← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§243.29-244.24

第一哲学的普遍探究与对立原理归于一和多

作者阐明第一哲学家如同各分科学者一样探讨其对象及本身偶性,并论述古人们关于对立的学说如何归结为一与多的原理(进而归结为单一的最高原理),由此确立第一哲学普遍探讨各单纯属性的范围。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.27#2

ὥσπερ οὖν ὁ ἀριθμητικὸς διαλέγεται περὶ πάντων τῶν ἀριθμῶν καὶ τῶν καθ’ αὑτὸ ὑπαρχόντων τοῖς ἀριθμοῖς, καὶ ὁ φυσικὸς περὶ πάντων τῶν σωμάτων καὶ τῶν καθ’ αὑτὸ ὑπαρχόντων τοῖς σώμασιν, ὁμοίως δὲ καὶ οἱ ἄλλοι ἐπιστήμονες οἱ κατὰ μέρος, οὕτως δὴ καὶ ὁ πρῶτος φιλόσοφος διαλέγεται περὶ πάντων τῶν ὄντων καὶ τῶν καθ’ αὑτὸ ὑπαρχόντων πᾶσι τοῖς οὖσιν.1 εἶτα ἐφεξῆς ἱστορεῖ καὶ τὰς τῶν παλαιοτέρων δόξας, δεικνὺς ὅτι καὶ αὐτοὶ ἀρχὰς τῶν ὄντων ἐναντιώσεις ὑπετίθεντο· ὁ μὲν Παρμενίδης τὸ πῦρ καὶ τὴν γῆν, τουτέστι τὸ θερμὸν καὶ τὸ ψυχρόν, ὁ δὲ Ἐμπεδοκλῆς τὸ νεῖκος καὶ τὴν φιλίαν, ὁ δὲ Πλάτων τὸ πέρας καὶ ἄπειρον, οἱ δὲ Πυθαγόρειοι τὸ περιττὸν καὶ τὸ ἄρτιον. ὥστε καλῶς καὶ ἡμεῖς ἀρχὰς τῶν ὄντων ὑπεθέμεθα τὸ ἓν καὶ τὸ πλῆθος·2 καὶ αἱ ἄλλαι γὰρ ἀρχαὶ πᾶσαι φαίνονται ἀναφερόμεναι ὑπὸ τὸ ἓν καὶ τὸ πλῆθος· ὡς εἰς γένη γὰρ ταῦτα πίπτουσι τὰ ἄλλα πάντα. δῆλον δὲ ὅτι οἶδε καὶ πρὸ τῶν δύο τούτων μίαν ἀρχήν· καὶ γάρ φησιν “οὐκ ἀγαθὸν πολυκοιρανίη· εἷς κοίρανος ἔστω”.3 ἐπεὶ οὖν ἀντίκεινται ἀλλήλοις τὸ ἓν καὶ τὸ πλῆθος, τῶν δὲ ἀντικειμένων μία ἐστὶν ἐπιστήμη, δῆλον ὡς ὅτι εἷς καὶ ὁ αὐτὸς φιλόσοφος διαλέξεται περὶ τοῦ ἑνὸς καὶ τοῦ πλήθους καὶ πάντων τῶν ὑπ’ αὐτὰ τελούντων, τουτέστι περὶ πάντων τῶν ὄντων. ταῦτα γὰρ πάντων τῶν ὄντων κατηγοροῦνται ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν· οὐ γὰρ συνωνύμως, ὡς ἀνωτέρω ἐδείξαμεν, οὔτε δὲ ὡς κατὰ τύχην ὡς τὰ ὁμώνυμα. κατὰ τύχην γὰρ ἐκλήθησαν, εἰ τύχοι, ἀμφότεροι Αἴαντες· οὐκ ἔστι δὲ κατὰ τύχην ὑγιεινὸν βοήθημα καὶ σιτίον, ὅπερ ἐστὶν ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν. πάντα οὖν τὰ ἄλλα μετέχουσι τοῦ ἑνὸς καὶ τοῦ πλήθους. διαλέγεται οὖν καὶ περὶ τῶν καθ’ αὑτὸ ὑπαρχόντων τοῖς οὖσι, τουτέστιν ἑτερότητος ἰσότητος, ταυτότητος ὁμοιότητος, ἐναντιότητος τελείου. ὁ γὰρ γεωμέτρης διαλέγεται περὶ τοῦ προτέρου τοῦ ἐν τοῖς μεγέθεσιν, ὅτι πρότερα, εἰ τύχοι, ἐστὶ τὰ τρίγωνα, εἶτα τὰ τετράγωνα· ὡσαύτως καὶ περὶ τῆς ὁμοιότητος τῆς ἐν μεγέθεσι, καὶ ἰσότητος καὶ ταυτότητος καὶ ἑτερότητος. ὁμοίως δὲ καὶ ὁ ἀριθμητικὸς περὶ ὁμοιότητος τῆς ἐν τοῖς ἀριθμοῖς καὶ τῶν ἄλλων. ὁ μέντοι γε πρῶτος φιλόσοφος διαλέγεται περὶ τῆς ἁπλῶς ὁμοιότητος, τί ἐστιν ἁπλῶς ὁμοιότης, περὶ τῶν θεωρουμένων ἐν πᾶσι τοῖς οὖσιν, ὁμοίως δὲ καὶ περὶ τῆς ἁπλῶς ἐναντιότητος τῆς ἐν πᾶσι τοῖς οὖσι θεωρουμένης, ὡσαύτως δὲ καὶ περὶ προτέρου καὶ τελείου καὶ ὄντος. πάλιν δὲ ὁ φυσικὸς διαλέγεται περὶ τοῦ γένους τοῦ ἐν τῷ ζῴῳ· ὁ μέντοι γε πρῶτος φιλόσοφος διαλέγεται περὶ τοῦ ἁπλῶς γένους τοῦ ἐν ἅπασι τοῖς οὖσι θεωρουμένου· ὁμοίως δὲ καὶ περὶ τῶν ἄλλων πάντων.

