- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:252.29-254.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯根据亚里士多德的文本(1005a19),通过阐明有意义的语词指示确定的单一事物,并列举矛盾成立的严格条件(主项、谓项、时间、方面、潜能与现实),从反驳和三段论的角度论证了肯定与否定绝不可能同时为真。
εἰ μὲν οὖν ἀγνώστοις κέχρησθε, πάλιν οὐ διαλέγεσθε οὔτε πρὸς ἡμᾶς οὔτε δὲ πρὸς ἑαυτούς, ἐὰν καὶ ὑμεῖς ἀγνοῆτε τοὺς λόγους· ἐὰν γάρ τις τῇ Σύρων διαλέκτῳ χρήσαιτο πρὸς Αἰγύπτιον, οὐ διαλέγεται αὐτῷ. ὥστε πᾶσά ἐστιν ἀνάγκη καὶ σημαντικοῖς ὀνόμασι χρῆσθαι ὑμᾶς καὶ γνωρίμοις. πάλιν τὰ σημαντικὰ ταῦτα ὀνόματα ἢ ἓν πρᾶγμα δηλοῦσιν ἢ ἄπειρα ἢ πολλὰ μὲν πεπερασμένα δέ, καὶ οὐκέτι παρὰ ταῦτα. ἀλλ’ εἰ μὲν ἄπειρα δηλοῦσι, τῷ ὄντι οὔτε πρὸς ἡμᾶς διαλέγεσθε οὔτε δὲ πρὸς ἑαυτούς· οὐκ ἔστι γὰρ γνῶσις τῶν ἀπείρων. πῶς γὰρ δυνατόν ἐστι διεξελθεῖν τὰ ἄπειρα ἐν πεπερασμένῳ χρόνῳ; εἰ δὲ ἕν τι πρᾶγμα δηλοῖ τὸ ὄνομα ὡρισμένον, οἷον τὸν ἄνθρωπον, καὶ οὐδὲν ἕτερον δηλοῖ παρὰ τὸν ἄνθρωπον, δῆλον ὡς ὅτι1 οὐ συνδραμεῖται ἡ ἀντίφασις· οὔτε γὰρ τὸ αὐτὸ δηλοῖ τὸ οὐκ ἄνθρωπος τῷ ἀνθρώπῳ, ἐπεὶ οὕτως οὐκέτι ὡρισμένον πρᾶγμα δηλοῖ τὸ ἄνθρωπος ὄνομα, ἐπειδὴ ἡ μὲν κατάφασις ὥρισται, ἡ δὲ ἀπόφασις ἄπειρα δηλοῖ. εἰ δὲ πάλιν φαίη τις ὅτι τὸ ὄνομα πολλὰ μὲν δηλοῖ πεπερασμένα δέ, ἐροῦμεν πρὸς αὐτὸν ὅτι ὁμώνυμος ἡ φωνὴ δῆλον 〈ὅτι〉 πλειόνων κατηγορουμένη, ὥσπερ ἡ κύων φωνή. διακρίνονται δὲ τὰ ὁμώνυμα ἀπ’ ἀλλήλων λόγῳ ἢ ὀνόματι, οἷον ὁ κύων λέγεται καὶ κατὰ τοῦ χερσαίου καὶ κατὰ τοῦ οὐρανίου, λέγεται δὲ καὶ κατὰ τοῦ θαλαττίου. προσδιοριζόμενοι οὖν τὸν χερσαῖον, φαμὲν ὅτι κύων ὑλακτικός, καὶ φανερὸν ὡς ὅτι ὡρισμένον τότε τὸν χερσαῖον κύνα δηλοῦμεν· ὥστε οὐ δυνατὸν συντρέχειν πάλιν καὶ ἐπὶ τούτων τῇ κύων τὴν οὐ κύων, ἐπεὶ οὕτως οὐκέτι ἔσται ὡρισμένον τὸ ὄνομα, ὥσπερ ὑμεῖς ὑπέθεσθε ὡρισμένον πρᾶγμα δηλοῦν τὸ ὄνομα. ἐκ τῶν ἄρα παρ’ ὑμῶν λεχθέντων ἐπιστωσάμεθα τὴν ἀντίφασιν, ὅτι οὐ συναληθεύουσιν ἀμφότερα τὰ μόρια αὐτῆς. ἔστι δὲ πιστώσασθαι τὸν λόγον καὶ ἐκ συλλογισμοῦ τοιούτου· τὰ ἀντιφατικῶς ἀλλήλοις ἀντικείμενα ἐναντία ὑπάρχουσιν ἤγουν ἀντικείμενα· τὰ ἐναντία οὐδέποτε συνυπάρχουσι· τὰ ἀντιφατικῶς ἄρα ὑπάρχοντα οὐδέποτε συνυπάρχουσιν ἐν τῷ αὐτῷ κατὰ τὸ αὐτὸ καὶ ὅσα ἄλλα ἔχει προσδιορίσασθαι. ἐὰν γὰρ εἴπω ὅτι