← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§256.35-258.16

第一哲学家对公理的研究与最牢固本原的条件

阿斯克勒庇俄斯注解亚里士多德《形而上学》伽玛卷第3章(1005b5–1005b8),阐明考察普遍存在与实体的第一哲学家为何同样必须研究证明的本原(公理)。接着,他探讨了最牢固本原的判定标准:关于它不可能受骗、它是非假设的,且为任何从事学习者所预先知晓。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.39

" Ὅτι μὲν οὖν τοῦ φιλοσόφου καὶ τοῦ περὶ πάσης." Ἤτοι περὶ πάσης τῆς οὐσίας εἶπεν ἀντὶ τοῦ περὶ παντὸς τοῦ ὄντος ᾗ ὄν, ἢ περὶ πάσης οὐσίας, ὅτι καὶ ἡ περὶ τοῦ ὄντος ἐπιστήμη περὶ οὐσίας μάλιστά ἐστι· κυριώτατον γὰρ τοῦτο ἐν τοῖς οὖσιν, ὡς ἐρρέθη, καὶ πρὸς τοῦτο τὰ ἄλλα. τὸ δὲ περὶ πάσης οὐσίας ἴσον τῷ καθόλου περὶ οὐσίας, ἀλλ’ οὐ τῆσδε ἢ τῆσδε. τὸ δὲ ᾗ πέφυκε σημαίνοι ἂν ἤτοι θεωροῦντος τίς καθόλου φύσις οὐσίας ἢ τίς φύσις ἑκάστης οὐσίας·1 οὐ γὰρ τῆς αὐτῆς πᾶσαι, εἴ γε αἱ μὲν ἀσώματοι αἱ δὲ σωματικαί, καὶ αἱ μὲν ἀκίνητοι αἱ δὲ ἐν κινήσει, καὶ αἱ μὲν ἀγένητοι αἱ δὲ ἐν γενέσει, καὶ αἱ μὲν ἄψυχοι αἱ δὲ ἔμψυχοι, καὶ τούτων ἑκατέρων πλείους διαφοραί. διὰ δὲ τῆς λέξεως δέδεικται ὅτι τοῦ φιλοσόφου ἐστὶ τὸ καὶ περὶ τῶν συλλογιστικῶν ἀρχῶν ἐπισκέψασθαι. συλλογιστικὰς δὲ ἀρχὰς λέγει τὰς ἀποδεικτικάς· ἀποδείξεων γὰρ καθόλου ἀρχαὶ τὰ ἀξιώματα. καὶ γὰρ καθ’ ἑκάστην εἰσὶν ἐπιστήμην οἰκεῖαι τοῖς ἀποδεικνυμένοις ἀρχαί τε καὶ τοῦ καθ’ ἑκάστην ἐπιστήμην ἀποδεικτικοῦ ταύτας εἰδέναι· ὃ ποιήσει ἕκαστος αὐτῶν λαβὼν παρὰ τοῦ ἀποδεικτικοῦ τε καὶ φιλοσόφου, ἐκ τῶν πῶς ὑπαρχόντων τῷ ἀποδεικνυμένῳ δεῖ [γὰρ] ἀποδεικτικὰς λαμβάνειν προτάσεις, καὶ πῶς ταύτας ἀλλήλαις συμπλέκειν καὶ τὰ ἄλλα, ὅσα ἐν τοῖς περὶ ἀποδείξεως λέγεται.

“因此,属于哲学家以及考察一切[实体]的人。” 他说是“关于一切实体”,要么是用来代替“关于作为存在的一切存在”,要么是因为关于存在的科学首要地就是关于实体的(因为正如所说,这是诸存在物中最根本的,其他事物都与此相关)。而“关于一切实体”等同于“普遍地关于实体,而不是这一个或那一个实体”。至于“按照其本性”,可以指哲学家在考察实体的普遍本性是什么,或者考察每一个实体的本性是什么(因为并非所有实体都具有相同的本性,既然有些是非肉体的,有些是肉体的;有些是静止的,有些在运动中;有些是非生成的,有些在生成中;有些是无灵魂的,有些是有灵魂的;而在这些当中的每一类中又存在着更多的差异)。通过这一文句表明,考察推论本原同样属于哲学家。他所说的推论本原是指证明的本原;因为公理普遍地是诸证明的本原。事实上,在各门科学中都存在着固有于被证明事物的诸本原,而认识这些本原属于在各门科学中进行证明的人;他们中的每个人将在从既是证明者又是哲学家那里接受了应当从怎样属于被证明事物的属性中获取证明前提、如何将它们相互交织以及在论证明著作中所述的一切其他要点之后,去做到这一点。

