← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§254.9-255.4

数学公理属于第一哲学考察范围的论证

注疏亚里士多德《形而上学》卷伽马第3章开头(1005a19),探讨讨论数学公理是属于第一哲学还是各门专门科学的问题,并论证由于公理就其作为存在而言属于一切事物,因而考察作为存在的存在的第一哲学应当对它们进行统一研究。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.36#1

" Λεκτέον δὲ πότερον μιᾶς ἢ ἑτέρας ἐπιστήμης." Ὃ λέγει τοῦτό ἐστιν, ὅτι δεῖ ζητῆσαι, πότερον μιᾶς ἐστιν ἐπιστήμης τῆς ἐχούσης περὶ πάντα τὰ ὄντα ἤγουν ἑτέρας καὶ ἑτέρας διαλεχθῆναι1 περί τε τῶν ἐν τοῖς μαθήμασι καλουμένων ἀξιωμάτων καὶ περὶ τῆς κυρίως οὐσίας. ἐζήτησε γὰρ καὶ τοῦτο ἐν τῷ Β, εἴτε ὁ πρῶτος φιλόσοφος διαλέγεται περὶ τῶν οὐσιῶν καὶ τῶν καθ’ αὑτὸ ὑπαρχόντων ταῖς οὐσίαις καὶ τῶν ἀξιωμάτων πάντων ἤγουν οἱ κατὰ μέρος ἐπιστήμονες. καὶ ἐνταῦθα ἐπικρίνει καί φησιν ὅτι φανερόν ἐστιν ὅτι περὶ τῶν ἀξιωμάτων μιᾶς ἐστιν ἐπιστήμης διαλεχθῆναι· τοῦ γὰρ πρώτου φιλοσόφου ἐστὶ καὶ ἡ περὶ τούτου σκέψις· καὶ λοιπὸν κατασκευάζει αὐτό· ἅπασι γὰρ τοῖς οὖσιν ὑπάρχει τὰ ἀξιώματα καὶ οὐ γένει τινὶ χωρὶς ἰδίᾳ τῶν ἄλλων, οἷον γεωμετρίᾳ μόνῃ ἢ ἀριθμητικῇ μόνῃ ὅτι τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα. εἰ γὰρ μιᾷ ἐπιστήμῃ μόνῃ ὑπῆρχεν, αὐτὴ περὶ αὐτῶν τῶν ἀξιωμάτων διελέγετο· εἰ τοίνυν πᾶσιν ὑπάρχει, περὶ δὲ πάντων ἡ πρώτη φιλοσοφία διαλέγεται, δῆλον ὡς ὅτι καὶ περὶ τῶν ἀξιωμάτων ἡ πρώτη φιλοσοφία διαλέγεται ἡ περὶ τὸ ὂν ᾗ ὂν καταγινομένη. τὸ δὲ ἅπασι γὰρ ὑπάρχει τοῖς οὖσιν εἶπεν οὐκ ἐπειδὴ τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα διὰ πασῶν τῶν κατηγοριῶν πεφοίτηκε (μόνου γὰρ τοῦ ποσοῦ ταῦτα ὑπάρχουσιν), ἀλλ’ ὅτι περὶ πάντα τὰ μόρια τοῦ ποσοῦ θεωρεῖται,2 καὶ περὶ τὸ συνεχὲς καὶ διωρισμένον· διὸ καὶ γεωμετρία κέχρηται αὐτῷ περὶ τὸ συνεχὲς ἔχουσα καὶ ἀριθμητικὴ δὲ περὶ τὸ διωρισμένον. φησὶν οὖν ὅτι πᾶσαι ἐπιστῆμαι χρῶνται τοῖς ἀξιώμασι τούτοις, ὡς εἴρηται ἐν τῇ θεωρίᾳ, γεωμετρία ἀριθμητικὴ ἀστρονομία ὀπτικὴ καὶ αἱ ἄλλαι, ἐπειδὴ ἕκαστον αὐτῶν τοῦ ὄντος ἐστί, καθὸ ὂν ὑπάρχει· ἐπὶ τοσοῦτον δὲ αὐτοῖς χρῶνται, ἐφ’ ὅσον αὐταῖς ἱκανόν, τουτέστι γεωμετρία μὲν ἐπὶ μεγεθῶν, ἀριθμητικὴ δὲ ἐπὶ ἀριθμῶν, καὶ αἱ ἄλλαι ὁμοίως. διὸ φησι τοῦτο δέ ἐστιν, ὅσον ἐπέχει τὸ γένος περὶ οὗ φέρουσι τὰς ἀποδείξεις,3 ὥσπερ γεωμετρία ἐπὶ μεγεθῶν φέρουσα τὰς ἀποδείξεις· διὸ καὶ ἐπ’ αὐτῶν μόνων κέχρηται τοῖς ἀξιώμασιν, ὁμοίως δὲ καὶ ἀριθμητικὴ ἐπὶ ἀριθμῶν. ἐπεὶ τοίνυν, καθὸ ὄντα ὑπάρχει ταῦτα, πᾶσιν ὑπάρχουσι τὰ ἀξιώματα, ὡς εἴρηται (τοῦτο γὰρ αὐτοῖς τοῖς ἀξιώμασίν ἐστι τὸ κοινόν, τὸ ἐν ἅπασι θεωρεῖσθαι), κοινῶς δὲ περὶ πάντων ὁ πρῶτος φιλόσοφος διαλέγεται, τοῦ περὶ τὸ ὂν ᾗ ὂν γνωρίζοντος, τουτέστι τοῦ πρώτου φιλοσόφου, ἔστιν ἡ περὶ τούτων θεωρία, ἐπειδὴ καὶ αὐτὸς καταγίνεται περὶ τὸ ὂν ᾗ ὄν ἐστι, καθάπερ ἐν τοῖς προλαβοῦσιν εἴρηται.

