← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§251.8-252.29

公理向矛盾律的归结与反驳性确立

阿斯克勒庇俄斯通过几何学与灵魂不灭的论证事例指明其他公理和论证均归结于矛盾律,并在辨析赫拉克利特学说的同时,论证矛盾律本身无法直接证明(否则即陷入乞题),而只能通过对手自身的言说以反驳的方式间接确立。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.35#2

οἷον λεγόντων ἡμῶν ὅτι τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα· εἰ γὰρ μή, ἰδοὺ ἀντίφασις, καὶ οὕτως ἔσται μὲν τὸ ἀδύνατον. πάλιν ἐὰν ἀπὸ ἴσων ἴσα ἀφαιρεθῇ, τὰ καταλιμπανόμενά ἐστιν ἴσα· εἰ γὰρ μή, ἕψεται ἀδύνατον. ὑποκείσθωσαν γὰρ ἴσα τὰ αβ γδ καὶ ἀφῃρήσθωσαν ἀπ’ αὐτῶν ἴσα τὰ αε γζ· λέγω ὅτι τὰ καταλειφθέντα ἴσα ὑπάρχουσι, τουτέστι τὰ εβ ζδ. εἰ γὰρ μὴ ὑπάρχουσιν ἴσα, τὸ ἕτερον αὐτῶν μεῖζόν ἐστιν. ἔστω μεῖζον τὸ εβ τοῦ ζδ, καὶ ὑποκείσθωσαν τὰ επ ζδ 〈ἴσα〉, ὥστε τὰ απ γδ ἴσα ὑπάρχουσι. μεῖζον δὴ τὸ αβ τοῦ γδ· ὑπεκειτο δὲ καὶ ἴσον, ὅπερ ἐστὶν ἄτοπον. ὥστε παντὶ πάντως, ἐὰν ἀπὸ ἴσων ἴσα ἀφαιρεθῇ, τὰ καταλιμπανόμενά ἐστιν ἴσα. ὁμοίως δὲ καὶ ἐπὶ ἄλλων. λέγω γὰρ ὅτι ἀθάνατός ἐστιν ἡ ψυχή. εἰ γὰρ μή, πάλιν κέχρημαι τῇ ἀντιφάσει, καὶ οὕτως διὰ τῆς ἀδυνάτου ἐπιδείκνυμι. ὥστε ἀρχικώτατον πάντων τῶν ἀξιωμάτων, ὡς εἴρηται, τὸ περὶ τῆς ἀντιφάσεως ἀξίωμα, καὶ ἀδύνατόν ἐστιν αὐτὴν συναληθεύειν, καθάπερ, φησίν, ἀπαιδεύτως τινὲς τοῦτο ὑπελάμβανον, μάρτυρα παράγοντες τὸν Ἡράκλειτον, ἐπειδὴ ἔλεγεν ἐκεῖνος ἕνα ὁρισμὸν εἶναι πάντων τῶν πραγμάτων. εἰ γὰρ τῷ ὄντι πάντων τῶν πραγμάτων εἷς ὁρισμὸς ὑπάρχει, τὰ δὲ κοινωνοῦντα κατὰ τὸν ὁρισμὸν τὰ αὐτὰ ἀλλήλοις ὑπάρχουσι, συνδραμεῖται ἡ ἀντίφασις· εἷς γὰρ καὶ ὁ αὐτὸς ὁρισμὸς ἀγαθοῦ τε καὶ οὐκ ἀγαθοῦ, ὥστε ταὐτὸν ἔσται ἀγαθὸν καὶ οὐκ ἀγαθόν, καὶ ἀγαθὸν καὶ κακόν, καὶ καλὸν καὶ οὐ καλόν. ὥστε, ὡς εἴρηται, συναληθεύσει ἡ ἀντίφασις καὶ οὐκέτι διαιρεῖ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ἐπὶ πάντων τῶν ὄντων, καὶ ὡς φησιν ὁ Πλάτων, ὅτι οὐδὲν καυχήσεται τῶν ὄντων ἐκφυγεῖν τὴν ἀντίφασιν. πάντα γὰρ περιλαμβάνει ‘ἢ ψυχή ἐστιν ἢ οὐκ ἔστι ψυχή’· πάντα γὰρ τὰ παρὰ τὴν ψυχὴν οὐκ ἔστι ψυχή. φησὶν οὖν ὁ Ἀριστοτέλης ἢ ὅτι οὐκ ἔλεγε τοῦτο ὁ Ἡράκλειτος, ἢ εἴπερ ἔλεγε, συμβολικῶς ἔλεγεν, ὡς εἴρηται ἐν τῇ Φυσικῇ πραγματείᾳ, ὅτι ἐπειδὴ γίνονται τὰ εἴδη ἐν τῇ ὕλῃ, χραίνονται· τὰ γὰρ ἄυλα εἴδη ἀμιγῆ ὑπάρχουσι. τούτου χάριν ἔλεγεν ἕνα εἶναι πάντων τὸν ὁρισμὸν διὰ τὸ πάντα ἐν τῇ ὕλῃ θεωρεῖσθαι καὶ χραίνεσθαι αὐτὰ ἐκ τῆς ὕλης. ἢ ὅτι ταῦτα ἔλεγεν οὐκ ἔχων οὕτως·1 πολλάκις γὰρ λέγομέν τινα μὴ ἔχοντες οὕτως, ὥσπερ, φησί, περὶ τῆς τοῦ ὁρισμοῦ ἀϊδιότητός τινες πειρῶνται δεικνύναι αὐτὸν ἀίδιον μὴ ἔχοντες οὕτως, ἤγουν τὸ ἀνάπαλιν δεικνύναι τὰ ἀξιώματα πρὸ τῶν ἀποδείξεων, ἐπεὶ οὐδὲν ἔσται ἀποδεικτόν, ὥσπερ τὰ ἀγέννητα πρὸ τῶν γεννητῶν, ἐπεὶ οὕτως οὐδὲν ἔσται γεννητόν. φησὶν οὖν ὅτι τινὲς διὰ ἀπαιδευσίαν ἐπειρῶντο * * * πάντων ἀρχὰς τὰς ἀποδείξεις εἶναι· τῷ ὄντι δὲ ἀπαιδευσία ἐστὶ τὸ μὴ γινώσκειν, τίνων δεῖ ζητεῖν ἀπόδειξιν καὶ τίνων οὔ· ὅτι τῶν μὲν γνωρίμων οὐ δεῖ ζητεῖν ἀπόδειξιν, ὥσπερ ἐπὶ τῆς ἀντιφάσεως (ὡμολόγηται γὰρ ὅτι οὐ συντρέχει ἡ κατάφασις τῇ ἀποφάσει· οὐ γὰρ ταὐτόν ἐστιν ἄνθρωπος καὶ οὐκ ἄνθρωπος), τῶν δὲ μὴ γνωρίμων δεῖ ἡμᾶς ζητεῖν ἀπόδειξιν, οἷον ὅτι ἀθάνατός ἐστιν ἡ ψυχή· τοῦτο