← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§244.25-245.19

哲学、辩证术与诡辩术的区分以及对实体的把握

根据亚里士多德《形而上学》伽玛卷第2章(1004b8)的引文,注释者论述辩证家与诡辩家的错误不在于探讨普遍存在者本身,而在于对实体的无知,阐明哲学是考察属于存在者的固有属性的科学,并辨析了探讨相同对象的哲学、辩证术与诡辩术的区别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.28#1

" Καὶ οὐ ταύτῃ ἁμαρτάνουσιν οἱ περὶ αὐτῶν σκοποῦντες." Ὃ λέγει τοῦτό ἐστιν ὅτι οὐ κατὰ τοῦτο ἁμαρτάνουσιν οἱ διαλεκτικοὶ καὶ οἱ σοφισταί, καθὸ περὶ πάντων τῶν ὄντων διαλέγονται καὶ τῶν καθ’ αὑτὸ ὑπαρχόντων τοῖς οὖσι, καὶ μάλιστα οἱ σοφισταί· οὐχ ἁμαρτάνουσιν οὖν ὡς κατὰ τοῦτο φιλοσοφοῦντες,1 ἀλλὰ ἁμαρτάνουσι, καθὸ οὐκ εἰδότες τὸ κυρίως ὂν καὶ τὴν κυρίως οὐσίαν ὁποία τίς ἐστιν, ἀποφαίνονται περὶ τῶν καθ’ αὑτὸ ὑπαρχόντων τῷ πράγματι, ὅπερ ἀγνοοῦσι. διό φησιν ἀλλ’ ὅτι προτέρα ὑπάρχει οὐσία τῶν καθ’ αὑτὸ ὑπαρχόντων αὐτῇ,2 περὶ ἧς οὐσίας οὐδὲν γινώσκουσιν. ὥσπερ γάρ ἐστι καὶ ἀριθμοῦ καθὸ ἀριθμὸς ἴδια πάθη, οἷον περιττὸν καὶ ἄρτιον, συμμετρία ἰσότης, ὑπεροχὴ ἔλλειψις, καὶ ταῦτα καὶ καθ’ ἑαυτοὺς καὶ πρὸς ἀλλήλους ὑπάρχουσι τοῖς ἀριθμοῖς, καθ’ ἑαυτοὺς μὲν τὸ περιττὸν καὶ ἄρτιον, πρὸς ἀλλήλους δὲ ὑπεροχὴ ἔλλειψις, συμμετρία ἰσότης, ὡς ἐδείξαμεν ἐν τῇ θεωρίᾳ, ὁμοίως δὲ καὶ στερεῷ σώματι καὶ ἀκινήτῳ καὶ κινουμένῳ ἀβαρεῖ τε καὶ βάρος ἔχοντι ἔστιν ἕτερα ἴδια, οἷον τὸ τριχῇ διαστατόν, οὕτως οὖν καὶ τῷ κυρίως ὄντι, καθὸ ὄν ἐστι, τινὰ ἴδια, ἑτερότης ταυτότης, ὁμοιότης ἰσότης· ταῦτα γὰρ καθ’ αὑτὸ ὑπάρχουσι τῷ ὄντι, ᾗ ὄν ἐστι. καὶ δεῖ περὶ πάντων τῶν καθ’ αὑτὸ ὑπαρχόντων τῷ ὄντι διαλέγεσθαι τὸν πρῶτον φιλόσοφον, ὥσπερ καὶ τὸν ἀριθμητικὸν περὶ τῶν ἀριθμῶν καὶ τῶν καθ’ αὑτὸ ὑπαρχόντων τοῖς ἀριθμοῖς, τουτέστιν ἀρτίου καὶ περιττοῦ. σημεῖον δὲ τούτου· οἱ γὰρ διαλεκτικοὶ καὶ οἱ σοφισταὶ ταὐτὸ ὑποδύονται σχῆμα τῷ φιλοσόφῳ· περὶ πάντων γὰρ τῶν ὄντων πειρῶνται διαλέγεσθαι. ἡ γὰρ σοφιστικὴ φαινομένη μόνον σοφία ἐστίν (οὐ γὰρ οὖσα· ἀπατᾷ γάρ), καὶ οἱ διαλεκτικοὶ δὲ διαλέγονται περὶ πάντων· κοινὸν δὲ πᾶσιν ὑπόκειται τὸ ὄν, ᾗ ὄν ἐστι. διαλέγονται δὲ περὶ τούτων, ἐπειδὴ πάντα ταῦτα οἷον ἴδιά ἐστι τῆς φιλοσοφίας, ἥντινα ὑποκρίνονται, φημὶ δὴ πάντα τὰ ὄντα·3 περὶ γὰρ τὸ αὐτὸ γένος στρέφεται, τουτέστι περὶ τὸ αὐτὸ ὑποκείμενον, ἡ σοφιστικὴ καὶ ἡ διαλεκτικὴ τῇ φιλοσοφίᾳ· ὡς γὰρ πολλάκις εἴρηται, σπεύδουσι περὶ πάντων τῶν ὄντων διαλέγεσθαι. διαφέρει δὲ ἡ κυρίως φιλοσοφία τῆς μὲν διαλεκτικῆς τῷ τρόπῳ τῆς δυνάμεως, ἐπειδὴ ἡ μὲν διαλεκτικὴ ἐξ ἐνδόξων ὁρμᾶται καὶ ἐκ πιθανῶν, καὶ τὰ ἐναντία κατασκευάζει γυμνάζουσα τὸν νέον, ἡ δὲ φιλοσοφία ἐξ ἀληθῶν ὁρμᾶται καὶ αὐτοπίστων, τέλος ἔχουσα τὴν τῆς ἀληθείας ὁδόν.

