← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§249.25-251.8

第一哲学对公理的考察与矛盾律的根本性

阿斯克勒庇俄斯论证了对公理(共通观念、论证原理)的考察属于第一哲学,阐明了各专门学科对公理的使用以及自然哲学家的误解,并论述了公理本身不可论证的理由以及矛盾律的根本地位。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.35#1

" Λεκτέον δὲ πότερον μιᾶς ἢ ἑτέρας ἐπιστήμης περί τε τῶν ἐν τοῖς μαθήμασι καλουμένων ἀξιωμάτων." Ἐζήτησε τοῦτο καὶ ἐν τῷ β στοιχείῳ, πότερον ὁ πρῶτος φιλόσοφος διαλέξεται περὶ πασῶν τῶν οὐσιῶν καὶ τῶν καθ’ αὑτὸ ὑπαρχόντων ταῖς οὐσίαις· καὶ ἔδειξεν ὅτι ὁ πρῶτος φιλόσοφος προσεχῶς διαλέξεται περὶ αὐτῶν.1 πρὸς δὲ τούτοις ἐζήτησε καὶ περὶ τῶν ἀξιωμάτων, εἴτε τοῦ καθ’ ἕκαστα ἐπιστήμονός ἐστι διαλεχθῆναι περὶ αὐτῶν ἢ τοῦ πρώτου φιλοσόφου τοῦ ἔχοντος περὶ τὸ ἁπλῶς ὂν ᾗ ὄν ἐστιν. ἐνταῦθα τοίνυν δείκνυσιν ὅτι τοῦ ἁπλῶς φιλοσόφου ἐστὶ τὸ διαλεχθῆναι περὶ τῶν ἀξιωμάτων, τουτέστι τῶν κοινῶν ἐννοιῶν, ταὐτὸν δὲ εἰπεῖν τῶν ἀρχῶν τῶν ἀποδείξεων, ὡς εἴρηται ἐν τῇ Ἀποδεικτικῇ πραγματείᾳ· οἷον ὅτι τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα. ὁ γὰρ γεωμέτρης κέχρηται τούτῳ τῷ ἀξιώματι τῷ λέγοντι τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα, ἀλλὰ καὶ ἀριθμητικὸς καὶ μουσικὸς καὶ φυσικός· ἀλλ’ ὁ μὲν γεωμέτρης ἐπὶ μεγεθῶν, οὐκέτι δὲ καὶ ἐπὶ ἀριθμῶν, ὁ δὲ ἀριθμητικὸς ἐπὶ ἀριθμῶν, ὁ δὲ μουσικὸς ἐπὶ χορδῶν, ὁ δὲ φυσικὸς ἐπὶ κινήσεων. ὥστε καὶ αὐτοὶ οἱ καθ’ ἕκαστα ἐπιστήμονες διαλέγονται περὶ τῶν ἀξιωμάτων, ἐπειδὴ τῶν ὄντων ὑπάρχουσι, λαμβάνοντες αὐτὰ ὡς ὁμολογούμενα· ἁπλῶς δὲ περὶ αὐτῶν τῶν ἀξιωμάτων ὁ πρῶτος φιλόσοφος διαλέγεται, ἐπειδὴ οὐδεμιᾷ ἐπιστήμῃ ὑπάρχει ἀφωρισμένῃ, οἷον γεωμετρίᾳ, εἰ τύχοι, ἢ ἀριθμητικῇ. εἰ γὰρ μιᾷ ἐπιστήμῃ ὑπῆρχεν ἀφωρισμένῃ, ἔδει τὰς ἄλλας μὴ διαλέγεσθαι περὶ αὐτῶν· εἰ τοίνυν διαλέγονται, ὡς ἐδείξαμεν, δῆλον ὅτι οὐχ ὑπάρχει μιᾷ. ὥστε χρῶνται τοῖς ἀξιώμασιν οἱ καθ’ ἕκαστα ἐπιστήμονες, εἰς ὅσον δέονται, οἷον γεωμετρία ἐπὶ μεγεθῶν, ἀριθμητικὴ ἐπὶ ἀριθμῶν· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. ἐπεὶ οὖν κοινῶς πάσαις ἐπιστήμαις ὑπάρχουσι τὰ ἀξιώματα, περὶ δὲ τῶν ἁπλῶς ὄντων ὁ πρῶτος φιλόσοφος διαλέξεται, καὶ περὶ τῶν ἀξιωμάτων τοῦ πρώτου φιλοσόφου ἐστὶν εἰπεῖν· οὐδεὶς γὰρ τῶν κατὰ μέρος ἐπισκοπούντων ἐγχειρεῖ τι λέγειν περὶ αὐτῶν, εἰ ἀληθῆ ἢ μή, οὔτε ὁ γεωμέτρης οὔτε ἄλλος τις, δεικνύς, εἰ τύχοι, ὅτι οὐκ εἰσὶν ἀποδεικταὶ καὶ ἀναιρῶν τοὺς