γὰρ ἀγνοουσιν οἱ πολλοὶ ἄνθρωποι ἀποδεικτικῶς. ἐπεὶ οὖν τινες ἐπειράθησαν ἀνατρέψαι τὸ δόγμα τὸ περὶ τῆς ἀντιφάσεως λέγοντες ὅτι οὐ διαιρεῖ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, δεῖ ἡμᾶς, φησίν, ἑπομένους τῇ φύσει τῶν πραγμάτων ἐλέγξαι μὲν τοὺς παρ’ αὐτῶν λόγους, μηκέτι δὲ ἀποδεῖξαι ὅτι ἔστιν ἀντίφασις· ὡς γὰρ διὰ πλειόνων λόγων εἰρήκαμεν, οὐ δυνατόν ἐστιν ἀποδεῖξαι αὐτήν, ἐπειδὴ πᾶσα ἀπόδειξις λαμβάνεται ἐξ ἀρχῶν τινων ὁμολογουμένων, οὐδὲν δὲ ἀρχαιότερόν ἐστι τῆς ἀντιφάσεως. εἰ οὖν πειραθείη τις ἀποδεῖξαι αὐτήν, τὸ ἐν τῇ ἀρχῇ αἰτεῖται λέγων οὕτως ‘ἡ ἀντίφασις διαιρεῖ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, ἐπειδὴ ἡ κατάφασις οὐ συντρέχει τῇ ἀποφάσει’. ὥστε τὰ ἐν ἀρχῇ αἰτεῖται· ταὐτὸν γάρ ἐστιν ἀντίφασιν εἰπεῖν καὶ κατάφασιν καὶ ἀπόφασιν. ὥστε ἀποδεικτικῶς οὐ δυνατόν ἐστιν ἀποδεῖξαι αὐτήν, ἐλεγκτικῶς δὲ δυνατόν ἐστιν ἀποδεῖξαι αὐτὴν τῷ ἀναιρεῖν τοὺς λόγους τῶν πειρωμένων αὐτὴν ἀνατρέπειν, καὶ ἐκ τῶν ἐκείνων λόγων πιστουμένων αὐτὴν καὶ οἱονεὶ ἀποδεικνύντων αὐτήν, κεχρημένων ἡμῶν ἀρχαῖς παρ’ ἐκείνων διδομέναις,2 ὥστε κενὸς ὁ τρόπος οὕτως ἐστὶν ἀποδείξεως. ἐρωτῶμεν γὰρ αὐτοὺς ὅτι ἀποκρίνεσθε τοῖς ἐρωτῶσιν ἢ οὐκ ἀποκρίνεσθε; ἄν γε οὐκ ἀποκρίνεσθε, οὐκ ἔστιν ἡμῖν σχολὴ πρὸς φυτὰ ἤγουν πρὸς ἄψυχα διαλέγεσθαι· εἰ δὲ ἀποκρίνεσθε, ἆρά γε ὀνόμασι κέχρησθε σημαντικοῖς ἢ ἀσημάντοις; εἰ μὲν οὖν κέχρησθε ὀνόμασι μηδὲν σημαίνουσι, πάλιν οὐκ ἀποκρίνεσθε· ὁ γὰρ εἰρηκὼς βλίτυρι οὐδὲν εἴρηκεν· εἰ δὲ κέχρησθε σημαντικοῖς ὀνόμασι, γνωρίμοις κέχρησθε ἢ ἀγνώστοις.

