- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:255.38-256.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯注解亚里士多德《形而上学》卷伽马第3章(1005b2–1005b5),阐明要求对公理进行证明源于缺乏分析学训练,并论证考察公理和证明本身的本性乃是第一哲学家的固有职责。
" Ὅσα δὲ ἐγχειροῦσι τῶν λεγόντων τινές." Ὃ λέγει τοῦτό ἐστιν· οἱ ἐπιχειροῦντες τὰ ἀξιώματα ἀποδεικνύναι ὑπ’ ἀπαιδευσίας τοῦτο ὑπομένουσι τῶν ἀναλυτικῶν, τουτέστι τῆς λογικῆς θεωρίας. ἐν γὰρ τῇ λογικῇ θεωρίᾳ μανθάνει τις, ὥσπερ ἐν τῇ Ἀποδεικτικῇ, ὅτι ἀδύνατόν ἐστι γινώσκειν τὰ ἐκ τῶν ἀρχῶν ἀγνοουμένων τῶν ἀρχῶν,1 καὶ ὅτι οὐ δεῖ τὰς ἀρχὰς ἀποδεικτὰς εἶναι. εἰ γὰρ πάντων ἔσται ἀπόδειξις, οὐκ ἔσται ἀπόδειξις, ὡς ἐν ἐκείνοις μεμαθήκαμεν· δεῖ γὰρ περὶ τῶν ἀρχῶν ἥκειν προεπισταμένους,2 ἐπεὶ κοιναὶ ἔννοιαι ὑπάρχουσιν, ἀλλὰ μὴ ἐν τῷ ἀκούειν πολυπραγμονεῖν καὶ ἀπαιτεῖν ἀπόδειξιν καὶ τῶν ἀρχῶν, ἵνα μὴ ἐπ’ ἄπειρον βαδίσειεν καὶ οὕτως οὐδὲν ἔσται γνωστόν, καθάπερ ἐν τῇ θεωρίᾳ εἴρηται. ταῦτα οὖν λέγει πρὸς τοὺς οἰομένους τῶν πάντων ἀπόδειξιν εἶναι καὶ μηδὲν ἀποδέχεσθαι ἀξιοῦντας ὡς ἀληθὲς ἄνευ ἀποδείξεως λεγόμενον, περὶ ὧν εἴρηκε καὶ ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς· τούτους γάρ φησι διὰ ἀπαιδευσίαν τῶν ἀναλυτικῶν ταῦτα λέγειν. δέδεικται γὰρ ἐν ἐκείνοις ὅτι δεῖ ἀρχὴν ἀποδείξεως εἶναι, καὶ ταύτην ἀναπόδεικτον. οὐδὲ γὰρ ἂν ὅλως ἀπόδειξις εἴη, εἰ πάντα ἀποδεικτὰ εἴη καὶ περὶ πάντων ζητοίη τις. “πᾶσα γὰρ διδασκαλία καὶ πᾶσα μάθησις διανοητικὴ ἐκ προυπαρχούσης γίνεται γνώσεως”, ὡς ἐν ἐκείνοις εἴρηται, καὶ ἔστι ταῦτα τὰ ἀξιώματα καλούμενα. τὸ δὲ δεῖ γὰρ περὶ τούτων ἥκειν ἐπισταμένους ἤτοι περὶ τῶν ἀξιωμάτων λέγει (ταῦτα γὰρ δεῖ προεπίστασθαί τε καὶ γνωρίζειν, καὶ μὴ ἐν τῷ ἀκούειν ζητεῖν αὐτά, εἴτε οὕτως εἴτε μὴ οὕτως ἔχει), ἢ ὅτι καθόλου δεῖ προεπίστασθαι ὅτι μὴ πάντα ἐστὶν ἀποδεικτά, ἀλλὰ μὴ ἀποδεικνύντα ἅμα καὶ περὶ τούτου ζητεῖν.3 δύναται δὲ τὸ εἰρημένον τείνειν καὶ πρὸς τὸ ὑπὸ Πλάτωνος εἰρημένον ἐν τῷ Ἀλκιβιάδῃ, τὸ ὅπερ τις οἶδε, μαθὼν ἢ εὑρὼν οἶδεν, εὑρίσκει δὲ ὁ ζητήσας πρῶτον· ἔνια γὰρ ἴσμεν οὔτε μαθόντες οὔτε ζητήσαντες, ὥσπερ τὰ ἀξιώματα.
