- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:258.17-259.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者针对亚里士多德对矛盾律(不矛盾律)的表述(1005b19),梳理了时间、方面、述词同一性等附加限制条件,通过阐明不可能同时持有相反意见来确立矛盾律作为最牢固本原的地位,并反驳了赫拉克利特和普罗泰戈拉,阐释了相反物的定义。
" Τὸ γὰρ αὐτὸ ἅμα ὑπάρχειν καὶ μὴ ὑπάρχειν ἀδύνατον τῷ αὐτῷ." Ἐντεῦθεν λοιπὸν κρατύνει τὸ δόγμα τὸ περὶ τῆς ἀντιφάσεως, καί φησιν ὅτι τὸ γὰρ αὐτὸ ἅμα ὑπάρχειν καὶ μὴ ὑπάρχειν τῶν ἀδυνάτων ἐστὶ τῷ αὐτῷ ὑποκειμένῳ καὶ κατὰ λόγον τὸν αὐτὸν κατηγορούμενον· καὶ ὅσα ἄλλα, φησί, προσδιωρισάμεθα, ἔστω προσδιωρισμένα1 πρὸς τὰ λογικὰ δυσχερῆ, καθάπερ σαφέστερον ἐν τῇ θεωρίᾳ εἰρήκαμεν, οἷον ἵνα κατὰ τὸν αὐτὸν χρόνον, κατὰ τὸ αὐτὸ ὑποκείμενον, ἵνα τὸ αὐτὸ ἓν κατηγορούμενον, μὴ τὸ μὲν δυνάμει τὸ δὲ ἐνεργείᾳ, καὶ κατὰ τὸ αὐτὸ μέρος. ἐὰν οὖν ταῦτα πάντα προσδιορίσωμεν, οὐδέποτε συντρέχουσιν ἀλλήλαις ἡ καταφατικὴ καὶ ἡ ἀποφατική. αὕτη οὖν ἡ ἀντίφασις βεβαιοτάτη ἐστὶ πασῶν τῶν ἀρχῶν, ἐπεὶ καὶ τὰ ἄλλα ἀξιώματα εἰς αὐτὴν ἀναλύονται. ἔχει γὰρ τὸν εἰρημένον διορισμόν, ὅτι γνωριμωτάτη ἐστὶ καὶ δεῖ αὐτὴν εἰδέναι τὸν ὁτιοῦν μανθάνοντα, † ὥστε κυρίως ἀξιώματα ὑπάρχουσιν. ἀδύνατον οὖν τινα ὑπολαμβάνειν τὸ αὐτὸ εἶναι καὶ μὴ εἶναι μετὰ τῶν οἰκείων προσδιορισμῶν, οἷον τὸν Σωκράτην εἶναι ἄνθρωπον καὶ μὴ εἶναι ἄνθρωπον, ὅταν ἔστιν ἄνθρωπος, καθάπερ τινὲς ὑπολαμβάνουσι λέγειν τὸν Ἡράκλειτον, ἐπεὶ ἔλεγε πάντων ἕνα εἶναι ὁρισμόν, ὧν δὲ οἱ ὁρισμοὶ οἱ αὐτοί, καὶ τὰ πράγματα τὰ αὐτά· ὥστε τὸ ἀγαθὸν ἔσεται τὸ αὐτὸ τῷ οὐκ ἀγαθῷ. ἰστέον οὖν ὅτι οὐ πάντως, ἅ τις λέγει, ταῦτα καὶ ὑπολαμβάνει·2 οὐκ ἀληθῶς οὖν οὕτω διέκειτο ὁ Ἡράκλειτος. εἴρηται γὰρ ἐν τῇ θεωρίᾳ ὅτι συμβολικῶς ταῦτα ἔλεγεν ἢ ὅτι