σπουδάζοντας ἀνατρέπειν αὐτά, ὥσπερ αὐτὸς ἐφεξῆς ποιεῖ περὶ τῆς ἀντιφάσεως ὡς πρῶτος φιλόσοφος. οἱ δὲ φυσικοὶ ὑπέλαβον ὅτι ἔργον αὐτῶν ἐστι διαλέγεσθαι περὶ τῶν ἀξιωμάτων, ἐπειδὴ ᾤοντο καὶ περὶ πάντων τῶν ὄντων διαλέγεσθαι· οὐδὲν γὰρ ἄλλο ὑπελάμβανον εἶναι παρὰ τὰ φυσικὰ πράγματα, ἀγνοοῦντες ὅτι πρῶτον μὲν τῶν ἄλλων ὑπάρχει, πρὸ δὲ αὐτῶν ἐστι τὰ νοητά, ἐξ ὧν καὶ τὰ φυσικὰ πάντα παράγονται. ὥστε μόνος ὁ πρῶτος φιλόσοφος διαλέξεται περὶ τῶν ἀξιωμάτων, καὶ περὶ ἁπάντων τῶν ὄντων διαλεγόμενος, αἰσθητῶν φημι καὶ νοητῶν. τινὲς γὰρ ἀπαιδεύτως ὑπέλαβον ἀποδείκνυσθαι τὰ ἀξιώματα, λέγοντες οὕτως ὅτι τὰ τῷ αὐτῷ ἴσα τὸν αὐτὸν κατέχει τόπον, τὰ τὸν αὐτὸν κατέχοντα τόπον ἴσα ἀλλήλοις ἐστί, τὰ τῷ αὐτῷ ἄρα ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα. ἐροῦμεν τοίνυν ἡμεῖς πρὸς αὐτοὺς λέγοντες ὅτι, ὦ ἄνθρωποι, πάνυ ἐστὶν εὐχερὲς τὸ δέξασθαι ὅτι τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα, ἤπερ τὸ παραδέξασθαι ὅτι τὰ τῷ αὐτῷ ἴσα τὸν αὐτὸν κατέχει τόπον. ἄδηλος γάρ ἐστι καὶ πάνυ δύσκολος ἡ περὶ τοῦ τόπου θεωρία· πῶς οὖν ὅλως ἀγνοουμένου τοῦ τόπου τοῦτο πειρᾶσθε δεικνύναι; ἰστέον οὖν ὅτι αὐτὰ τὰ κυρίως ἀξιώματα οὐχ ὑπάρχουσιν ἀποδεικτά· δεῖ γὰρ περὶ τούτων ἥκειν προεπισταμένους, περὶ τῶν ἀξιωμάτων φημί, ἀλλὰ μὴ ἀκούοντας ζητεῖν·2 οὕτως γὰρ πᾶσα ἡ διδασκαλία ταραχθήσεται. ἄλλως τε δὴ [δ’] ἔχει ὁμολογουμένας τὰς ἀρχάς.3 τότε γὰρ γινώσκομεν τὰ πράγματα, ὅταν εἰδείημεν τὰς ἀρχὰς αὐτῶν, ὡς αὐτός φησιν ἀρχόμενος τῆς Φυσικῆς πραγματείας ‘ἐπειδὴ τὸ εἰδέναι καὶ τὸ ἐπίστασθαι συμβαίνει περὶ πάσας τὰς μεθόδους, ὅταν τὰ αἴτια αὐτῶν γνωρίσωμεν καὶ τὰς ἀρχάς’· εἰ δὲ ὑποθώμεθα εἶναι τὰ ἀξιώματα ἀποδεικτά, οὐδὲν ἔσται τῷ ὄντι ἀποδεικτόν. βούλομαι γὰρ γνῶναι τὴν ἀθανασίαν τῆς ψυχῆς ὅτι ἀθάνατός ἐστιν ἡ ψυχή, καὶ λαμβάνω ἀρχὴν ταύτην ὅτι τὸ φθειρόμενον ἢ ὡς σῶμα φθείρεται ἢ ὡς ἐν σώματι τὸ εἶναι ἔχον. εἰ τοίνυν ἄγνωστός ἐστιν αὕτη ἡ ἀρχή, πάλιν δέομαι ἑτέρας ἀρχῆς πρὸς τὸ ἀποδεῖξαι, καὶ ἐπὶ ἐκείνης ὁμοίως, καὶ τοῦτο ἐπ’ ἄπειρον. ὥστε οὐκ ἔσται γνῶσις ἀγνοουμένων τῶν ἀρχῶν· γνῶναι δὲ τὰς ἀρχὰς ἀδύνατόν ἐστι διὰ τὴν ἀπειρίαν. ὥστε οὐκ ἀποδεικτὰ ὑπάρχουσι τὰ ἀξιώματα. Ἰστέον ὅτι πάντων τῶν ἀξιωμάτων ἀρχικώτατόν ἐστι τὸ ἀξίωμα τὸ περὶ τῆς ἀντιφάσεως· πάντα γὰρ τὰ ἄλλα ἀξιώματα εἰς αὐτὴν ἀναλύονται καὶ οὕτως κατασκευάζονται.

