- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:259.25-261.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯注解亚里士多德《形而上学》1006a5–1006a18,指出矛盾律作为根本公理是不可直接证明的,只能在与试图否定它的人进行对话时通过反驳性证明(elenchos)得以确立,并且这种证明的出发点在于所言说的话语必须具有某种确定的意义。
" Ἀξιοῦσι δὲ καὶ τοῦτο ἀποδεικνύναι τινὲς διὰ ἀπαιδευσίαν." Φησὶν ὅτι τινὲς ἀπαιδεύτως φερόμενοι πειρῶνται ἀποδεικνύναι τὸ ἀξίωμα τὸ τῆς ἀντιφάσεως. τῷ ὄντι γὰρ ἀπαιδευσία ἐστὶ τὸ μὴ γινώσκειν, τίνων ἐστὶν ἀπόδειξις, καὶ τίνων δεῖ ἡμᾶς ζητεῖν ἀποδείξεις καὶ τίνων οὐ δεῖ. ὅλως μὲν γὰρ ἁπάντων ἀδύνατον εἶναι ἀπόδειξιν· εἰς ἄπειρον γὰρ ὁ τοιοῦτος βαδίζει καὶ οὐδέποτε γινώσκει τὰς ἀρχάς, ἀπείρων οὐσῶν, ὥστε οὐδὲ τὰ ἐκ τῶν ἀρχῶν γνώσεται. ὥστε συμβήσεται παντελῶς μὴ εἶναι ἀπόδειξιν, καθάπερ εἰρήκαμεν ἐν τῇ θεωρίᾳ. εἰ δ’ οὖν ἀπέδειξεν ὁ λόγος ὅτι ἐνίων οὐκ ἔστιν ἀπόδειξις, τουτέστι τῶν ἀξιωμάτων, οὐκ ἂν ἔχοιεν εἰπεῖν κρείττονα ἀρχὴν τῆς ἀντιφάσεως, ἐπειδὴ εἰς αὐτὴν πάντα τὰ ἄλλα ἀξιώματα ἀναλύονται καὶ ἀποδείκνυνται, ὅτι ἀρχῇ αὐτῇ χρώμεθα, ὡς ἐδείξαμεν ἐν τῇ θεωρίᾳ. ὥστε ἀναπόδεικτός ἐστιν ἡ ἀντίφασις, ἅτε δὴ κυριωτάτη ἀρχὴ ὑπάρχουσα. ἔστιν οὖν ἀποδεῖξαι τὴν ἀντίφασιν ἐλεγκτικῶς, οὐκ ἀποδεικτικῶς, καθάπερ ἐν τῇ θεωρίᾳ ἐδείξαμεν, ἐκ τῶν λόγων τῶν παρ’ ἐκείνου τοῦ ἀναιροῦντος αὐτὴν κρατύνοντες καὶ εἰσάγοντες τὸ δόγμα τὸ περὶ τῆς ἀντιφάσεως. ἀποδείκνυμεν οὖν αὐτὴν ἐλεγκτικῶς, ἐὰν μόνον προσδιαλέγηται ἡμῖν ὁ πειρώμενος αὐτὴν ἀνελεῖν· ἐὰν δὲ μὴ ἀποκρίνηται ἡμῖν, γελοῖον τὸ ζητεῖν λόγον πρὸς τὸν μηδενὸς ἔχοντα λόγον, καθὸ οὐκ ἔχει λόγον ἐν ἑαυτῷ· ὁ γὰρ τοιοῦτος ἔοικε φυτῷ ἤγουν λίθῳ. οὐκ ἔστιν οὖν ἡμῖν σχολὴ πρὸς ἄψυχον διαμάχεσθαι. διαφέρει δὲ τὸ ἐλεγκτικῶς ἀποδεῖξαι τοῦ ὅλως ἀποδεῖξαι, ὅτι ἐὰν πειραθῇ τις ἀποδεῖξαι τὴν ἀντίφασιν, τὸ ἐν ἀρχῇ αἰτεῖται λέγων οὕτως ὅτι οὐ συντρέχει ἡ ἀντίφασις, ἐπειδὴ ἡ κατάφασις οὐδέποτε συνυπάρχει τῇ ἀποφάσει. ὥστε πάλιν τὸ ἐξ ἀρχῆς αἰτήσει· οὐδὲν γὰρ διαφέρει ἡ κατάφασις καὶ ἡ ἀπόφασις τῆς ἀντιφάσεως. ὄντος δὲ ἐπ’ ἄλλου τινὸς ἀνθρώπου αἰτίου τοῦ ἀποδείκνυσθαι τὴν ἀντίφασιν,1 ἐπειδὴ ἐκεῖνος πειρᾶται αὐτὴν ἀναιρεῖν, ἔλεγχος ἂν εἴη τὸ τοιοῦτο καὶ οὐκ ἀπόδειξις.