γυμναστικῶς, καθάπερ, φησίν, ὁ Ζήνων ὁ Ἐλεάτης ἐπειρᾶτο ἀναιρεῖν τὴν κίνησιν. εἰ τοίνυν μὴ ἐνδέχεται τῷ αὐτῷ ἅμα ὑπάρχειν τὰ ἐναντία, δῆλον ὅτι οὐδὲ ἡ ἀντίφασις, εἴ γε ἐναντία ἐστί3 (προσδιωρίσθω οὖν ἡμῖν καὶ ταύτῃ τῇ προτάσει τὰ εἰωθότα)· ἐναντία γάρ ἐστι δόξα δόξῃ ἡ τῆς ἀντιφάσεως. ὥστε ἀδύνατόν ἐστιν ἅμα ὑπολαμβάνειν τὸ αὐτὸ εἶναι καὶ μὴ εἶναι· συμβήσεται γὰρ τὸν διεψευσμένον περὶ τούτου ἅμα ἔχειν τὰς ἐναντίας δόξας. διὸ πάντες οἱ ἀποδεικνύντες εἰς ταύτην ἀνάγουσιν ἐσχάτην δόξαν· φύσει γὰρ ἀρχὴ τῶν ἄλλων ἀξιωμάτων αὕτη πάντων, ὡς εἰρήκαμεν ἐν τῇ θεωρίᾳ. ὑπάρχουσι δέ τινες, οἵτινες πειρῶνται λέγειν ὅτι ἐνδέχεται τὸ αὐτὸ καὶ εἶναι καὶ μὴ εἶναι, καὶ οὕτως ὑπολαμβάνουσιν, οὐ μόνον λέγουσι. χρῶνται δὲ τῷ λόγῳ τούτῳ πολλοὶ καὶ τῶν φυσικῶν, ὥσπερ ὁ Πρωταγόρας λέγων τὸ αὐτὸ εἶναι λευκὸν καὶ μὴ εἶναι λευκὸν μετὰ τῶν προσδιορισμῶν, καὶ εἶναι ἄνθρωπον καὶ μὴ εἶναι ἄνθρωπον. ἡμεῖς δέ φαμεν ὅτι τῶν ἀδυνάτων ἐστὶ τὸ αὐτὸ κατὰ τὸ αὐτὸ ἅμα εἶναι καὶ μὴ εἶναι, καὶ διὰ τούτου ἐδείξαμεν ὅτι πασῶν βεβαιοτάτη αὕτη τῶν ἀρχῶν ἡ τῆς ἀντιφάσεως. ἰστέον δὲ ὅτι ἐναντία αὐτὰ ἐκάλεσεν, ἐπειδὴ τὰ πλεῖστον ἀλλήλων διαφέροντα ὑπὸ τὸ αὐτὸ γένος ὄντα ταῦτα ἐναντία ὑπάρχουσι. τὸ δὲ λευκὸν καὶ οὐ λευκὸν ὑπάρχοντα ὑπὸ τὸ ποιὸν καὶ πλεῖστον ὡς πολὺ ἀλλήλων διαφέρουσιν, ἵνα ὑποθώμεθα τὸ οὐ λευκὸν τὸ μέλαν. οὕτως φαμὲν καὶ τὴν νόσον καὶ τὴν ὑγείαν πολὺ ἀλλήλων διαφέρειν ὄντα ὑπὸ τὴν ἰατρικὴν καὶ διὰ τοῦτο ἐναντία * * *, ὥσπερ τὸ πῦρ καὶ τὸ ὕδωρ (τὸ μὲν γὰρ ψύχει, τὸ δὲ θερμαίνει), καὶ πάλιν ἄλλα τῷ πάσχειν, ἐπειδὴ τὸ μὲν ψύχεται, εἰ τύχοι, τὸ δὲ θερμαίνεται· καὶ ἄλλους πολλοὺς τρόπους καταλέγει ὁ Ἀλέξανδρος τῶν ἐναντίων.
