- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:242.7-243.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯注解1004b1–8,指明考察同一与诸相反者等属性乃是第一哲学的任务,并通过辩证家与诡辩家皆假扮哲学家来探讨所有存在者这一事实,论证了唯有第一哲学家本人才真正以所有存在者及其固有偶性为探讨对象。
" Εἰ γὰρ μὴ τοῦ φιλοσόφου." Εἰ μὴ τοῦ φιλοσόφου ἔργον ἐστὶ τὸ περὶ πάντων τῶν ὄντων θεωρεῖν, τίς ἔσται ὁ ἐπισκεψόμενος, εἰ ταὐτὸ Σωκράτης καὶ Σωκράτης καθήμενος (κατὰ μὲν γὰρ τὸ ὑποκείμενον τὸ αὐτό ἐστι Σωκράτης καὶ Σωκράτης καθήμενος, κατὰ δὲ τὸ συμβεβηκὸς ἕτερον) ἢ εἰ ἓν ἑνὶ ἐναντίον (ἐνταῦθα φανερὸν ὅτι ἕν· οὐ γὰρ ἄδικος ἡ φύσις 〈ὥστε〉 δύο ἑνὶ ἀντιτάξαι, ὡς δέδεικται ἐν τῷ Περὶ ἑρμηνείας), ἢ τί ἐστι τὸ ἐναντίον, ὅτι τὰ πλεῖστον ἀλλήλων διεστηκότα, 〈ἢ〉 ποσαχῶς λέγεται τὰ ἐναντία, ὅτι διχῶς, τὰ μὲν ὡς μετέχοντα τὰ δὲ ὡς μετεχόμενα; ὁμοίως δὲ καὶ περὶ τῶν ἄλλων τῶν τοιούτων. ἐπεὶ τοίνυν τοῦ ἑνὸς καθὸ ἕν ἐστι καὶ τοῦ ὄντος καθὸ ὄν ἐστι ταῦτα πάθη ὑπάρχουσι τὰ εἰρημένα, τὸ ταὐτὸν καὶ ἕτερον καὶ ὅμοιον καὶ ἀνόμοιον καὶ ἴσον καὶ ἄνισον καὶ ὅσα ἄλλα, ἀλλ’ οὐχ ᾗ ἀριθμοὶ ἢ γραμμαὶ ἢ πῦρ (εἰ γὰρ καθ’ αὑτὰ ὑπάρχουσι τοῖς ἀριθμοῖς τὸ ὂν ᾗ ὂν καὶ τὸ ἀνόμοιον, ἤγουν τοῖς μεγέθεσιν, ἔδει αὐτοῖς μόνον ὑπάρχειν· νῦν δὲ ὁρῶμεν ταῦτα διήκοντα ἐπὶ πάντα τὰ ὄντα), φανερὸν ὡς ὅτι τοῦ ὄντος ὑπάρχουσι πάθη καθ’ αὑτά,1 καὶ ἐκείνης τῆς πρώτης φιλοσοφίας ἐστὶν ἔργον γνωρίσαι καὶ τὰς οὐσίας αὐτὰς καὶ τὰ συμβεβηκότα αὐτοῖς, ταὐτὸν καὶ ἕτερον καὶ ὅσα ἄλλα.
“因为若这不属于哲学家。” 如果考察所有存在者不是哲学家的任务,那么还有谁去考察苏格拉底与坐着的苏格拉底是否是同一个(因为依底层基质而言苏格拉底与坐着的苏格拉底是同一个,但依偶性而言则是不同的),或者一个事物是否只与一个事物相反(在这里显然是一个;因为自然并非如此不公〈以致〉让两个事物与一个事物相对立,正如在《解释篇》中所展示的那样),或者相反者是什么(即彼此间隔最远的事物),〈或者〉相反者以多少种方式被述说(即以两种方式,一者作为分有者,另一者作为被分有者)?关于其他诸如此类的事物亦同样如此。因此,既然上述这些情状——即同一与他、类似与非类似、等与不等以及所有其他情状——乃是就一作为一而言、就存在者作为存在者而言属于它们的,而不是就它们是数、线或火而言属于它们的(因为如果存在者作为存在者以及非类似本身属于数,或者说属于量度,那么它们就应当仅属于它们;但实际上我们看到这些延伸至所有的存在者),那么显而易见的是,它们作为自身情状属于存在者,并且认识实体本身及其偶性——同一、他以及所有其他事物——乃是第一哲学的任务。
"Καὶ οὐ ταύτῃ ἁμαρτάνουσιν οἱ περὶ αὐτῶν σκοπούμενοι ὡς οὐ φιλοσοφοῦντες." Πρόκειται αὐτῷ δεῖξαι ὅτι ὁ πρῶτος φιλόσοφος περὶ πάντων τῶν ὄντων διαλέγεται καὶ τῶν καθ’ αὑτὸ ὑπαρχόντων τοῖς πράγμασι. καὶ ἤδη μὲν φθάσας διὰ πλειόνων ἐπιχειρημάτων τοῦτο ἔδειξε, καὶ νῦν δὲ τοῦτο αὐτὸ δείκνυσι διὰ χαριεστάτου πάνυ θεωρήματος. τί γάρ; φησὶν ὅτι ὁ διαλεκτικὸς καὶ ὁ σοφιστικὸς ὑποδύονται τὸν πρῶτον φιλόσοφον. εἰ τοίνυν οὗτοι οἱ ὑποδυόμενοι τὸν πρῶτον