“而且必须说明,关于数学中所称的公理,是属于一门科学还是不同的科学。” 他在第二卷中也探讨过这个问题,即第一哲学家是否将探讨所有的实体以及实体的本性属性;并且他指明了第一哲学家将直接探讨它们。在这些之外,他还探讨了关于公理的问题,究竟探讨公理是属于各专门学科的学者,还是属于探讨一般的作为存在的存在的第一哲学家。因此他在这里指明,探讨公理——即共通观念,换言之,正如在《后分析篇》中所说的,即论证的原理——属于一般的哲学家;例如,“与同一事物相等的事物彼此也相等”。因为几何学家使用了这条主张“与同一事物相等的事物彼此也相等”的公理,但算术家、音乐家和自然哲学家也是如此;只是几何学家将它用于量度,而不再用于数,算术家将它用于数,音乐家用于琴弦,自然哲学家用于运动。所以各专门学科的学者自身也探讨公理,因为公理属于存在者,他们是将公理作为已公认的前提接受下来的;但单纯地探讨公理本身的则是第一哲学家,因为公理并不属于任何单一划定的科学,例如碰巧是几何学或算术。因为如果公理属于某一门划定的科学,其余科学就不应当探讨它们;如果它们确实探讨公理,正如我们所指出的,显然公理并不属于某一门科学。因此各专门学科的学者只是在他们需要的范围内使用公理,例如几何学用于量度,算术用于数;对于其余学科也是如此。因此,既然公理普遍地属于所有科学,而第一哲学家探讨一般的存在者,那么论述公理也属于第一哲学家;因为没有一个从事部分考察的人试图就公理是真是假发表任何意见,不论是几何学家还是其他任何人,都不会例如指明公理不可论证,也不会驳斥那些极力推翻公理的人,正如他自己在下文中作为第一哲学家就矛盾律所做的那样。但是自然哲学家们曾以为探讨公理是他们的职责,因为他们以为自己探讨的是所有的存在者;因为他们假定在自然事物之外没有其他事物存在,却不知道自然事物虽然在其余可感事物中居于首位,但在它们之前存在着可知者,所有的自然事物也是从可知者中产生的。因此,唯独第一哲学家将探讨公理,并且探讨所有的存在者——我是指可感者与可知者。因为有些人未经受良好的教育,竟假定公理是可以论证的,他们这样论辩:“与同一事物相等者占有同一位置;占有同一位置者彼此相等;因此与同一事物相等者彼此也相等。”于是我们将对他们说:“人们啊,接受‘与同一事物相等者彼此也相等’是极其容易的,反之承认‘与同一事物相等者占有同一位置’则不然。因为关于位置的考察是不明确且极其困难的;那么在位置全然未知的情况下,你们怎么试图证明这一点呢?”因此应当明白,真正意义上的公理自身是不可论证的;因为应当是带着对这些公理的预先认知来听讲,而不是一边听讲一边探求;因为这样一来,整个教学过程都将被扰乱。此外,原理必须作为公认的事实来持有。因为当我们认知事物的原理时,我们才认识这些事物,正如他自己在《物理学》开篇所说:“既然在一切探究方法中,当我们认识了它们的原因和原理时,认知和理解才得以产生”;但是如果我们假定公理是可论证的,事实上就没有任何东西是可以论证的了。因为假设我希望认识灵魂的不灭,即灵魂是不灭的,我采用这样一条原理:“毁灭之物要么作为物体毁灭,要么作为在物体中具有存在者而毁灭”。那么如果这条原理是未知的,为了证明它,我再次需要另一条原理,对于那条原理也是如此,并且这将以至无穷。因此,如果原理未知,就不会有认识;而由于无穷倒退,认识诸原理是不可能的。所以公理并不是可论证的。应当明白,在所有公理之中,最根本的是关于矛盾律的公理;因为所有其余公理都归结于它,并由此得以确立。

语法注3 条
  1. 4.35ὁ πρῶτος φιλόσοφος προσεχῶς διαλέξεται περὶ αὐτῶν

    副词 προσεχῶς 意为“直接地”或“原初地”,表示第一哲学并非通过具体专门学科的中介,而是直接以实体及其本质属性为其固有的首要任务进行探讨。

  2. 4.35δεῖ γὰρ περὶ τούτων ἥκειν προεπισταμένους ... ἀλλὰ μὴ ἀκούοντας ζητεῖν

    动词 ἥκειν 与宾格分词 προεπισταμένους 连用,构成表示“应当带着对这些概念的预先了解来(参与学习)”的结构。与之形成对比的 ἀλλὰ μὴ ἀκούοντας ζητεῖν 同样是宾格分词结构,否定了听讲者在受教的同时再去探求基础原理这一颠倒的做法。

  3. 4.35ἄλλως τε δὴ [δ’] ἔχει ὁμολογουμένας τὰς ἀρχάς

    在 ἄλλως τε(“此外”)引导的从句中,动词 ἔχει 的主语在文脉上是不定人称的(“人们必须持有……”)或指代教学活动的主体。分词 ὁμολογουμένας 作为次要谓语修饰宾语 τὰς ἀρχάς,构成“将诸原理作为公认之物来持有”的结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:249.25-251.8