“有些人由于缺乏教养,甚至要求对这一点也加以证明。” 他说,有些人出于缺乏教养,试图证明矛盾律这一公理。因为不知道对哪些事物有证明,对哪些事物我们应当寻求证明,对哪些事物不应当寻求证明,这确实是一种缺乏教养。因为完全不可能对一切事物都有证明;如此主张者将走向无限,并且由于本原是无限的,他将决不可能认识诸本原,从而他也就不可能认识源自诸本原的事物。其结果将是根本不存在证明,正如我们在理论考察中所阐述的那样。那么,如果论理已经证明对于某些事物不存在证明——即对诸公理不存在证明——他们就无法举出一个比矛盾律更根本的本原,因为正如我们在理论考察中所表明的那样,所有其他公理都还原为矛盾律,并且通过我们将矛盾律作为本原使用而得到证明。因此,矛盾律既然是最具统治性的本原,它就是不可证明的。所以,正如我们在理论考察中所表明的,以反驳的方式而不是以证明的方式证明矛盾律是可能的,即正是通过那试图取消它的人所说的话,来确立并引入关于矛盾律的教说。因此,只要试图取消矛盾律的人肯与我们对话,我们就以反驳的方式证明它;但如果他不回答我们,去向一个对任何事物都没有论说的人寻求论说就是可笑的,因为他自身之中根本没有理性;这样的人就像植物乃至石头。因此我们没有闲暇去同一个无生命之物争辩。以反驳的方式证明与直接证明的区别在于:如果有人试图直接证明矛盾律,他就会乞求原题,其说法是:矛盾不重合,是因为肯定决不与否定并存。因此他将再次乞求最初的前提;因为肯定与否定与矛盾并无差别。但是,当证明矛盾律的原因归于另一个人身上时——因为正是那个人试图取消它——这样的论述将是反驳而不是直接证明。
"Ἀρχὴ δὲ πρὸς ἅπαντα τὰ τοιαῦτα." Ὃ λέγει τοῦτό ἐστιν, ὅτι ἀρχὴ δὲ πρὸς ἅπαντα τὰ τοιαῦτα * * * τουτέστιν ὁ βουλόμενος κρατῦναι τὸ δόγμα τὸ περὶ τῆς ἀντιφάσεως οὐκ ἐρεῖ ὅτι ἔστιν ἀντίφασις, ἐπειδὴ ἔστι, φησί, κατάφασις καὶ ἀπόφασις, καὶ ταῦτα ἀλλήλοις οὐ συντρέχουσιν· ὁ γὰρ τοιοῦτος πάλιν τὸ ἐν ἀρχῇ αἰτεῖται, ὡς προσεχῶς ἐδείξαμεν. δεῖ οὖν τὰ παρὰ τοῦ προσδιαλεγομένου λεγόμενα εἶναι σημαντικὰ καὶ σημαίνειν τι τὸ λεγόμενον ὑπὸ αὐτοῦ περὶ τῆς ἀντιφάσεως καὶ αὐτῷ καὶ ἄλλῳ τῷ προσδιαλεγομένῳ. πᾶσα γὰρ ἀνάγκη τοῦτο γίνεσθαι, εἴπερ λέγοι, τουτέστιν εἴπερ διαλέγεται. εἰ γὰρ μὴ κέχρηται σημαντικαῖς λέξεσι καὶ ὡρισμέναις μήτε πρὸς ἑαυτὸν μήτε δὲ πρὸς ἄλλον, οὐκ ἂν εἴη τῷ τοιούτῳ λόγος οὔτε αὐτῷ πρὸς αὑτὸν οὔτε δὲ πρὸς ἄλλον· τρόπον γάρ τινα πάλιν οὐδὲν διαλέγεται μηδὲν δηλῶν. ἐὰν δέ τις τοῦτο διδῷ καὶ κέχρηται σημαντικαῖς λέξεσι καὶ ὡρισμέναις, ἔσται ἀπόδειξις· ἤδη γάρ τι ἔσται ὡρισμένον, καθάπερ ἐν τῇ θεωρίᾳ εἴρηται, οἷον ὅτι ὁ ἄνθρωπος μόνον τὸν ἄνθρωπον δηλοῖ· ὥστε οὐ συντρέχει τὸ οὐκ ἄνθρωπος, ἐπεὶ οὐκέτι ἔσται ὡρισμένον τὸ ἄνθρωπος, εἴ γε τὸ μὲν οὐκ ἄνθρωπος ἄπειρα δηλοῖ (πάντα γὰρ τὰ παρὰ τὸν ἄνθρωπον), τὸ δὲ ἄνθρωπος μίαν