φιλόσοφον περὶ πάντων τῶν ὄντων διαλέγονται καὶ τῶν καθ’ αὑτὸ ὑπαρχόντων τοῖς πράγμασι, πολλῷ μᾶλλον αὐτὸς ὁ πρῶτος φιλόσοφος, ὃν ὑποδυόμενοι ταῦτα λέγουσι, περὶ πάντων τῶν ὄντων διαλέξεται καὶ τῶν καθ’ αὑτὸ ὑπαρχόντων τοῖς πράγμασιν. ὁ μὲν γὰρ διαλεκτικός (ἣν καὶ ἀδολεσχίαν ἐκάλεσεν ἐν τοῖς Τόποις) ἐξ ἐνδόξων ὁρμώμενος καὶ ἐκ πιθανῶν λόγων σπουδάζει τὰ ἐναντία δεικνύναι γυμνάζων τοὺς νέους, ἵνα γνόντες ἀμφοτέρους τοὺς λόγους ὕστερον λοιπὸν τὸ ἀληθὲς κατάσχωσιν· ὁ δὲ κυρίως πρῶτος φιλόσοφος οὐκ ἐξ ἐνδόξων ὁρμᾶται λόγων καὶ πιθανῶν, ἀλλὰ ἐξ αὐτοπίστων καὶ ἀληθῶν, καὶ τὰ ἐναντία οὐ δείκνυσιν ἀλλὰ τὰ δοκοῦντα αὐτῷ ἀληθῆ. ὅθεν τὸν διαλεκτικὸν καὶ πειραστικὸν προσαγορεύει ὡς πειράζοντα τοὺς νέους. ὁ μέντοι γε σοφιστὴς κέρδους χάριν ὑποκρίνεται τὸν πρῶτον φιλόσοφον καὶ διαλέγεται περὶ πάντων τῶν ὄντων καὶ τῶν καθ’ αὑτὸ ὑπαρχόντων τοῖς οὖσιν ἐκ τῶν τυχόντων ὁρμώμενος· διὸ καὶ ἀδικομάχους αὐτοὺς καλεῖ ὁ Ἀριστοτέλης ἐν τοῖς Σοφιστικοῖς ἐλέγχοις. ὥσπερ οὖν ἐπὶ τῶν ἀριθμῶν ὁρῶμεν ὅτι τοῖς ἀριθμοῖς ὑπάρχει τὰ μὲν καθ’ αὑτὸ τὰ δὲ κατὰ σχέσιν· καθ’ αὑτὸ μὲν ὑπάρχει τοῖς ἀριθμοῖς τὸ περιττὸν καὶ τὸ ἄρτιον, κατὰ σχέσιν δὲ τὸ ἴσον τὸ ἄνισον, ὑπεροχὴ ἔλλειψις συμμετρία· καὶ καθ’ αὑτοὺς μὲν ὑπάρχει τοῖς ἀριθμοῖς τὰ καθ’ αὑτὸ ὑπάρχοντα αὐτοῖς περιττὸν καὶ ἄρτιον, πρὸς ἀλλήλους δὲ τὰ κατὰ σχέσιν· παραβαλλόμενοι γὰρ πρὸς ἀλλήλους λέγονται ἔχειν ὑπεροχὴν καὶ ἔλλειψιν καὶ ἰσότητα καὶ ἀνισότητα. καὶ ὁ μὲν ἀριθμητικὸς οὐ μόνον περὶ τῶν ἀριθμῶν διαλέγεται, ἀλλὰ καὶ περὶ τῶν καθ’ αὑτὸ ὑπαρχόντων τοῖς ἀριθμοῖς ἡ ἀριθμητική,2 τουτέστιν ἀρτίου καὶ περιττοῦ· περὶ δὲ τῶν κατὰ σχέσιν ὑπαρχόντων τοῖς ἀριθμοῖς οὐχ ᾗ ἀριθμητικὸς διαλέγεται, ἀλλὰ καθὸ ἀριθμητικὸς ἔχει τὰς ἀρχὰς τοῦ μουσικοῦ. ὁμοίως δὲ παντὶ στερεῷ σώματι ὑπάρχει τὸ εἶναι τριχῇ διαστατῷ· τοῦτο δὲ καθ’ αὑτὸ ὑπάρχει τοῖς σώμασι, καὶ τοῖς μαθηματικοῖς καὶ τοῖς φυσικοῖς. διαφέρουσι δὲ ἀλλήλων ὅτι τὰ μὲν μαθηματικὰ ἀκίνητα ὑπάρχουσι, τὰ δὲ φυσικὰ πάντα ἐν κινήσει· καὶ τῶν φυσικῶν τὰ μὲν ἀεὶ κινούμενα ὑπάρχουσι, τὰ δὲ ποτὲ κινούμενα. διαλέγεται οὖν ὁ μαθηματικὸς καὶ ὁ φυσικὸς καὶ περὶ τῶν σωμάτων καὶ τῶν καθ’ αὑτὸ ὑπαρχόντων τοῖς σώμασιν, ὅτι τὰ μὲν ἀκίνητα ὑπάρχουσι τὰ δὲ ἐν κινήσει, καὶ ὅτι τὰ μὲν ἀεικίνητα τὰ δὲ ποτὲ κινούμενα, καὶ ὅτι τὰ μὲν βαρέα ὑπάρχουσι τὰ δὲ οὔτε κουφότητος μετέχουσιν οὔτε δὲ βάρους.
