← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§255.4-255.37

自然哲学家探究公理的错误与第一哲学的优越性

阿斯克勒庇俄斯指出某些自然哲学家试图研讨公理的错误根源在于将实体局限于自然事物,并论证唯有处理普遍存在与不动实体的第一哲学,才能专题考察公理与实体的第一诸本原。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.36#2

καὶ διὰ ταύτην τὴν αἰτίαν οὐδεὶς τῶν κατὰ μέρος ἐπιστημόνων ἐπιχειρεῖ τί ποτε λέγειν περὶ τῶν ἀξιωμάτων, εἰ ἀληθῆ ὑπάρχουσιν εἴτε μή, οὔτε ὁ γεωμέτρης οὔτε ὁ ἀριθμητικός, ἀλλὰ μόνον κέχρηνται αὐτοῖς ὡς ὁμολογουμένοις· ὁμοίως δὲ καὶ ὁ ἰατρὸς καὶ ὁ μουσικὸς καὶ ἀστρονόμος. ἀλλὰ τῶν φυσικῶν ἔνιοι οὐκ ὀρθῶς τοῦτο δρῶσι· μόνοι γὰρ ὑπελάμβανον περί τε τῆς ὅλης φύσεως σκοπεῖν καὶ περὶ τοῦ ὄντος. διαλεγόμενοι γὰρ περὶ τῶν φυσικῶν ὑπελάμβανον περὶ παντὸς τοῦ ὄντος διαλέγεσθαι· οὐδὲν γὰρ ὑπελάμβανον εἶναι παρὰ τὰ φυσικὰ πράγματα, μὴ ἐπιστήσαντες ὅτι ἔστιν οὐσία τις ἀκίνητος καὶ ἀναλλοίωτος, ἥτις κυρίως ἐστὶν οὐσία, ἐπειδὴ ἐξ αὐτῆς παράγονται τὰ φυσικὰ πράγματα. διό φησιν ὅτι ἔστι τις οὐσία ἀνωτέρω τοῦ φυσικοῦ1 ἡ ἀκίνητος καὶ ἀναλλοίωτος· μέρος γάρ τι τοῦ ὄντος ἐστὶν ἡ φύσις οὖσα ἀρχὴ κινήσεως καὶ ἠρεμίας, ὥστε μέρος ἐστὶν ἡ φύσις τοῦ καθόλου, τουτέστι τοῦ νοητοῦ, ἐξ οὗ καὶ αὐτὴ μετὰ τῶν ἄλλων προῆλθεν. ἐκεῖνοι οὖν διημάρτανον τῷ μηδὲν ἀλλ’ ἔξω τῶν φυσικῶν ὑπολαμβάνειν εἶναι,2 περὶ ὧν ἐπραγματεύοντο· ἐπὶ πλέον γὰρ τῶν φυσικῶν τὸ ὄν, καὶ ἔστι τινὰ ὄντα καὶ παρὰ τὰ φυσικά· ἡ γὰρ ἀσώματός τε καὶ ἀκίνητος οὐσία οὐ φυσική. ἓν γάρ τι γένος τοῦ ὄντος ἡ φύσις, ἀρχὴ καὶ αἰτία κινήσεως οὖσα καθ’ αὑτὴν τοῖς ἐν οἷς ἐστι. διὸ οὐ τοῦ φυσικοῦ ἡ περὶ τῶν τῷ ὄντι ᾗ ὂν ὑπαρχόντων θεωρία, ἀλλὰ τοῦ φιλοσόφου, ὅς ἐστιν ἀνωτέρω ἔτι τοῦ φυσικοῦ, περὶ παντὸς τοῦ ὄντος ᾗ ὂν τὴν θεωρίαν ποιούμενος, καὶ μάλιστα καὶ πρώτως περὶ τοῦ μάλιστα καὶ πρώτου τῶν ὄντων, ὅπερ οὐσία μέν ἐστιν, οὐ μὴν φυσική. ἔστι μὲν γὰρ καὶ ἡ φυσικὴ σοφία τις καὶ φιλοσοφία, ἀλλ’ οὐχ ἡ πρώτη· [ἡ] πρώτη δ’ ἂν εἴη ἥ τε περὶ τῶν πρώτων οὐσιῶν καὶ ἡ καθόλου περὶ πάσης οὐσίας καὶ τῶν καθ’ αὑτὸ ὑπαρχόντων διαλεγομένη. αἱ δὲ ἄλλαι ἐπιστῆμαι, ἃς γένη ἐκάλεσε, χρῶνται τοῖς ἀξιώμασιν, εἰς ὅσον αὐταῖς ἐστι χρήσιμον, ὁ μὲν γεωμέτρης ἐπὶ τὰ μεγέθη ἄγων αὐτὰ καὶ ἐπὶ τοσοῦτον αὐτοῖς χρώμενος, ὁ δὲ ἀριθμητικὸς ἐπὶ ἀριθμούς· τοῦτο δὲ διὰ τὸ πᾶσιν ὑπάρχειν αὐτὰ καὶ μηδενὸς ἴδια εἶναι. ὁ μὲν γὰρ γεωμέτρης λαμβάνων ἀξίωμα ὅτι τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα προστίθησι τὸ μεγέθη· περὶ γὰρ μεγέθη ἡ πραγματεία τούτῳ· ὁ δὲ ἀριθμητικὸς ἐπὶ τὸν ἀριθμὸν αὐτὰ μεταφέρει. διὸ ἀνωτέρω ἔλεγεν ἐπὶ τοσοῦτον δὲ αὐτοῖς χρῶνται, ἐφ’ ὅσον αὐτοῖς ἱκανόν. ὥστε τὰς τῆς οὐσίας ἀρχὰς πρώτας μόνη ἐπισκέψεται ἡ πρώτη φιλοσοφία.