§4.40

"Προσήκει δὲ τὸν μάλιστα γνωρίζοντα." Ὥσπερ ἕκαστον ἐπιστήμονα δεῖ γνωρίζειν τὰς οἰκείας ἀρχὰς καὶ βεβαίας αὐτὰς ἔχειν, οἷον τὴν γεωμετρίαν ὅτι ἀμερὲς τὸ σημεῖον, τὸν ἰατρὸν ὅτι ἐκ τεσσάρων στοιχείων ὑπάρχουσι τὰ σώματα, οὕτως οὖν δεῖ καὶ τὸν πρῶτον φιλόσοφον τὸν διαλεγόμενον περὶ πάντων τῶν ὄντων βεβαιοτάτας ἔχειν τὰς πάντων ἀρχάς. εἰ γὰρ ἀγνοεῖ τις τὰς οἰκείας ἀρχάς, οὐδ’ ἂν ἐπιστήμην ἔχοι τοῦ πράγματος. οὕτως οὖν ἀνάγκη τὰς πάντων ἀρχὰς εἰδέναι τὸν πρῶτον φιλόσοφον. εἰ γὰρ τῷ περί τι γένος καταγινομένῳ τὴν ἐκείνου τοῦ γένους καὶ ἐν ἐκείνῳ βεβαιοτάτην ἀρχὴν ἀναγκαῖον εἰδέναι, τῷ μὴ περί τι ὂν μηδὲ περί τι γένος, ἀλλὰ καθόλου περὶ τὸ ὂν ἢ πᾶν ὂν καὶ τὸ κοινότατον καὶ γενικώτατον ἔχοντι τὴν πραγματείαν ἀνάγκη τὰς πάντων τῶν ὄντων βεβαιοτάτας ἀρχὰς εἰδέναι. εἶτά φησι τίς ἐστιν ἡ βεβαιοτάτη ἀρχή· ἡ περὶ ἣν ἀδύνατον διαψευσθῆναι, αὕτη πασῶν τῶν ἀρχῶν βεβαιοτάτη. τὸ γὰρ βέβαιον ἀσάλευτον καὶ ἀκίνητον θέλει εἶναι· εἰ δὲ ἔστιν ἀσάλευτον, οὐ δυνατὸν οὕτως καὶ μὴ οὕτως ἔχειν. φησὶν οὖν ὅτι τὴν τοιαύτην ἀρχὴν πᾶσα ἀνάγκη γνωρίμην εἶναι (περὶ ἐκεῖνα γὰρ οἱ ἄνθρωποι ἀπατῶνται, περὶ ἃ μὴ γινώσκουσιν, οἷον εἰ ἡ ψυχὴ ἀθάνατός ἐστιν ἢ οὔ), καὶ ἀνυπόθετον· τὴν γὰρ ἐξ ὑποθέσεως οὐκ ἀναγκαῖον εἰδέναι τὸν ὁτιοῦν μαθησόμενον, τὴν δὲ κυρίως ἀρχὴν ἀναγκαῖον εἰδέναι τὸν ὁτιοῦν μαθησόμενον· οὐκ ἄρα ἐστὶν ἐξ ὑποθέσεως ἡ ἀρχὴ ἀλλὰ ἀνυπόθετος. οὐ γὰρ οἷόν τε τὸ δι’ ὑποθέσεως λαμβανόμενον ἀρχὴν εἶναι τῆς τῶν δεικτικῶν αὐτοῦ γνώσεως,2 οἷον ὅτι ὑποκείσθω ἀθάνατος εἶναι ἡ ψυχή. δείξας δὲ ὅτι μὴ ἐξ ὑποθέσεως ἡ βεβαιοτάτη ἀρχὴ προστίθησιν ὅτι ἀνάγκη γνωρίζειν αὐτὴν τὸν ὁτιοῦν μανθάνοντα, ἐπειδὴ πᾶσα μάθησις καὶ πᾶσα διδασκαλία διανοητικὴ ἐκ προυπαρχούσης γίνεται γνώσεως. ὅπερ δὲ ἀναγκαῖόν ἐστιν γνωρίζειν καὶ εἰδέναι τῷ ὁτιοῦν γνωρίζοντι, καὶ ἥκειν ἀναγκαῖον εἰδότα αὐτό· εἰ γὰρ μὴ οἶδεν αὐτό, οὐ γνωρίζει αὐτό· εἰ δὲ μὴ γνωρίζει τὴν ἀρχήν, οὐδὲ τὰ ἀπὸ τῆς ἀρχῆς γινώσκει. ὅτι οὖν ἡ τοιαύτη ἀρχὴ ἡ τοῦ πρώτου φιλοσόφου ἡ καὶ γινωσκομένη πασῶν βεβαιοτάτη ἐστί, δῆλον. τίς δέ ἐστιν αὕτη, μετὰ ταῦτα λέγωμεν. καὶ ἐφεξῆς λέγει περὶ τῆς ἀντιφάσεως, δεικνὺς αὐτὴν κυριωτάτην οὖσαν πασῶν τῶν ἀρχῶν, εἴ γε καὶ τὰ ἄλλα ἀξιώματα ἐξ αὐτῆς ἔχουσι τὸ εἶναι. καὶ λοιπὸν ἀποδείκνυσιν αὐτὸ οὐκ ἀποδεικτικῶς ἀλλὰ ἐλεγκτικῶς, ὡς ἐν τῇ θεωρίᾳ εἰρήκαμεν, ἐκ τῶν ἀρχῶν τῶν πειρωμένων ἀνελεῖν αὐτὴν εἰσάγων αὐτήν.

