- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:247.10-248.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯引用亚里士多德的《论善》,确认所有对立面皆可还原为“一”与“多”,并由此论证考察作为存在者的存在者的学问(第一哲学)是一门统一的科学。
" Εἰλήφθω γὰρ ἡ ἀναγωγὴ ἡμῖν." Ἀναπέμπει πάλιν ἡμᾶς εἰς τὰ ἐν τῷ δευτέρῳ Περὶ τἀγαθοῦ δεδειγμένα. πολλὰ γάρ εἰσι τὰ ἐναντία, ὡς εἶπεν ἀνωτέρω, ὡς εἴρηται ἡμῖν ἐν τῇ περὶ τῶν ἐναντίων Ἐκλογῇ· ἐκεῖσε γὰρ τοῦτο δείκνυσι διεξερχόμενος περὶ πάντων τῶν ἐναντίων. φησὶν οὖν ὅτι αἱ ἀρχαὶ αἱ παρὰ τῶν ἄλλων εἰρημέναι ὡς εἰς γένη ταῦτα πίπτουσι, τουτέστι τὸ ἓν καὶ τὸ πλῆθος.
“因为这种还原应由我们设定。” 他再次把我们引回在《论善》第二卷中所证明的内容。因为正如他在前面所说的“正如我们在《对立项选辑》中所说”,对立面有很多;因为他在该书中考察所有对立面时证明了这一点。因此他说,其他人所陈述的始基落入这些作为属的概念中,即落入一与多之中。
"Φανερὸν οὖν καὶ ἐκ τούτων ὅτι μιᾶς." Εἰπὼν ὅτι τε τὰ ἐναντία πάντα εἰς τὸ ἓν καὶ τὸ πλῆθος ἀναφέρονται, καὶ τοῦτο δι’ ἧς πεποίηται ἀναγωγῆς τῶν ἐναντίων ἐν τῷ δευτέρῳ Περὶ τἀγαθοῦ, λαβὼν δὲ καὶ ὅτι τῶν ὄντων καὶ τῆς οὐσίας στοιχεῖα τὰ ἐναντία, δῆλόν φησι καὶ ἐκ τούτων εἶναι ὅτι μιᾶς ἐστιν ἐπιστήμης ἡ περὶ τοῦ ὄντος ᾗ ὂν θεωρία. ἐπεὶ γὰρ πάντα τὰ ὄντα ἐναντία ἐστὶν ἢ ἐξ ἐναντίων συνέστηκεν, ὥσπερ ἔλεγον οἱ φυσικοί, πάντα δὲ τὰ ἐναντία ἀνάγεται ὑπὸ τὸ ἓν [καὶ τὸ ὂν] καὶ τὰ πολλά, μιᾶς δὲ ἐπιστήμης τὸ περὶ τούτων θεωρεῖν (τῶν γὰρ ἀντικειμένων μία ἐστὶν ἐπιστήμη), ὥστε μιᾶς ἂν εἴη ἐπιστήμης ἡ περὶ πάντων τῶν ὄντων θεωρία· κἂν γὰρ μὴ ἔχῃ τινὰ ἐναντία, ὥσπερ δοκεῖ ἡ οὐσία, ᾖ δὲ ἐξ ἐναντίων, τῷ τὴν γνῶσιν ἑκάστου ἠρτῆσθαι ἐκ τῆς γνώσεως τῶν ἐξ ὧν ἐστιν,1 ἐν τῇ τῶν ἐναντίων ἐξ ὧν ἐστι γνώσει εἴη ἂν γνῶσις τούτων. τῶν δὲ ἐναντίων ἀρχὴ τό τε ἓν καὶ τὸ πλῆθος· ὥστε οὗ περὶ ἑνὸς καὶ πλήθους ἐστὶ θεωρεῖν, τούτου καὶ περὶ τῶν ὑπὸ ταῦτα.2 ταῦτα δέ ἐστι πάντα τὰ ὄντα· πάντα μὲν γὰρ τὰ ὄντα ἢ ἐναντία ἢ ἐξ ἐναντίων, πάντα δὲ τὰ ἐναντία ὑπὸ τὸ ἓν καὶ τὸ πλῆθος.