正是由于这个原因,各部门的专门科学家中没有一个人企图就公理是否为真发表任何言论,几何学家没有,算术家也没有,而只是把它们当作公认的前提来使用;医者、音乐家和天文学者同样如此。然而有些自然哲学家这样行事并不妥当;因为只有他们自以为是在考察整个自然乃至存在。因为他们在讨论自然事物时,自以为是在讨论一切存在;因为他们自以为在自然事物之外不存在任何事物,而没有注意到存在着某种不动且不变异的实体,由于自然事物正是由它产生的,所以这才是原本意义上的实体。因此他说,在自然哲学家之上存在着某种实体,即那不动且不变异的实体;因为作为运动和静止之本原的自然只是存在的一部分,所以自然只是普遍者——即睿智界——的一部分,自然本身也是与其他事物一同由此生出的。因此,他们因以为在他们所研究的自然事物之外别无他物而犯了错误;因为存在比自然事物更为宽泛,在自然事物之外也存在着某些存在者;因为无形体且不动的实体并非自然实体。因为自然是存在的一个属,对于其所在的事物而言,它本身就是运动的本原和原因。因此,考察属于作为存在的存在之属性并非自然哲学家的职责,而是高于自然哲学家的哲学家的职责,他考察作为存在的一切存在,并且尤其首要地考察存在者中最首要、最至高者——它固然是实体,但绝非自然实体。因为自然科学固然也是某种智慧和哲学,但并非第一哲学;而第一哲学当是讨论第一实体、并普遍讨论一切实体及其自身属性的科学。至于他称为各属的其他科学,则在对它们有用的限度内使用公理,几何学家将它们引向大小并在该限度内使用它们,算术家则引向数目;这是因为公理属于一切事物而不为任何事物所独有。因为几何学家在采纳“与同一事物相等者彼此也相等”这则公理时,加上了“大小”;因为他的研究所涉的是大小;而算术家则将它们转移到数目上。因此他在上文说“他们在对他们充分的限度内使用它们”。所以,唯有第一哲学才会考察实体的第一诸本原。

语法注2 条
  1. 4.36ἀνωτέρω τοῦ φυσικοῦ

    τοῦ φυσικοῦ 语法上既可解释为中性(“高于自然之物/自然领域”),也可解释为阳性(“高于自然哲学家”)。尽管后文紧随的 ἡ ἀκίνητος καὶ ἀναλλοίωτος [οὐσία] 指的是实体,但鉴于下文中明确出现带有阳性关系代词的 ὅς ἐστιν ἀνωτέρω ἔτι τοῦ φυσικοῦ,将第一哲学家与自然哲学家相对置,故此处亦解读为指代“自然哲学家”的阳性单数属格。

  2. 4.36τῷ μηδὲν ἀλλ’ ἔξω τῶν φυσικῶν ὑπολαμβάνειν εἶναι

    由 τῷ 与不定词 ὑπολαμβάνειν 构成的表示原因或方式的与格结构。在否定词 μηδέν 之后的 ἀλλʼ ἔξω 属于习惯表达 ἀλλʼ ἤ(“除……之外”)的变体或同义叠用,引出带不定词的宾格结构,意为“在自然事物之外不存在任何事物”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:255.4-255.37