- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:248.9-249.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯解释道,即使存在与一既非属亦非分离实体,而是在“相关于一”或“依相承次序”的多重意义上被言说,它们仍属第一哲学的对象;并对比了几何学、算术等专门学科对原理的假定与哲学家对诸概念(完全、先后、属等)本身的一般探究。
" Καὶ διὰ τοῦτο εἰ καὶ μή ἐστι." Κἂν μὴ ὑποθώμεθα καθόλου, τουτέστι συνωνύμως, κατηγορεῖσθαι πάντων τῶν ὄντων τό τε ἓν καὶ τὸ ὄν. εἰ καὶ μή ἐστι, φησί, γένη τε καὶ καθόλου ὁμοίως κατὰ πάντων τῶν ὄντων κατηγορούμενα, ἀλλὰ μηδὲ φύσεις τινὲς κεχωρισμέναι τῶν τῇδε,1 οὐχ ὥσπερ τὰ γένη ἐν τοῖς ὧν κατηγορεῖται τὸ εἶναι ἔχει (ἀχώριστα γὰρ τὰ γένη τούτων ὧν ἐστι γένη), ἀλλ’ αὐτὰ καθ’ αὑτὰ τὴν ὑπόστασιν ἔχοντα, ὡς δοκεῖ τοῖς τὰς ἰδέας εἰσάγουσιν. οὐ γὰρ μόνον τῶν τοιούτων τῶν καθ’ ἓν οὕτως λεγομένων ἐπιστήμη 〈μία〉, ἀλλὰ καὶ τῶν πολλαχῶς λεγομένων ὃν εἰρήκαμεν τρόπον. ἴσως δὲ οὐκ εἶναι εἶπε χωριστήν τινα οὐσίαν, ἐπειδὴ οὐ πρόκειται αὐτῷ νῦν τοῦτο δεικνύναι, οὔτε δὲ συντελεῖ αὐτῷ τι ἐνταῦθα. δύναται τὸ ὥσπερ ἴσως οὐκ ἔστιν οὐκ ἐπὶ τοῦ χωριστοῦ μόνον εἰρῆσθαι,2 ἀλλὰ καὶ ἐπὶ τοῦ καθόλου τε καὶ γένους· οὐδὲ γὰρ τοιαῦτα τό τε ὂν καὶ τὸ ἕν, ἀλλ’ ὡς ἐπιφέρει, τὸ μὲν πρὸς ἕν, τὸ δὲ τῷ ἐφεξῆς. διαφέρει δὲ τὰ ἐφεξῆς τῶν πρὸς ἕν, ἀμφότερα τῶν πολλαχῶς λεγομένων ὄντα, ὅτι τὰ μὲν πρὸς ἓν τῷ ἐκείνου τι εἶναι τοῦ ἑνὸς οὕτως λέγεται, τάξιν τινὰ ἔχοντα πρὸς ἄλληλα, ὡς ἐδείχθη * * * σαφέστερον δὲ εἰπεῖν τοῦτο λέγει, ὅτι τὸ ὂν καὶ τὸ ἓν οὐκ ἔστι καθόλου, τουτέστιν οὐ κατηγοροῦνται τῶν ὄντων συνωνύμως, ἀλλ’ ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν. ἢ χωριστὸν δὲ εἶπεν, ἵνα δηλώσῃ τὸ γένος, ἐπειδὴ χωριστὸν ὑπετίθεντο εἶναι τὸ γένος οἱ τὰς ἰδέας πρεσβεύοντες. ὥσπερ ἴσως οὐκ ἔστι συνώνυμον ἀντὶ τοῦ ἀλλὰ τὸ μὲν πρὸς ἕν, τὸ δὲ ἐφεξῆς. πρῶτον γάρ ἐστι τὸ ἓν καὶ ἐξ αὐτοῦ τὰ ἄλλα πάντα κατὰ τάξιν προάγονται διὰ τὴν ἐπιπηγάζουσαν αὐτοῦ δύναμιν· εἶτα τὸ πλῆθος τὸ νοητὸν καὶ ἐξ αὐτῶν ἐφεξῆς τὰ ἄλλα πάντα τὰ μετέχοντα τοῦ πλήθους. καὶ διὰ τοῦτο οὐκ ἔστι τοῦ γεωμέτρου θεωρῆσαι τί τὸ ἐναντίον ἢ τέλειον ἢ ἓν ἢ ὂν ἢ ταὐτὸν ἢ ἕτερον * * ἐξ ὑποθέσεως.3 τοῦτο δέ ἐστιν ὅτι χρῆται μὲν αὐτοῖς καὶ ὁ γεωμέτρης, οὐ μὴν δείξας τί ποτέ ἐστιν αὐτῶν ἕκαστον, ἀλλ’ ὑποθέμενος ἢ λαβὼν παρὰ τοῦ φιλοσόφου· οἷον ὑποθέμενος ὅμοια εἶναι μεγέθη, ὧν αἱ πλευραὶ ἀνάλογον, τούτῳ ὑποτεθέντι ὑπ’ αὐτοῦ, οὐ δειχθέντι χρῆται· ὁμοίως καὶ ἴσῳ καὶ ταὐτῷ καὶ τοῖς ἄλλοις. καὶ ὁ ἀριθμητικὸς ὑποθέμενος τέλειον ἀριθμὸν εἶναι τὸν πᾶσιν ἴσον τοῖς αὑτοῦ μέρεσι, θεωρεῖ τίνες ἀριθμοὶ πεπόνθασι τοῦτο, ἁπλῶς δὲ περὶ τελείου οὐκ οἶδε· μόνου γὰρ τοῦ φιλοσόφου τὸ τούτων ἐπιστήμην ἔχειν τί ποτέ ἐστιν αὐτῶν ἕκαστον. λείπει δὲ τῇ λέξει καὶ ὅτι οὐ μόνον τῶν οὐσιῶν, ἀλλὰ καὶ τῶν ὑπαρχόντων τῇ οὐσίᾳ. καὶ περὶ προτέρου καὶ ὑστέρου καὶ γένους καὶ εἴδους καὶ ὅλου καὶ μέρους καὶ τῶν ἄλλων τῶν τοιούτων. ὁ γὰρ γεωμέτρης διαλέγεται περὶ τοῦ προτέρου τοῦ ἐν τοῖς μεγέθεσιν, ὅτι πρότερα, εἰ τύχοι, ὑπάρχουσι τὰ τρίγωνα τῶν τετραγώνων, ὁ δὲ ἀριθμητικὸς περὶ τοῦ προτέρου τοῦ ἐν τοῖς ἀριθμοῖς, ὅτι προτέρα ἡ δυὰς τῆς τριάδος· ὁ δὲ φιλόσοφος περὶ ἁπλῶς προτέρου, τῆς φύσεως αὐτοῦ, πολυπραγμονεῖ, ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ὑστέρου καὶ ὅλου καὶ μέρους. πάλιν ὁ φυσικὸς διαλέξεται περὶ τοῦ γένους τοῦ ἐν ζῴῳ, ὁ δὲ φιλόσοφος περὶ τοῦ ἁπλῶς γένους τοῦ ἐν ἅπασι θεωρουμένου.