因此,正如算术家论述所有的数以及本身属于数的事物,自然哲学家论述所有的物体以及本身属于物体的事物,并且分科的诸学者亦同样如此,第一哲学家亦正是如此论述所有存在者以及本身属于一切存在者的事物。随后,他接着记述了古人们的意见,表明他们自己亦将对立设定为存在者的诸原理:巴门尼德设定了火与土,即热与冷;恩培多克勒设定了争吵与友爱;柏拉图设定了界限与无界;毕达哥拉斯学派设定了奇与偶。因此,我们把一与多设定为存在者的诸原理亦是正当的;因为所有其他原理似乎亦都被归结到一与多之下;因为所有其他事物都如同归入诸属一样归入它们。然而显而易见的是,他亦知晓在这两者之前存在着单一的原理;因为他确实说过:“多头统治并非善事;当有一位统治者”。因此,既然一与多彼此对立,而关于对立事物的知识只有一种,那么显而易见的是,同一位哲学家将论述一与多以及归属于它们之下的所有事物,即论述所有的存在者。因为这些事物作为‘从一且归一’的事物被述说于所有存在者之上;因为它们并非如同义词那样被述说(正如我们在上面所表明的那样),亦非如偶然的同名异义事物那样被述说。因为,比方说,两个人都被称为‘埃阿斯’是出于偶然;但疗法与食物被称为‘健康的’却并非出于偶然,这乃是作为‘从一且归一’的事物的情形。因此,所有其他事物都分有一与多。由此,他亦论述本身属于存在者的事情,即他性、相等、同一性、类似性、相反性与完全。因为几何学家论述量度中的在先者——例如三角形在先,随后是四边形;同样亦论述量度中的类似性、相等、同一性与他性。算术家亦同样论述数中的类似性及其他属性。然而,第一哲学家则是论述单纯的类似性,即什么是单纯的类似性,论述在一切存在者中所考察到的事物;同样亦论述在一切存在者中所考察到的单纯相反性;亦同样论述在先者、完全者与存在者。再者,自然哲学家论述动物中的属;然而第一哲学家则论述在一切存在者中所考察到的单纯的属;关于所有其他事物亦同样如此。

语法注3 条
  1. 4.27περὶ τῆς ἁπλῶς ὁμοιότητος, τί ἐστιν ἁπλῶς ὁμοιότης, περὶ τῶν θεωρουμένων ἐν πᾶσι τοῖς οὖσιν

    这是一个同位与说明性的复合结构:间接疑问从句 τί ἐστιν ἁπλῶς ὁμοιότης(什么是单纯的类似性)补充说明前置的介词短语 περὶ τῆς ἁπλῶς ὁμοιότητος,而紧随其后的介词短语 περὶ τῶν θεωρουμένων... 则作为同位语进一步限定第一哲学的考察范围(遍及所有存在者中所见到的事物)。

  2. 4.27ὥστε καλῶς καὶ ἡμεῖς ἀρχὰς τῶν ὄντων ὑπεθέμεθα τὸ ἓν καὶ τὸ πλῆθος

    主语 ἡμεῖς(我们)代表包括亚里士多德在内的逍遥学派立场的著者自称。该句承接古人多样的相反原理皆可还原为一与多这一论点,推论出著者及其学派将一与多设定为基本原理的正当性。

  3. 4.27δῆλον δὲ ὅτι οἶδε καὶ πρὸ τῶν δύο τούτων μίαν ἀρχήν· καὶ γάρ φησιν “οὐκ ἀγαθὸν πολυκοιρανίη· εἷς κοίρανος ἔστω”

    动词 οἶδε(知晓)以及后文 φησιν(说)的未明示主语皆指亚里士多德。此处引用的诗句出自荷马(《伊利亚特》2.204),即亚里士多德在《形而上学》第12卷卷末(1076a4)确立唯一的最高主宰原理时所引用的文句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:243.29-244.24