“而对于最充分认识的人而言是适宜的。” 正如每个科学家都必须认识其固有的本原并牢固地掌握它们(例如几何学知道点是无部分的,医生知道身体是由四种元素构成的),讨论一切存在物的第一哲学家也同样必须最牢固地掌握一切事物的诸本原。因为如果有人不了解固有的本原,他就不会拥有关于该事物的科学。因而第一哲学家必然要知晓一切事物的诸本原。因为如果对于致力于某个属的人而言,必然要知晓该属的、并且在该属中最牢固的本原,那么对于其探究不是关于某一存在物也不是关于某个属,而是普遍地关于存在或一切存在、关于最共通且最属相的事物的人而言,就必然要知晓一切存在物的最牢固的诸本原。接着他指明何谓最牢固的本原:关于它不可能受骗的本原,这就是一切本原中最牢固的。因为牢固的事物要求是不可动摇和不移动的;而如果是不可动摇的,它就不可能既是这样又不是这样。因此他说,这样的本原完全必然是已知的(因为人们是在那些他们不认识的事物上受欺骗的,例如灵魂是否不灭),并且是非假设的;因为对于将要学习任何事物的人而言,并非必然知晓基于假说的本原,而对于将要学习任何事物的人而言,必然知晓严格意义上的本原;因此该本原不是出自假说,而是非假设的。因为通过假说所设定的事物,不可能成为认识用于证明它的论据的本原(例如“设灵魂是不灭的”)。在表明了最牢固的本原不是基于假说之后,他补充说,无论学习什么的人都必然要认识它,因为一切智性学习和一切智性教学都是从预先存在的认识中生成的。而对于认识任何事物的人而言必然要认识并知晓的事物,也必然要在带着对它的了解的情况下前来;因为如果他不知晓它,他就不认识它;而如果他不认识本原,他也就不认识出自本原的事物。因此显然,这种本原——第一哲学家的、并且已被认识的本原——是一切本原中最牢固的。至于这是什么本原,我们在此之后来讨论。接下来他论述了矛盾律,表明它是所有本原中最根本的,因为其他公理也是从它那里获得其存在的。最后,正如我们在理论考察中所说,他不是用证明的方式,而是用论驳的方式来证明它,通过从那些试图否定它的人自身的本原中将它引入。

语法注2 条
  1. 4.39τὸ δὲ ᾗ πέφυκε σημαίνοι ἂν ἤτοι θεωροῦντος τίς καθόλου φύσις οὐσίας ἢ τίς φύσις ἑκάστης οὐσίας

    属格分词 θεωροῦντος 作为定语修饰前文中提及的哲学家(τοῦ φιλοσόφου,或引文中的属格 τοῦ περὶ πάσης οὐσίας)。它指明了考察的行为主体,意为“[哲学家]作为考察实体的普遍本性是什么、或者考察每一个实体的本性是什么的人”。

  2. 4.40οὐ γὰρ οἷόν τε τὸ δι’ ὑποθέσεως λαμβανόμενον ἀρχὴν εἶναι τῆς τῶν δεικτικῶν αὐτοῦ γνώσεως

    在由 οὐχ οἷόν τε 支配的宾格不定式结构中,带冠词分词 τὸ δι’ ὑποθέσεως λαμβανόμενον(“通过假说设定的事物”)作为 εἶναι 的主语宾格,ἀρχήν(“本原”)为宾格表语。嵌套的属格短语 τῆς τῶν δεικτικῶν αὐτοῦ γνώσεως 修饰 ἀρχήν,意为“对用于证明它(指该假说 αὐτοῦ)的事物的认识之本原”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:256.35-258.16