“并且正因如此,即使它不是。” 即使我们不假定一与存在对所有存在者都是普遍地、即同名同义地被述说的。他说,即使[一与存在]既非属,也非同样普遍地述说于所有存在者之上,但它们也不是脱离于此间事物的某些本性——不同于属在它们被述说的事物中具有存在(因为属不可脱离它们作为其属的那些事物),也不是如同引入理念的人们所认为的那样自身具有自存[,它们依然属于一门科学]。因为并非仅对如此按单一意义被言说的这类事物才有〈一门〉科学,而且对按我们所说的方式在多重意义上被言说的事物也有科学。或许他说不存在某种分离的实体,是因为他现在的目的不是要证明这一点,而且这在这里对他也没有任何帮助。“正如或许并非如此”这句短语不仅可以指分离的存在,而且也可以指普遍与属;因为存在与一并非这类事物,而是正如他接着所说的,一者是“相关于一”,另一者是“依相承次序”。而依相承次序的事物与相关于一的事物不同,两者虽都属于在多重意义上被言说的事物,但相关于一的事物之所以如此被言说,是因为它是属于那单一者之物,且彼此之间具有某种秩序,正如已经指明的[……]。更清楚地说,他的意思是指:存在与一并不是普遍的,也就是说,它们不是同名同义地述说于存在者之上,而是作为从单一者出发并相关于单一者而被述说的。或者他说“分离的”,是为了指明属,因为主张理念的人假定属是分离存在的。“正如或许并非如此”意味着“并非同名同义,而是一者相关于一,另一者依相承次序”。因为一者是首要的,从它之中,所有其余事物都通过其涌流不息的能力按秩序被产生出来;接着是可理知的多,而从它们之中依次产生出所有分有多者之其余事物。正因如此,考察什么是相反者、完全者、一、存在、同一或相异,并不属于几何学家的职责[……]出于假定。而这就是说,几何学家固然也使用它们,却绝非指明了它们各自究竟是什么,而是出于假定,或者从哲学家那里接受过来;例如假定对应边成比例的量度是相似量度,他使用的是由他所假定、而非被证明的这一定义;对于相等、同一以及其余概念亦是如此。算术家也是这样,在假定完全数是等于其自身所有部分之和的数之后,他考察哪些数具有这一性质,但对于一般的完全者,他并不知道;因为唯独哲学家才具有关于它们各自究竟是什么的科学。在文句中还省略了:“不仅关乎实体,而且关乎实体的属性。”以及关于在先与在后、属与种、整体与部分以及其他此类概念。因为几何学家探讨量度中的在先者,例如三角形先于四边形,而算术家探讨数中的在先者,即二先于三;哲学家则探究一般的在先者及其本性,对于在后者、整体和部分也是如此。再者,自然哲学家将探讨动物中的属,而哲学家则探讨在一切事物中被考察的一般的属。
- 4.34εἰ καὶ μή ἐστι, φησί, γένη τε καὶ καθόλου ὁμοίως κατὰ πάντων τῶν ὄντων κατηγορούμενα, ἀλλὰ μηδὲ φύσεις τινὲς κεχωρισμέναι τῶν τῇδε
依据亚里士多德原文的条件分句(εἰ καὶ μή ἐστι...)展开的长句结构。相当于主句的后半结句(如“[它们依然属于一门科学]”)被省略,直接过渡到随后的解释性分句“οὐ γὰρ μόνον τῶν τοιούτων...”。该结构并列否定了两种情况:存在与一既不是普遍的属,也不是如理念般的分离本性。
- 4.34δύναται τὸ ὥσπερ ἴσως οὐκ ἔστιν οὐκ ἐπὶ τοῦ χωριστοῦ μόνον εἰρῆσθαι
中性单数定冠词 τὸ 将引语 ὥσπερ ἴσως οὐκ ἔστιν(“正如或许并非如此”)名词化,充当动词 δύναται εἰρῆσθαι(“可以是被言说的”)的语法主语。介词短语 ἐπὶ τοῦ χωριστοῦ 表示“针对/适用于分离之物”。
- 4.34καὶ διὰ τοῦτο οὐκ ἔστι τοῦ γεωμέτρου θεωρῆσαι τί τὸ ἐναντίον ἢ τέλειον ἢ ἓν ἢ ὂν ἢ ταὐτὸν ἢ ἕτερον * * ἐξ ὑποθέσεως.
短语 οὐκ ἔστι τοῦ γεωμέτρου 是带有表示职责/属性的属格的非人称句式,意为“不属于几何学家的职责”,不定词 θεωρῆσαι(“考察”)为其真实主语。文中存在脱文( );从后文解释几何学者确实出于假定而使用这些概念的逻辑来看,脱文处显然原本包含有限定条件(如“除非出于假定”)。
