- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:245.19-246.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯阐述了哲学与诡辩术(根据生活方式与目的的选择)以及与辩证术(根据证明性与试探性/批判性的能力模式)的区别,批评了诡辩家弃绝实体而专务偶性的做法,并通过与数学和自然科学各部门的类比,确立了第一哲学必须证明性地考察一切存在者的固有属性。
τῆς δὲ σοφιστικῆς διαφέρει ἡ φιλοσοφία τῇ τοῦ βίου προαιρέσει, ἐπειδὴ ὁ μὲν σοφιστὴς διὰ τὸ χρηματίζεσθαι ταῦτα ποιεῖ, ὁ δὲ φιλόσοφος διὰ τὴν ὠφέλειαν. ἔστι δέ, φησίν, ἡ διαλεκτικὴ πειραστική (πειράζει γὰρ τὸν νέον, πῶς ἔχει) περὶ ὧν ἡ φιλοσοφία τὴν γνῶσιν καὶ τὴν ἀλήθειαν ὑφηγεῖται· ἡ δὲ σοφιστικὴ φαινομένη ἐστὶ σοφία μὴ οὖσα. αἰτιᾶται οὖν τοὺς σοφιστάς, οἵτινες ὑποδυόμενοι τὸ τῆς φιλοσοφίας ὄνομα περὶ μὲν τῆς οὐσίας, περὶ ἧς οἰκειότατος καὶ προηγούμενος ὁ λόγος τῷ φιλοσόφῳ, οὐδένα ποιοῦνται λόγον, περὶ δὲ ἐναντίων καὶ ἀντικειμένων, ὡς φησιν ὁ ἀπὸ τῆς Ἀφροδισιάδος ἐξηγητής, καὶ τῶν πλεοναχῶς λεγομένων καὶ τῶν συμβεβηκότων καὶ τῶν τοιούτων πᾶσα αὐτοῖς ἡ πραγματεία, οἷς πρὸς τὰ σοφίσματα καὶ τοὺς ἀγῶνας χρῶνται παρακρουόμενοι τοὺς προσδιαλεγομένους. αἰτιᾶται δὲ αὐτῶν οὐ τὸ περὶ τούτων λέγειν ὡς οὐκ ὂν φιλοσόφῳ οἰκεῖον1 (οἰκεῖος γὰρ καὶ ὁ περὶ τούτων λόγος τοῖς φιλοσόφοις), ἀλλ’ ὅτι περὶ μόνων τούτων καὶ προηγουμένως ὁ λόγος αὐτοῖς γίνεται, περὶ δὲ τῆς οὐσίας, ἥτις ἐστὶ πρώτη, παρ’ ἧς κἀκείνοις τὸ εἶναι, δι’ ἣν ὁ φιλόσοφος καὶ περὶ ἐκείνων λέγει, οὐδένα ποιοῦνται λόγον. διὸ οὐδὲ φιλόσοφοι· εἰ γὰρ μὴ ἴσασι τὴν οὐσίαν, οὐδὲ τὰ καθ’ αὑτὸ ὑπάρχοντα τῇ οὐσίᾳ δύνανται εἰπεῖν ἀληθῶς. ὥσπερ οὖν πάσης τῆς ἐπιστήμης σκοπούσης τὰ καθ’ αὑτὸ ὑπάρχοντα τοῖς πράγμασιν αὐτῶν δεῖ καὶ τὸν πρῶτον φιλόσοφον σκοπεῖν τὰ καθ’ αὑτὰ ὑπάρχοντα τοῖς πράγμασι πᾶσιν. οἷον γεωμετρίας τὰ ὑπάρχοντα ταῖς γραμμαῖς εἰδέναι καὶ τοῖς ἐπιπέδοις τε καὶ σχήμασιν. ἔστι γάρ τινα καὶ τούτων οἰκεῖα, καὶ πάλιν ἄλλα 〈τοῖς〉 στερεοῖς· καὶ τούτων ἄλλα μὲν τοῖς ἀκινήτοις, περὶ ἃ ἡ στερεομετρία, ἄλλα δὲ τοῖς κινουμένοις, περὶ ἃ ἡ ἀστρολογικὴ καὶ ἡ φυσική. ἀλλὰ καὶ τῶν κινουμένων ἄλλα μὲν τοῖς βάρος ἔχουσιν, ὡς γῇ ὕδατι, ἄλλα δὲ τοῖς οὐκ ἔχουσι βάρος, ὥσπερ τοῖς κούφοις, πυρί τε καὶ ἀέρι, καὶ τῷ κυκλοφορικῷ σώματι. διαφέρει οὖν ἡ διαλεκτικὴ τῆς φιλοσοφίας, ὡς εἴρηται, τῷ τρόπῳ τῆς δυνάμεως. ἀμφότεραι γὰρ περὶ τὸ ὂν καταγίνονται, καὶ τὰ τούτῳ ὑπάρχοντα ἀμφότεραι συλλογίζονται, ἀλλ’ ἡ μέν ἐστιν ἀποδεικτική, ἡ δὲ διαλεκτικὴ 〈πειραστική〉, καὶ ὁ μὲν διαλεκτικὸς πειραστικῶς λαμβάνει, ὁ δὲ ἀποδείκνυσιν. ἀμφότεραι δὲ σπεύδουσι γνῶσιν ἔχειν· κἀκεῖνος γὰρ πειρᾶται, εἴτε ἐπιστήμην ἔχει ὁ προσδιαλεγόμενος, εἴτε μὴ ἔχει. πάλιν τοῦ σοφιστοῦ, ὅτι ὁ μέν ἐστιν, ὁ δὲ σοφιστὴς θέλει φαίνεσθαι.2
然而,哲学与诡辩术的区别在于生活方式的选择,因为诡辩家做这些事是为了赚钱,而哲学家则是为了益处。而且他说,辩证术是考察性的(因为它试探年轻人的状态如何),涉及哲学引向知识与真理的事物;而诡辩术则是表面的智慧,并非真实的智慧。因此他指责诡辩家,他们披着哲学的名义,对于哲学家最切近且最首要的论题即实体不作任何讨论,反而正如来自阿佛洛狄西亚的诠释家所说,他们的全部工夫都用在相反的事物、对立的事物、多重含义言说的事物、偶性以及诸如此类的事物上,他们利用这些东西进行诡辩和辩论,以欺骗对话者。他对他们的指责,并不是以为对于哲学家不相称而针对谈论这些事情(因为谈论这些事情对于哲学家也是相称的),而是因为他们的讨论仅仅且首要地围绕这些事情展开,而对于首要的、赋予那些属性以存在、并且哲学家正为了它才谈论那些属性的实体,他们却不作任何讨论。因此他们根本不是哲学家;因为如果他们不知道实体,他们也就无法真实地言说本身属于实体的事物。因此,正如一切科学都考察本身属于其对象的事物一样,第一哲学家也必须考察本身属于一切对象的事物。例如几何学应当知晓属于线、平面和图形的事物;因为这些事物也有某些固有属性,而立体又有另一些固有属性;在这些〔立体〕中,有些属于不动的事物,立体几何学便涉及它们;有些则属于运动的事物,天文学和自然学便涉及它们。然而在运动的事物中,有些属于具有重量的事物,如土和水;有些则属于不具重量的事物,如轻的事物,即火与气,以及作圆周运动的物体。因此正如所说,辩证术与哲学的区别在于能力的模式。因为两者都致力于存在,两者都推论属于存在的属性,但一方是证明性的,而辩证术则是[考察性的],辩证家是以试探的方式设定前提,而[哲学家]则是进行证明。然而两者都力求拥有知识;因为辩证家也在试探对话者是否拥有确知,抑或没有确知。再次,[哲学]与诡辩家的区别在于,前者是[有智慧的],而诡辩家只是想要显现为有智慧。
- 4.28αἰτιᾶται δὲ αὐτῶν οὐ τὸ περὶ τούτων λέγειν ὡς οὐκ ὂν φιλοσόφῳ οἰκεῖον
动词 αἰτιάομαι 支配人的属格(αὐτῶν)和指责内容的事物对格(τὸ περὶ τούτων λέγειν)。接下来的 ὡς οὐκ ὂν 是 ὡς 与中性分词对格(独立对格结构)的连用,表示假定或主观的理由:“作为/以为这对哲学家是不适宜的”。
- 4.28πάλιν τοῦ σοφιστοῦ, ὅτι ὁ μέν ἐστιν, ὁ δὲ σοφιστὴς θέλει φαίνεσθαι.
句首的 πάλιν τοῦ σοφιστοῦ 是承前省略了主谓结构(即 διαφέρει ἡ φιλοσοφία 等,“再次,[哲学]与诡辩家的区别在于……”)。随后的 ὅτι 引导的从句中,ὁ μέν(哲学家)之后的表语(如 σοφός 等)被省略,构成鲜明对照:“前者确实是[有智慧的],而诡辩家只是想要显得[有智慧]”。