“因为同一事物在同一时间属于且不属于同一事物,是不可能的。” 从这里开始,他确立了关于矛盾的学说,并且说:同一谓词在同一时间属于且不属于同一底层主体并且在同一规定下被述说,是属于不可能的事情;并且他说,正如我们在理论考察中更清楚地阐述的那样,针对逻辑上的困难所作的其他一切附加规定,都应当被视为已作规定:例如在同一时间、针对同一底层主体、谓词是同一的、不是一个在潜能中而另一个在现实中、并且是就同一部分而言。因此,如果我们把这一切都加以附加规定,肯定与否定就决不会相互重合。所以,这一矛盾律是一切本原中最牢固的,因为其他公理也都可以还原为它。因为它具有上述界说,即它是最可知的,并且任何学习者都必须知晓它;所以它们是在严格意义上的公理。因此,在具有固有附加规定的情况下,任何人都不可能认为同一事物既是又不是——例如在苏格拉底是人时,认为苏格拉底是人又不是人——正如有些人认为赫拉克利特就是这么说的,因为他曾说一切事物都有一个定义,而凡定义相同的,其事物也相同;这样一来,善与非善就成了同一的。因此应当知晓,一个人所说的话,他并不必然都这样认同;赫拉克利特并非真正怀有这种见解。因为在理论考察中已经说过,他是以象征的方式,或者为了操练而这样说的,正如他所说,爱利亚的芝诺曾试图取消运动那样。既然相反的事物不可能在同一时间属于同一事物,显然矛盾着的双方如果确实是相反的,也同样不可能同时属于(因此让我们对这个命题也作出通常的附加规定);因为就意见而言,矛盾的意见是互相对立的。所以,不可能在同一时间认为同一事物既是又不是;因为在此事上受骗的人将导致同时持有相反的意见。因此,所有进行证明的人都将这一项归结为根本的意见;因为正如我们在理论考察中所说,它在本性上是一切其他公理的本原。然而有些人试图说,同一事物既可能存在又可能不存在,而且他们不仅这样说,甚至还这样认为。许多自然哲学家也使用这一论点,正如普罗泰戈拉所说,即使伴随诸附加规定,同一事物既是白的又不是白的,既是人又不是人。但我们主张,同一事物在同一方面同时既是又不是属于不可能的事,并且由此我们表明了,这个矛盾律本原是一切本原中最牢固的。并且应当知晓,他之所以称它们为相反物,是因为凡属于同一属下而彼此相差最远的事物,就是相反物。而白与非白属于性质之下,彼此差异最大,只要我们把非白设定为黑。同样,我们也说疾病与健康在医学之下彼此差异极大,因此是相反物……正如火与水(因为一者冷却,另一者致热),还有一些事物通过受动而是相反的,因为如果凑巧,一者被冷却,另一者被加热;亚历山大还列举了相反物的许多其他模式。
- 4.41καὶ ὅσα ἄλλα, φησί, προσδιωρισάμεθα, ἔστω προσδιωρισμένα
关系从句 ὅσα ἄλλα... προσδιωρισάμεθα 构成中性复数主语,谓语是由第三人称单数命令式 ἔστω 与完成时被动分词 προσδιωρισμένα 构成的迂回命令式(“应当被视为已作限定”)。符合中性复数主语接单数动词(ἔστω)的标准希腊语文法。
- 4.41οὐ πάντως, ἅ τις λέγει, ταῦτα καὶ ὑπολαμβάνει
该句呈现倒装结构(hyperbaton)。主句的核心是 οὐ πάντως ταῦτα καὶ ὑπολαμβάνει,关系从句 ἅ τις λέγει 插在先行词 ταῦτα 之前。οὐ πάντως 表部分否定(“并非在所有情况下都必定如此”),意为“一个人所说的话,他并不必然都这样认同”。
- 4.41δῆλον ὅτι οὐδὲ ἡ ἀντίφασις, εἴ γε ἐναντία ἐστί
在 οὐδὲ ἡ ἀντίφασις 之后省略了由前文条件从句 εἰ τοίνυν μὴ ἐνδέχεται τῷ αὐτῷ ἅμα ὑπάρχειν τὰ ἐναντία 所提供的谓语结构 ἐνδέχεται τῷ αὐτῷ ἅμα ὑπάρχειν,需补足理解为“矛盾着的双方[同时属于同一事物]也是不可能的”。