“但是应当说明,这是属于一门科学还是属于不同的科学。” 他的意思是:必须探究,讨论在数学中被称为公理的事物以及关于原本意义上的实体,究竟是属于关涉所有存在者的一门科学的职责,还是属于各自不同的科学的职责。因为他在《卷乙》中也曾探究过这一点:究竟是第一哲学家讨论实体、实体的自身属性以及所有公理,还是各部门的专门科学家讨论。在此他作出判定并说,讨论公理显然属于一门科学;因为关于此事的考察也属于第一哲学家;接着他确立了这一点:因为公理属于一切存在者,而不是脱离其他属而专门单独属于某一属,例如“与同一事物相等者彼此也相等”属于几何学独有或算术独有。因为如果它们只属于一门科学,那么该科学本身就会讨论这些公理本身;既然它们属于一切事物,而第一哲学讨论一切事物,那么显然,致力于作为存在的存在的第一哲学也讨论公理。他说“因为属于一切存在者”,并不是因为“与同一事物相等者彼此也相等”贯穿了所有的范畴(因为这些仅属于数量),而是因为它是关于数量的所有部分被考察的,即关于连续量和离散量;因此几何学作为关涉连续量者使用它,算术作为关涉离散量者也使用它。因此他说,正如在讲义中所说的那样,一切科学,即几何学、算术、天文学、光学以及其他科学,都使用这些公理,因为它们各自就其是存在而言都属于存在;但它们在对它们充分的限度内使用它们,即几何学在大小上使用,算术在数目上使用,其他科学亦同样如此。因此他说,“而这就是它们就其作出证明的属所涵盖的范围”,正如几何学就大小作出证明;因此它也仅在它们上使用公理,算术在数目上亦同样如此。既然如前所述,只要这些事物是存在者,公理就属于一切事物(因为在一切事物中被考察,正是公理本身的共同特征),而第一哲学家共同地讨论一切事物,那么认识作为存在的存在的人,即第一哲学家,就拥有关于这些事物的考察,因为正如在前面各节中所说的那样,他自身也是致力于作为存在的存在。

语法注3 条
  1. 4.36πότερον μιᾶς ἐστιν ἐπιστήμης τῆς ἐχούσης περὶ πάντα τὰ ὄντα ἤγουν ἑτέρας καὶ ἑτέρας διαλεχθῆναι

    不定式 διαλεχθῆναι 充当该分句的主语,属格 μιᾶς ἐπιστήμης 与 ἑτέρας καὶ ἑτέρας 充当表语性的所属/职责属格(“属于一门科学……还是属于不同的科学”)。分词短语 τῆς ἐχούσης περὶ πάντα τὰ ὄντα 定语性地修饰 μιᾶς ἐπιστήμης。

  2. 4.36οὐκ ἐπειδὴ τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα διὰ πασῶν τῶν κατηγοριῶν πεφοίτηκε (μόνου γὰρ τοῦ ποσοῦ ταῦτα ὑπάρχουσιν), ἀλλ’ ὅτι περὶ πάντα τὰ μόρια τοῦ ποσοῦ θεωρεῖται

    由 οὐκ ἐπειδή 引导的否定分句与由 ἀλλ' ὅτι 引导的肯定分句构成相关对应,对比说明了亚里士多德命题(ἅπασι γὰρ ὑπάρχει τοῖς οὖσιν)被否定的理由与被确立的理由:之所以称其“属于一切存在者”,并非因其贯穿所有范畴,而是因其涵盖了数量范畴的所有分支。

  3. 4.36τοῦτο δέ ἐστιν, ὅσον ἐπέχει τὸ γένος περὶ οὗ φέρουσι τὰς ἀποδείξεις

    亚里士多德原文(1005a24)作为 φησι 的宾语/补足语被直接引用。ὅσον 是表示范围与程度的关系代词(中性宾格副词性用法),意为“该属所及的限度”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:254.9-255.4