“而探讨这些事物的人之所以犯错,也并非由于他们没有在从事哲学。” 他的主旨是要表明,第一哲学家论述所有存在者以及本身属于事物的事物。而且他此前已经通过较多的论证表明了这一点,而现在他又通过一个极其巧妙的定理表明了这同一件事。究竟是什么呢?他说辩证家与诡辩家皆假扮第一哲学家。因此,如果这些假扮第一哲学家的人尚且论述所有存在者以及本身属于事物的事物,那么他们假扮以说出这些话的第一哲学家本人,就更加会论述所有存在者以及本身属于事物的事物了。因为辩证家(他在《论题篇》中亦称之为饶舌)从通念以及具有说服力的论证出发,在锻炼年轻人的同时致力于论证诸相反命题,以便他们在了解了双方的论证之后最终把握真理;而严格意义上的第一哲学家则并非从通念且具说服力的论证出发,而是从自身确凿且真实的论证出发,并且他不是在论证诸相反命题,而是在论证他认为真实的事理。因此他亦将辩证家称为‘试探者’,因为他们试探年轻人。然而诡辩家则是为了谋利而扮演第一哲学家,并从信手拈来的事物出发论述所有存在者以及本身属于存在者的事情;为此亚里士多德在《辨谬篇》中亦称他们为不正当的格斗者。因此,正如我们在数上所见到的,在数上有些事物是本身属性,有些则是关系属性:本身属于数的有奇与偶,依关系属于数的则有等与不等、超越与不足、可通约性;属于它们自身的本身属性(奇与偶)是就数本身而言属于数的,而依关系属性则是相对于彼此而言属于它们的;因为当它们彼此对照时,便被说成具有超越、不足、相等与不等。算术家不仅论述数,而且算术亦论述本身属于数的事物,即偶与奇;但关于依关系属于数的事物,他并非就其作为算术家而言进行论述,而是就算术家拥有音乐家(和声学家)的诸原理而言进行论述。同样,对于每一个立体物体而言,皆存在着具有三维延展性;而这一点无论是对于数学的物体还是对于自然的物体而言,都是本身属于物体的。但它们彼此不同之处在于:数学的物体是不动的,而自然的物体则皆处于运动之中;而在自然物体中,有些是恒常运动的,有些则是时而运动的。因此,数学家与自然哲学家既论述物体,亦论述本身属于物体的事物:即有些是不动的而有些处于运动中,有些恒常运动而有些时而运动,有些是沉重的而有些既不分有轻亦不分有重。
- 4.26φανερὸν ὡς ὅτι τοῦ ὄντος ὑπάρχουσι πάθη καθ’ αὑτά
连接词组合 ὡς ὅτι 是晚期希腊语和拜占庭希腊语中常见的冗余连词用法,其功能与单独引导名词从句的 ὅτι 完全相同(意为“显而易见的是……”)。
- 4.27καὶ ὁ μὲν ἀριθμητικὸς οὐ μόνον περὶ τῶν ἀριθμῶν διαλέγεται, ἀλλὰ καὶ περὶ τῶν καθ’ αὑτὸ ὑπαρχόντων τοῖς ἀριθμοῖς ἡ ἀριθμητική
此处出现从前一半分句中的阳性单数人物名词 ὁ ἀριθμητικός(算术家)向后一半分句中的阴性单数抽象学科名词 ἡ ἀριθμητική(算术)转换的破格句式(anacoluthon),语义上表达的是算术家(或算术学)不仅探讨数本身,而且探讨其本身属性。