οὐσίαν τὴν τοῦ ἀνθρώπου. αἴτιος οὖν τοῦ εἶναι τὴν ἀντίφασιν οὐχ ὁ κρατύνων αὐτὴν καὶ ἀποδεικνύς, ἀλλὰ ὁ ὑπομένων· ἀναιρῶν γὰρ λόγον ὑπομένει λόγον,2 τουτέστι πειρώμενος ἀνατρέψαι τὴν ἀντίφασιν τίθησιν αὐτήν, ἐκ τῶν παρ’ αὐτοῦ λεγομένων ἐλεγχόμενος ὑπὸ τῆς ἀληθείας. πρῶτον μὲν οὖν ἀληθὲς ὑπάρχει ὅτι σημαίνει τὸ ὄνομα τὸ εἶναι ἤγουν μὴ εἶναι τοδί, τουτέστι τὸ εἶναι ἄνθρωπον ἢ μὴ εἶναι ἄνθρωπον· ὥστε οὐκ ἂν πᾶν καὶ οὕτω καὶ οὕτως ἔχοι, τουτέστιν οὐ πᾶσα ἀντίφασις συντρέχει. καὶ τοῦτο νῦν μὲν λέγει ἐπὶ μέρους βουλόμενος δεῖξαι ὅτι οὐ πᾶσα ἀντίφασις συντρέχει, ἐπεὶ προϊὼν καθολικὸν ποιεῖται τὸν λόγον, δεικνὺς ὅτι ἀδύνατόν ἐστι τὰ μόρια τῆς ἀντιφάσεως συντρέχειν ἀλλήλοις.
“针对所有这类事情的出发点。” 他所说的是指:针对所有这类事情的出发点[……],也就是说,希望确立关于矛盾律之教说的人,不会说因为存在肯定和否定、且二者互不重合因此矛盾存在;因为正如我们刚才所表明的,这样的人又在乞求原题了。因此,对话者所说的话必须是有意义的,并且他关于矛盾律所说的话对他自己以及与他对话的另一个人都必须有所指明。因为只要他说话,也就是说只要他对话,这完全是必然发生的。因为如果他无论对自己还是对他人都不使用有意义且确定的话语,这样的人无论对自己还是对他人都不可能有论说;因为当他什么也不表示时,他在某种意义上就又等于根本没有对话。但如果有人承认这一点,并使用有意义且确定的话语,证明就会成立;因为正如在理论考察中所说的那样,某物已经得到了确定,例如“人”只表示人;因此“非人”就不会重合,因为既然“非人”表示无限的事物(即除人之外的一切事物),而“人”表示一个实体即人的实体,〔倘若重合〕“人”就将不再是确定的了。因此,矛盾成立的原因不是确立并证明它的人,而是承受它的人;因为他在取消论说的同时却承受了论说,也就是说,他在试图推翻矛盾律时却由于自身所说的话被真理反驳,从而设定了矛盾律。因此首先,名称表示是或不是这个东西——即表示是人或不是人——是真实的;从而并非一切事物都既是这样又是那样,也就是说,并非每一个矛盾都重合。他现在只是就部分而言谈论这一点,旨在表明并非每一个矛盾都重合,因为随着论述的推进,他将把论证普遍化,表明矛盾的诸组成部分绝不可能彼此重合。
- 4.42ὄντος δὲ ἐπ’ ἄλλου τινὸς ἀνθρώπου αἰτίου τοῦ ἀποδείκνυσθαι τὴν ἀντίφασιν
这是一个属格绝对独立结构。主语为 αἰτίου,带有分词 ὄντος。αἴτιος 由介词短语 ἐπ’ ἄλλου τινὸς ἀνθρώπου(“归于另一个人身上/在另一个人那里”)修饰,并支配带冠词的不定词属格 τοῦ ἀποδείκνυσθαι τὴν ἀντίφασιν(“矛盾律被证明的”),表述“当证明矛盾律的原因归于另一个人时”的条件性境况,从而在构词上确立了直接证明与反驳性证明的区别。
- 4.43ἀναιρῶν γὰρ λόγον ὑπομένει λόγον
分词 ἀναιρῶν 作让步或伴随状语(“在取消论说/理性的同时”),修饰主要动词 ὑπομένει(“承受/接纳论说”)。两个 λόγον 分别作为分词与限定动词的宾语,构成了修辞与哲理上的悖论呼应。阿斯克勒庇俄斯紧接着以“试图推翻矛盾律的同时却设定了它”(πειρώμενος ἀνατρέψαι τὴν ἀντίφασιν τίθησιν αὐτήν)对其作出了同义阐释。