“至于某些论述者所企图的一切。” 他所说的是指:那些企图证明公理的人,是由于缺乏分析篇——即逻辑理论——的训练而甘愿如此行事的。因为在逻辑理论中人们学到,正如在《证明篇》中一样,当本原不为人知时,要认识出自本原的事物是不可能的,而且诸本原必定是不可证明的。因为如果一切事物都有证明,那么正如我们在那些著作中所学到的,证明本身将不复存在;因为人们必须带着对诸本原的预先了解而来,既然公认观念本就存在,而不应在听讲时多管闲事,甚至要求对诸本原也进行证明,以免陷入无穷后退,从而正如在那部理论著作中所述,没有任何事物是可知的。因此,他这番话是针对那些以为一切皆有证明、并声称凡无证明而言述的事物一概不接受为真的人,关于这些人他在《后分析篇》中也有所论述;因为他说这些人是因缺乏分析篇的训练而说这番话的。因为在那些著作中已经表明,必然存在着证明的本原,且这一本原是不可证明的。因为如果一切都是可证明的,并且人们对一切都进行探求,那么根本就不会有任何证明。“因为一切教学和一切理智学习都来自预先存在的认识”,正如在那些著作中所述,而这些就是所谓的公理。至于“因为必须带着对这些事物的了解而来”,要么是他指公理而言(因为对于这些公理,人们必须预先了解并认识,而不应在听讲时去探求它们究竟是这样还是不是这样),要么是指人们普遍地必须预先了解并非一切事物都是可证明的,而不应一边进行证明一边又对此进行探求。而所说的这句话也可以针对柏拉图在《阿尔喀比亚德篇》中所说的那句话:“凡人所知晓者,皆由习得或发现而知晓,而先行探求者方能发现”;因为有些事物我们既未习得也未探求却已知晓,例如公理。
"Ὅτι μὲν οὖν τοῦ φιλοσόφου." Ὁ πρῶτος φιλόσοφος διαλέγεται περὶ τῶν ἀξιωμάτων οὐχ ὡς ἀποδεικνύων αὐτὰ (ἀναπόδεικτοι γὰρ αἱ ἀρχαὶ τῶν ἀποδείξεων, ὡς λέγει), ἀλλὰ τίς ἡ φύσις αὐτῶν καὶ πῶς ἡμῖν ἐγγίνονται καὶ πῶς αὐτοῖς χρηστέον, καὶ ὅσα ἄλλα περὶ αὐτῶν ἐν τοῖς περὶ ἀποδείξεως πραγματεύονται. ὥσπερ γὰρ ὁ περὶ ἀξιωμάτων λόγος τοῦ φιλοσόφου, οὕτως καὶ ὁ περὶ ἀποδείξεως, οὐ τῆς τοῦδε ἢ τοῦδε, ἀλλὰ καθόλου τί τέ ἐστιν ἀπόδειξις καὶ ἐν τίνι γένει τῶν περὶ τὰς ἐπιστήμας ὑπάρχει. ἀλλ’ ἔστι καθ’ ἑκάστην ἐπιστήμην ἡ ἀπόδειξις περὶ τὰ οἰκεῖα τῆς ἐπιστήμης, ᾗ χρῆται ἕκαστος ἐξ ὑποθέσεως, παρὰ φιλοσοφίας τὸ πῶς ἀποδεικνύναι χρὴ λαβών.
“因此,这属于哲学家这一点。” 第一哲学家讨论公理,并非为了去证明它们(因为正如他所说,证明的诸本原是不可证明的),而是讨论它们的本性是什么、它们如何生成于我们心中、应当如何使用它们,以及人们在论证明的著作中关于它们所研究的其他一切问题。因为正如关于公理的讨论属于哲学家,关于证明的讨论同样属于哲学家,这并非指对这个或那个的证明,而是普遍地讨论证明究竟是什么,以及它存在于关于诸科学的事物的哪一个属中。而在各门专门科学中,证明是针对该科学所固有的对象,每个人在假说的基础上使用它,而如何必须证明的方法则是从哲学那里领受的。
- 4.37ἀγνοουμένων τῶν ἀρχῶν
由名词短语 τῶν ἀρχῶν 与被动分词 ἀγνοουμένων 构成的属格独立结构,在此充当条件从句含义:“当诸本原不为人知时/假若诸本原不为人知”。
- 4.37δεῖ γὰρ περὶ τῶν ἀρχῶν ἥκειν προεπισταμένους
不定词 ἥκειν 由无人称动词 δεῖ 支配,述语分词 προεπισταμένους 采用阳性复数宾格,与该不定词所隐含的通指意义上的逻辑主语(听学者/人们)相一致。
- 4.37ἀλλὰ μὴ ἀποδεικνύντα ἅμα καὶ περὶ τούτου ζητεῖν
现在分词 ἀποδεικνύντα 为阳性单数宾格,与不定词 ζητεῖν 的逻辑主语(泛指的个人)相一致,表示伴随状况:“而不应一边进行证明一边又对此进行探求”。