“因此从这些也可以明显看出,[这属于]一门科学。” 既然他说过所有对立面都被归入一与多,并且这是通过他在《论善》第二卷中所作的对立面还原而完成的,又假定了对立面是存在者和实体的要素,他就说从这些也可以清楚看出,对作为存在者的存在者的考察属于同一门科学。因为正如自然哲学家们所说,一切存在者要么是对立面本身,要么由对立面构成,而所有对立面都被还原于一[与存在]以及多之下,而考察这些属于一门科学(因为对于对立事物只有一门科学),因此对一切存在者的考察也当属于一门科学。因为即使某些事物没有对立面(正如实体似乎没有),但如果它们是由对立面构成的,由于对每一事物的认识依赖于对构成它的那些事物的认识,那么对这些事物的认识就存在于对构成它们的对立面的认识之中。而对立面的始基是一与多;因此,考察一与多属于哪一者的职责,考察它们之下的事物也就属于这同一者的职责。而这些事物就是一切存在者;因为一切存在者要么是对立面,要么由对立面构成,而所有对立面都在一与多之下。
"Ταῦτα δὲ μιᾶς ἐπιστήμης." Εἰ πάντα ἀναφέρονται ὑπὸ τὸ ἓν καὶ τὸ πλῆθος, τὸ δὲ ἓν καὶ τὸ πλῆθος ἀντικείμενα, τῶν δὲ ἀντικειμένων μία ἐστὶν ἐπιστήμη, πάντα δὲ τὰ ὄντα ὑπὸ ταῦτα, μιᾶς ἄρα ἐστὶν ἐπιστήμης περὶ πάντων τῶν ὄντων διαλέγεσθαι, εἴτε καθ’ ἓν λέγεται τὸ ἓν καὶ τὸ πλῆθος κατὰ πάντων τῶν ὄντων, τουτέστιν εἴτε συνωνύμως, εἴτε μὴ συνωνύμως, ὥσπερ ὁ ἀληθὴς ἔχει λόγος, καθάπερ ἀνωτέρω εἰρήκαμεν. ἀλλ’ ὅμως, εἰ καὶ πολλαχῶς λέγεται τὸ ἓν καὶ μὴ κατὰ μίαν φύσιν, ὁμοίως δὲ καὶ τὸ πλῆθος, ἀλλ’ οὖν πρὸς τὸ πρῶτον καὶ κυρίως ἓν λεγόμενον τὰ ἄλλα ἀναφέρεται. πρῶτον δὲ ἓν ὥσπερ καὶ πρῶτον ὂν ἡ οὐσία, καὶ τὰ ἐναντία ὁμοίως πάντα [τὰ] ὑπὸ τὸ πρῶτον πλῆθος τελεῖ.
“而这些属于一门科学。” 如果一切事物都被归于一与多之下,而一与多是对立项,对立项又属于同一门科学,且一切存在者都在这些之下,那么探讨一切存在者就属于同一门科学,无论一与多就一切存在者而言是按单一种类说的(即同名同义地说的),还是不是同名同义地说的(正如真实的说法所主张,且正如我们上面所说的)。但尽管如此,即使一有多重含义且并非依照单一本性而言,多亦是如此,其余各样事物终究还是归结于在首要且本真意义上被称为一的事物。正如实体是首要的存在者一样,它也是首要的一,而所有对立面同样也都归属于首要的多之下。
- 4.32τῷ τὴν γνῶσιν ἑκάστου ἠρτῆσθαι ἐκ τῆς γνώσεως τῶν ἐξ ὧν ἐστιν
带有与格定冠词的中性不定式结构(τῷ 加上完成时不定式 ἠρτῆσθαι),用于表达原因或理由(“由于……事实”,“因……”)。宾格短语 τὴν γνῶσιν ἑκάστου 是该不定式的逻辑主语,为主句中带有潜在祈愿语气的结论 εἴη ἄν 提供了前提论据。
- 4.32ὥστε οὗ περὶ ἑνὸς καὶ πλήθους ἐστὶ θεωρεῖν, τούτου καὶ περὶ τῶν ὑπὸ ταῦτα
关系代词属格 οὗ 与其先行词属格 τούτου 相互呼应的句式。属格(οὗ, τούτου)在此作所有属格或特征属格,与省略或明示的动词 ἐστί 连用,表示职责、职分或管辖范围(“属于……的职责”),意为“考察一与多属于哪一门科学的职责,考察归于它们之下的事物亦属于同一门科学的职责”。