例如,当我们说“与同一事物相等的事物彼此也相等”时;因为若非如此,看哪,就会出现矛盾,这样就会产生不可能的情况。又如,“如果从相等之物中减去相等之物,余量相等”;因为若非如此,就会得出不可能的结论。因为假定αβ与γδ相等,并且从中减去相等的αε与γζ;我主张剩余的部分,即εβ与ζδ是相等的。因为如果它们不相等,其中一个就大于另一个。设εβ大于ζδ,并假定επ与ζδ相等,这样απ与γδ就相等。因此αβ大于γδ;但它也被假定为相等,这是荒谬的。所以在任何情况下,如果从相等之物中减去相等之物,余量绝对都是相等的。在其他情况下也是如此。因为我主张灵魂是不灭的;若非如此,我将再次运用矛盾律,并由此通过归谬法予以论证。因此,正如所说过的,在一切公理之中,关于矛盾律的公理是最根本的,而且矛盾律的两端不可能同时为真,并不像他所说的那样,某些缺乏教养的人搬出赫拉克利特作为见证来假设这一点,因为赫拉克利特曾说所有事物都只有一个定义。因为如果在事实上所有事物确实存在一个唯一定义,而在定义上共通的事物彼此又是同一的,矛盾就会合而为一;因为善与非善的定义将成为同一个,以至于善与非善、善与恶、美与非美都将成为同一的。因此,正如所说过的,矛盾的两端将同时为真,并且不再在所有存在者中划分真与假;正如柏拉图所说,没有任何存在者可以夸口逃脱了矛盾。因为“要么是灵魂,要么不是灵魂”包容了一切;因为灵魂之外的一切事物都不是灵魂。因此亚里士多德说,要么赫拉克利特并没有这样说,要么即便他这样说了,也是以象征性的方式说的,正如在《物理学》中所指出的,因为形式在质料中生成时被玷污了;因为无质料的形式是纯粹不杂的。正因如此,他说所有事物的定义都是一个,因为一切事物都在质料中被观察并且被质料所玷污。或者说,他是并非出于由衷确信而说了这些话;因为我们经常在并无此确信的情况下说某些话,正如他所说的,关于定义的永恒性,有些人并非由衷确信却试图证明定义是永恒的;或者相反,本应将公理指明为先于论证,否则就没有任何事物是可论证的,正如未生成者先于已生成者一样,否则就不会有任何生成之物了。因此他说,有些人由于缺乏教养而试图[……]论证是所有事物的原理;但事实上,不知道对哪些事物应当寻求论证,对哪些事物不应当寻求论证,这本身就是缺乏教养;也就是说,对于众所周知的事物不应当寻求论证,正如在矛盾律的情形中那样(因为人们一致承认肯定与否定并不重合;因为人和非人并不是同一的),但对于非显明的事物我们则应当寻求论证,例如灵魂是不灭的;因为大多数人并不通过论证知道这一点。因此,既然有些人试图推翻关于矛盾律的学说,说它并不划分真与假,他说我们顺应事物的本性,应当反驳他们提出的论据,但不再进一步去证明矛盾律的存在;因为正如我们通过许多论辩所说过的,要证明它是不可行的,因为一切论证都取自某些公认的原理,而没有任何东西比矛盾律更为始基。因此,如果有人试图证明它,他就是在乞求论题,即这样论述:“矛盾律划分真与假,因为肯定与否定并不重合。”所以他是在乞求论题;因为说矛盾与说肯定与否定乃是同一回事。因此,从论证的角度证明它是不可行的,但通过反驳那些试图推翻它的人的论据,从他们的论据中确立它并可以说间接地证明它,在反驳的意义上证明它是可行的,此时我们使用了由他们所提供的原理,因此这种论证方式在内容上是空疏的。因为我们这样问他们:“你们回答提问者呢,还是不回答?”如果你们不回答,我们没有闲暇去跟植物也就是无灵魂之物对话;但如果你们回答,你们使用的是有意义的名称还是无意义的名称?如果你们使用的是毫无意义的名称,你们同样没有回答;因为说了“布利图里”的人等于什么都没有说;但如果你们使用的是有意义的名称,你们使用的是众所周知的还是未知的名称呢?

语法注2 条
  1. 4.35οὐκ ἔχων οὕτως

    分词 ἔχων 搭配副词 οὕτως 表示主语(赫拉克利特)的内心状态。此处并非指客观现实不是如此,而是指说话者在主观心态上并未如此坚信,表达“内心并未这样确信”的态度。

  2. 4.35τῷ ἀναιρεῖν τοὺς λόγους τῶν πειρωμένων αὐτὴν ἀνατρέπειν, καὶ ἐκ τῶν ἐκείνων λόγων πιστουμένων αὐτὴν καὶ οἱονεὶ ἀποδεικνύντων αὐτήν, κεχρημένων ἡμῶν ἀρχαῖς παρ’ ἐκείνων διδομέναις

    这是一个破格构文(anacoluthon):句式以表示手段的与格动名词 τῷ ἀναιρεῖν 开始,在 καὶ 之后转为属格分词 πιστουμένων ... καὶ οἱονεὶ ἀποδεικνύντων,并接续属格独立结构 κεχρημένων ἡμῶν。在意义上,它们共同并列说明了反驳性论证的运作手段。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:251.8-252.29