Σωκράτης περιπατεῖ καὶ Πλάτων οὐ περιπατεῖ, οὐκ ἐποίησα ἀντίφασιν, καὶ πολλάκις συναληθεύει. δεῖ οὖν τὸ αὐτὸ εἶναι ὑποκείμενον καὶ τὸ αὐτὸ κατηγορούμενον καὶ κατὰ τὸν αὐτὸν χρόνον (οὐκ ἄτοπον γὰρ νῦν μὲν λευκὸν εἶναι, αὔριον δὲ μέλανα) καὶ κατὰ τὸ αὐτὸ μέρος (ἐν γὰρ τοῖς ὀδοῦσιν ὁ Αἰθίοψ λευκός ἐστι, κατὰ δὲ τὴν ἐπιφάνειαν τοῦ δέρματος μέλας) καὶ 〈μὴ〉 δυνάμει καὶ ἐνεργείᾳ· ὁ γὰρ καθεύδων Σωκράτης δυνάμει * * * ἐὰν οὖν ταῦτα πάντα μὴ διορισώμεθα, δυνατόν ἐστι τότε τὴν ἀντίφασιν συναληθεύειν. ἐναντία δὲ λέγει τὰ ἀντιφατικῶς ἀντικείμενα, ἐπεὶ ταῦτα λέγονται ἐναντία τὰ πλεῖστον ἀλλήλων διεστηκότα ὑπὸ ταὐτό· τοιαῦτα δὲ τὸ λευκὸν καὶ οὐ λευκόν (πλεῖστον γὰρ διεστήκασι καὶ τελοῦσιν ὑπὸ τὴν ποιότητα, ἐπεὶ τὸ οὐ λευκὸν καὶ τὸ μέλαν εἰσάγει)· ἢ ὅτι ἐναντίας εἰσάγουσι δόξας, θνητὸν οὐ θνητόν, καλὸν οὐ καλόν. ἔπειτα πάλιν δείκνυσιν ὅτι ἀδύνατόν ἐστι τὴν ἀντίφασιν συναληθεύειν ἐκ τοῦ μᾶλλον ποιούμενος τὴν ἐπιχείρησιν,2 καί φησιν οὕτως ὅτι οὐκ ἔστι τὸ αὐτὸ τὸ ἓν καὶ τὸ καθ’ ἑνός. τὸ γὰρ καθ’ ἑνὸς πλείονα δηλοῖ· καθ’ ἑνὸς γὰρ τοῦ Σωκράτους λέγεται τὸ λευκόν, τὸ μουσικόν, τὸ σιμόν, τὸ εἶναι αὐτὸν προγάστορα, τὸ δὲ ἕν, τουτέστι τὸ ἄνθρωπος καθὸ ἄνθρωπος μίαν οὐσίαν δηλοῖ ὑπάρχειν. οὐκ ἔστιν οὖν ταὐτὸν Σωκράτης καὶ λευκὸν ἤγουν μουσικόν, ἐπεὶ οὕτως ἔδει τὸ παρὰ τὸν Σωκράτη μὴ εἶναι λευκὸν μήτε δὲ μουσικόν. ὥστε ἐάν τις ἡμᾶς ἔρηται 〈εἰ〉 τοῦτο ἄνθρωπος, δεῖ ἡμᾶς πρὸς τὴν ἐρώτησιν ἀποκρίνεσθαι καὶ λέγειν ὅτι ναὶ ἢ οὔ, καὶ μὴ ἐπάγειν ὅτι καὶ λευκόν ἐστι καὶ μουσικόν· ὁ τοιοῦτος γὰρ οὐ προσδιαλέγεται κατὰ τοὺς λογικοὺς νόμους· οὐ γὰρ πρὸς τὴν ἐρώτησιν τὴν ἀπόκρισιν ἐποιήσατο· ὁ μὲν γὰρ ἠρώτησε περὶ ἑνός, ὁ δὲ πλείονα ἀπεκρίνατο. ἔδει οὖν καὶ περὶ τῶν ἄλλων συμβεβηκότων ποιήσασθαι τὸν λόγον, 〈ὡς〉 καὶ περὶ ἑνὸς ἐποιήσατο, ἐπεὶ ἀποκληρωτικὸς ὁ λόγος.3 τὰ δὲ οὕτω συμβεβηκότα ἄπειρα ὑπάρχουσι. πῶς οὖν δυνατόν ἐστι περὶ τῶν ἀπείρων τῶν ἀδιεξιτήτων ἀπόκρισιν ποιήσασθαι; εἰ τοίνυν ὁ λέγων ἄνθρωπος οὐκ εἰσφέρει τὸ λευκὸν ἢ τὸ μουσικόν, πολλῷ μᾶλλον οὐ δυνατὸν συνεισφέρειν τὸ πάνυ ἀντικείμενον τοῦ ἀνθρώπου καὶ ἀναιρετικὸν αὐτοῦ, φημὶ δὴ τὸν μὴ ἄνθρωπον. ὥστε οὐ συντρέχει ἐπὶ τῆς ἀντιφάσεως ἡ κατάφασις τῇ ἀποφάσει.