“而考察这些事物的人并不是在这方面犯错。” 他所说的是这回事:辩证家与诡辩家,尤其是诡辩家,并不是因为就所有存在者以及本身属于存在者的事情进行论述而在这一方面犯错;因此,他们并不是作为在这方面从事哲学思考而犯错,而是因为他们不知道严格意义上的存在与严格意义上的实体究竟是什么,便对自己所无知的事情的本身属性作出断言,正是在这方面犯了错。因此他说,“而是因为实体先于本身属于它的属性”,而他们对这种实体却一无所知。因为,正如数就其为数而言亦有其固有的受动性质,例如奇与偶、通约与相等、超出与不足,并且这些属性既就自身而言亦就彼此相关而言属于数——奇与偶就自身而言,而超出与不足、通约与相等就彼此相关而言,正如我们在通论中所表明的那样——同样,对于立体,无论是不动的还是运动的,是没有重量的还是具有重量的,亦有其他固有属性,例如具有三维维度;同样,对于严格意义上的存在者,就其为存在者而言,亦有某些固有属性,即他性与同一性、类似性与相等;因为这些属性就存在者作为存在者而言本身属于存在者。第一哲学家必须论述本身属于存在者的一切事物,正如算术家论述数以及本身属于数的事物,即偶与奇一样。此事的标志乃是:辩证家与诡辩家扮作与哲学家相同的装束;因为他们试图论述所有的存在者。因为诡辩术只是表面上的智慧(因为它并非真正的智慧;因为它欺骗人),而辩证家亦论述一切事物;作为存在者的存在作为共通的底层置于一切事物之下。他们论述这些事物,是因为所有这些事物——我指的是所有的存在者——可以说是属于他们所伪装的哲学的固有事物;因为诡辩术和辩证术与哲学围绕着同一个属,即围绕着同一个底层旋转;因为正如屡次言及的那样,他们热衷于论述所有的存在者。然而,严格意义上的哲学与辩证术的区别在于能力的模式,因为辩证术是从广受认可和具说服力的意见出发,通过训练年轻人来确立相反的论断,而哲学则是从真实且自明的事物出发,以真理之路为其目的。

语法注3 条
  1. 4.28οὐχ ἁμαρτάνουσιν οὖν ὡς κατὰ τοῦτο φιλοσοφοῦντες

    小词 ὡς 与分词 φιλοσοφοῦντες 连用,表达主观理由或表面上的借口(‘作为在这方面从事哲学思考’)。这与前文的 καθὸ περὶ πάντων τῶν ὄντων διαλέγονται(就其探讨所有存在者而言)平行,并与随后的对比分句 ἀλλὰ ἁμαρτάνουσι, καθὸ...(‘而是因为……而犯错’)形成对照。

  2. 4.28διό φησιν ἀλλ’ ὅτι προτέρα ὑπάρχει οὐσία τῶν καθ’ αὑτὸ ὑπαρχόντων αὐτῇ

    此句在阐发的同时引用了亚里士多德的原文(1004b9–10: ἀλλ’ ὅτι πρότερον ἡ οὐσία, περὶ ἧς οὐθὲν ἐπαΐουσιν)。连词 ἀλλ’ ὅτι(‘而是因为……’)直接沿用了亚里士多德原文的措辞,引导与前文 οὐ ταύτῃ ἁμαρτάνουσιν(1004b8)相对照的原因从句。

  3. 4.28ἥντινα ὑποκρίνονται, φημὶ δὴ πάντα τὰ ὄντα

    关系代词 ἥντινα 的先行词为紧挨其前的 τῆς φιλοσοφίας。随后插入的短语 φημὶ δὴ πάντα τὰ ὄντα(‘我指的是所有的存在者’)是注释者自身的解释性插入句,用以说明和重述关系从句前主句的主语 πάντα ταῦτα(所有这些事物)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:244.25-245.19