶναι αὐτὸ ζῷον πεζὸν δίπουν. τοῦτο γὰρ σημαίνει τὸ ἀνάγκη εἶναι, τὸ ἀδύνατον εἶναι μὴ εἶναι ἄνθρωπον, ὅταν ἔστιν ἄνθρωπος. ὥστε οὐ συντρέχει. ἐκ τῶν δεδειγμένων ἄρα οὐκ ἐνδέχεται ἅμα ἀληθὲς εἶναι εἰπεῖν τὸ αὐτὸ ἄνθρωπον εἶναι καὶ μὴ εἶναι ἄνθρωπον.
“对于人之所以为人[的本质]而言是不可能的。” 他说,人之所以为人[的本质]明示着不是人之所以为人[的本质],这属于不可能之事,也就是说,如果“人”这个名称不仅明示“关于单一者所言说的”,而且明示“单一者”,那么肯定就不会与否定重合。而“关于单一者所言说的”能够明示多个事物;因为关于苏格拉底这单一者,白、黑以及懂音乐都可以被述说;但“单一者”则明示着人就其作为人而言的唯一的、确定的自然本性,此时并不连带思考人的偶性。因此他说,我们并不要求“表示单一者”就是指“关于单一者所言说的”,因为这样一来就会导致懂音乐、白和人都明示同一个事物,而这是违背明晰自显的事实的;因为这些事物作为多数而存在。这样一来,一切事物都将成为一,而这是不可能的;因为这些事物就会变成同义的,而不是同名异义的了。因此,除非确实是同名异义地偶然如此,否则同一事物不可能既存在又不存在;例如,在我们这里被称为人的东西,在印度人那里,假如正好如此的话,可以被称为非人。那时矛盾似乎在语音上重合了,但在事态上决非如此;因为两者实际上都是肯定。但所质疑的并不是这一点,即同一事物是否可能在名称上同时是人和不是人,而是在事态上是否可能。那么,如果“人”与“非人”表示不同的事物,显而易见,不是人之所以为人[的本质]与人之所以为人[的本质]也表示不同的事物;从而被认为不同的事物绝不会彼此重合。因此,如果重合,人之所以为人[的本质]就将成为不是人之所以为人[的本质];因为它们将成为一。因为“作为一存在”所表示的,正是像披风与外衣、或者凡人与短命之人那样。但如果是一,显而易见,人之所以为人与不是人之所以为人也表示同一件事物,正如披风与外衣一样。然而先前已经表明它们表示不同的事物,因为否定明示着无限的事物,而肯定明示着确定的事态。因此,如果说某物是人这一判断是真实的,那么它必然也是两足动物;因为这就是我们先前假定“人”所表示的东西。而如果这是必然的,那么在它是人且活着的时候,它就不可能不是两足陆生动物。因为“必然存在”所表示的,正是当它是人时不可能不是人。因此二者不重合。所以,根据已表明的诸点,同一事物同时真实地既是人又不是人,这是不可能的。
- 4.44λέγω δὴ τὸ ἓν σημαίνειν τοῦτο· εἰ τοῦτό ἐστιν ἄνθρωπος, ἄν ὅλως ᾖ τι ἄνθρωπος, τοῦτό ἐστι τὸ ἀνθρώπῳ εἶναι, ζῴῳ δίποδι.
带冠词的不定式短语 τὸ ἓν σημαίνειν 作为 λέγω 的宾语,意为“我所说的‘表示一件事物’是指……”。随后的条件句中,ζῴῳ δίποδι 作为同位语修饰本质表达 τὸ ἀνθρώπῳ εἶναι(人之所以为人[的本质])中的与格 ἀνθρώπῳ。
- 4.45τῶν ἀδυνάτων ἐστὶ δηλοῦν τῷ ἀνθρώπῳ εἶναι τὸ μὴ ἀνθρώπῳ εἶναι
不定式 δηλοῦν 充当 τῶν ἀδυνάτων ἐστί 的主语补足成分(“……属于不可能之事”)。短语中 τὸ μὴ ἀνθρώπῳ εἶναι 作主格/宾格,与 τῷ ἀνθρώπῳ εἶναι 构成主谓宾关系,本质表达中的与格句型被整体当作名词性短语处理。
- 4.45εἰ ἐνδέχεται ἅμα τὸ αὐτὸ εἶναι καὶ μὴ εἶναι ἄνθρωπον τὸ ὄνομα, ἀλλὰ τὸ πρᾶγμα.
τὸ ὄνομα 与 τὸ πρᾶγμα 充当关系/关涉宾格(“在名称上”、“在事态/事物上”),构成紧凑的对照关系,表明所讨论的焦点并非名称上的同义异名,而是事物本质本身是否相容。