因此,如果你们使用的是未知的词,倘若你们自己也不知道这些词的意义,你们同样既没有与我们对话,也没有与你们自己对话;因为如果有人对一个埃及人使用叙利亚人的语言,他并没有与他交谈。因此,你们完全有必要使用既有意义又是众所周知的词。再者,这些有意义的词要么表示一个事物,要么表示无限的事物,要么表示有限的多数事物,此外不再有其他可能。然而,如果它们表示无限的事物,事实上你们既没有与我们对话,也没有与你们自己对话;因为不可能有对无限之物的认识。在有限的时间内把无限的事物一一列尽怎么可能呢?但如果这个词表示某个确定的事物,例如“人”,并且除了人之外不表示任何其他事物,显然矛盾律就不会合而为一;因为“非人”与“人”并不表示同一事物,否则“人”这个词将不再表示一个确定的事物,因为肯定项是确定的,而否定项则表示无限的事物。但如果又有人说这个词表示多数事物,但又是有限的,我们将对他说,这个语词显然是同音异义词,被用来述谓多个事物,正如“犬”这个词一样。同音异义的事物通过定义或名称而彼此区分;例如,“犬”既可用来指陆地上的犬,也可指天上的犬(大犬座),还可用来指海中的犬(鲨鱼)。因此,在进一步限定陆地上的犬时,我们说“吠叫的犬”,显然我们那时表示的就是确定的陆生犬;所以在这些情形下,“非犬”与“犬”同样不可能合而为一,否则这个词将不再是确定的,而你们曾假定这个词表示确定的事物。因此,根据你们所说的话,我们确立了关于矛盾律的学说,即它的两个部分不能同时为真。而且也可以通过如下的三段论来确立这一论点:在矛盾上彼此对立的事物是相反的,即对立的;相反的事物绝不同时共存;因此在矛盾上存在的事物绝不可能在同一事物中、在同一方面以及必须额外限定的所有其他条件下同时共存。因为如果我说“苏格拉底在散步”而“柏拉图不在散步”,我并没有造成矛盾,而且这两者往往同时为真。因此必须是同一个主项、同一个谓项,并且在同一时间(因为现在是白的而明天是黑的并不是荒谬的),并且在同一部分(因为埃塞俄比亚人在牙齿上是白的,而在皮肤表面上是黑的),并且〈不〉分别处于潜能和现实中(因为睡着的苏格拉底在潜能上[……])。因此,如果我们不限定所有这些条件,那么矛盾的两端同时为真是可能的。他把矛盾对立的事物称为相反的,是因为在同一属下彼此相距最远的事物被称为相反的;而白与非白正是这样的事物(因为它们相距最远且归属于性质,因为非白也引入了黑);或者是因为它们引入了相反的信念:必死的、非必死的,美的、非美的。接着,他又从更强的前提构建论证,表明矛盾不可能同时为真,他这样说道:“一”与“述谓一”并不是同一回事。因为“述谓一”表示多个事物;因为关于一的苏格拉底,可以说白、懂音乐、塌鼻子、大肚子;而“一”,即作为人的人,则表示存在着一个实体。因此苏格拉底与“白”或“懂音乐”并不是同一的,否则在苏格拉底之外的事物就应当既不是白的也不是懂音乐的了。所以,如果有人问我们“这是否是人”,我们应当回答这个问题并说“是”或“否”,而不应当补充说“它也是白的并且懂音乐”;因为这样的人没有按照逻辑规则进行交谈;因为他没有针对提问作出回答;提问者问的是一件事,而他却回答了多件事。因此,由于这种选择是任意的,他本应像对一件偶性那样,对所有其他偶性也作出说明。然而,像这样的偶性是无限的。那么,对于不可遍历的无限偶性作出回答怎么可能呢?因此,如果说“人”的人并不带入“白”或“懂音乐”,那么就更不可能同时带入与人完全对立且摧毁人的东西,即我说的是“非人”。因此,在矛盾律中,肯定并不与否定相重合。
- 4.35δῆλον ὡς ὅτι
连词 ὡς 与 ὅτι 赘述连用。这是晚期希腊语及注疏文献中常见的句法重叠现象,在表语形容词 δῆλον 之后引出单一的名词性从句(“显而易见……”)。
- 4.35ἐκ τοῦ μᾶλλον ποιούμενος τὴν ἐπιχείρησιν
短语 ἐκ τοῦ μᾶλλον 为惯用表达,意为“从更强的理由”或“更进一步地”(即拉丁语的 a fortiori)。此处主格分词 ποιούμενος 修饰主句主语(亚里士多德)的方式,指明所采用的论证策略。
- 4.35ἐπεὶ ἀποκληρωτικὸς ὁ λόγος
由连词 ἐπεί 引导的原因从句,省略了系动词(ἐστί 或 ἂν εἴη)。形容词 ἀποκληρωτικός 意为“任意选择的”或“武断的”,以此作为论据,批评在无数偶性中仅挑选某一个作答的做法是缺乏必然依据的。
