- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:246.13-247.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯注解1004b27–1004b29,援引毕达哥拉斯学派的对照表阐明对立项可归约为形式与缺失(并最终归约为一与多),并根据早期哲学家关于万物由对立面构成的一致共识,论证第一哲学作为一门统摄性的科学必须研究所有对立面。
" Ἔστι τῶν ἐναντίων ἡ ἑτέρα συστοιχία στέρησις." Διὰ τούτων προσκατασκευάζει ὅτι ὁ περὶ τῶν ἐναντίων λόγος οἰκεῖος τῷ φιλοσόφῳ ὑπάρχει. φησὶν οὖν ὅτι δύο συστοιχίας ἐποίουν οἱ Πυθαγόρειοι, καὶ τὴν μὲν κρείττονα πρὸς τὸ εἶδος ἀνῆγον, τὴν δὲ χείρονα πρὸς τὴν στέρησιν, ἃ ἦν φῶς καὶ σκότος (τὸ μὲν τοῦ εἴδους, τὸ φῶς, τὸ δὲ τῆς στερήσεως, τὸ σκότος), ἀγαθὸν καὶ κακόν, λευκὸν καὶ μέλαν, ἄπειρον καὶ πέρας, θερμὸν καὶ ψυχρόν· δέκα δὲ ἐποίουν τὰς συστοιχίας. τῶν οὖν, φησίν, ἐναντίων ἑτέρα συστοιχία στέρησις· ἔστι δὲ ἑτέρα εἶδος. ὑπάγεται γὰρ πάντα τὰ ἐναντία εἴς τε τὸ ὂν καὶ τὸ μὴ ὂν καὶ εἰς τὸ ἓν τε καὶ πλῆθος, ὧν τὸ μὴ ὂν καὶ τὸ πλῆθος στέρησις,1 τὸ δὲ ἓν καὶ τὸ ὂν εἶδος· οἷον ἡ μὲν στάσις τοῦ ἑνός, ἡ δὲ κίνησις τοῦ πλήθους, καὶ πάλιν τὸ φῶς πρὸς τῷ ἑνί, τὸ δὲ σκότος τοῦ πλήθους· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων.
“在对立项中,两列之中的一列是缺失。” 通过这些论述,他进一步确证了关于对立面的讨论是属于哲学家的。因此他说,毕达哥拉斯学派设立了两个对照列,并将较优的一列归于形式,较劣的一列归于缺失;这些对立项是光与暗(光属于形式,暗属于缺失)、善与恶、白与黑、无界与界限、热与冷;他们设立了十对对照列。因此他说,在对立项中,一列是缺失,而另一列是形式。因为一切对立面都被归入存在与非存在,以及一与多,其中非存在与多是缺失,而一与存在是形式;例如静止属于一,运动属于多,再者光在一这一边,而暗属于多;在所有其余事物上亦是如此。
"Τὰ δὲ ὄντα καὶ τὴν οὐσίαν ὁμολογοῦσιν ἐξ ἐναντίων." Διὰ ταύτης τῆς ἐπιχειρήσεως ἅμα μὲν δείκνυσιν ὅτι περὶ πάντων τῶν ἐναντίων ὁ φιλόσοφος ἐρεῖ, ἐπειδὴ πάντα ὑπὸ τὸ ἓν καὶ τὸ πλῆθος, ἅμα δὲ συστήσει καὶ τὸ ὅτι μιᾶς ἐστιν ἐπιστήμης τὸ περὶ τοῦ ὄντος ᾗ ὂν θεωρῆσαι, ὡς δι’ ὧν ἐπιφέρει λέγει· εἰ γὰρ τὰ ὄντα καὶ αἱ οὐσίαι ἐξ ἐναντίων, ὡς ἐδόκει τοῖς πλείστοις, εἶεν ἂν αἱ μὲν ἀρχαὶ τῶν ὄντων ἐναντίαι, τὰ δὲ ἐκ τούτων ἐξ ἐναντίων. πάντα ἄρα τὰ ὄντα ἢ ἐναντία ἢ ἐξ ἐναντίων· ἐναντίαι μὲν αἱ ἀρχαί, ἐξ ἐναντίων δὲ τὰ σύνθετα, οἷον ἐκ θερμοῦ καὶ ψυχροῦ, ὑγροῦ ξηροῦ. ἀλλὰ μὴν μιᾶς ἐπιστήμης τά τε ἐναντία καὶ τὰ ἐκ τούτων εἰδέναι. μιᾶς ἄρα ἐπιστήμης καὶ ἡ τῶν ὄντων καθόλου θεωρία. ὥστε δείκνυται καὶ ἀπὸ τούτων, ὅτι ἀναγκαῖόν ἐστι τῷ φιλοσόφῳ καὶ ὁ περὶ τῶν ἐναντίων λόγος. τοῦτο οὖν ἐστιν ὃ λέγει, ὅτι τὰ δὲ ὄντα καὶ τὴν οὐσίαν ὁμολογοῦσιν ἐξ ἐναντίων σχεδὸν ἅπαντες συγκεῖσθαι.2 ἀμέλει τοι πάντες τὰς ἀρχὰς ἐναντίας ὑποτίθενται· οἱ μὲν γὰρ περιττὸν καὶ ἄρτιον, ὥσπερ οἱ Πυθαγόρειοι, οἱ δὲ θερμὸν καὶ ψυχρόν, ὥσπερ ὁ Παρμενίδης, οἱ δὲ πέρας καὶ ἄπειρον, ὥσπερ Πλάτων, οἱ δὲ νεῖκος καὶ φιλίαν, ὥσπερ Ἐμπεδοκλῆς. πάντα δὲ καὶ ταῦτα καὶ τὰ ἄλλα ἀναγόμενα φαίνεται εἰς τὸ ἓν καὶ τὸ πλῆθος· τὸ μὲν οὖν περιττὸν καὶ τὸ θερμὸν καὶ τὸ πέρας καὶ ἡ φιλία ὑπὸ τὸ ἕν, ὑπὸ δὲ τὸ πλῆθος τὰ τούτοις ἐναντία.
“而他们一致承认,存在者和实体是由对立面构成的。” 通过这一论证,他一方面表明哲学家将谈论所有的对立面,因为一切都在一与多之下;另一方面他也将确立:考察作为存在者的存在者属于同一门科学,正如他通过随后的补充所言。因为如果存在者和诸实体如多数人所认为的那样是由对立面构成的,那么存在者的始基就应当是对立的,而由始基生成的事物就应当是由对立面构成的。因此,一切存在者要么是对立面本身,要么由对立面构成:诸始基是对立面,而复合事物则由对立面构成,例如由热与冷、湿与干构成。然而,认识对立面以及由对立面构成的事物确实属于同一门科学。因此,对存在者的普遍考察也属于同一门科学。所以从这些也可以表明,关于对立面的讨论对哲学家而言也是必然的。因此这就是他所表达的意思:几乎所有人都一致承认存在者和实体是由对立面组成的。事实上,所有人都将始基设定为对立的:有些人设定奇数与偶数,如毕达哥拉斯学派;有些人设定热与冷,如巴门尼德;有些人设定界限与无界,如柏拉图;有些人设定斗争与友爱,如恩培多克勒。而显而易见,这些始基以及其余所有始基都归结于一与多:奇数、热、界限与友爱在“一”之下,而在“多”之下的则是与它们相对立的事物。
- 4.29ὧν τὸ μὴ ὂν καὶ τὸ πλῆθος στέρησις
关系代词 ὧν 以紧接在前的四项(τὸ ὄν, τὸ μὴ ὄν, τὸ ἕν, τὸ πλῆθος)为先行词,作部分属格(partitive genitive),在此引出二分结构:“在这些[四者]之中,非存在与多是缺失……”。
- 4.30ὁμολογοῦσιν ἐξ ἐναντίων σχεδὸν ἅπαντες συγκεῖσθαι
在解释亚里士多德的词元“τὰ δὲ ὄντα καὶ τὴν οὐσίαν ὁμολογοῦσιν ἐξ ἐναντίων”时,阿斯克勒庇俄斯补充了不定式 συγκεῖσθαι(由……组成),明确了由动词 ὁμολογοῦσιν 所统辖的“宾格加不定式”间接引语结构。
