- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:240.29-242.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
对亚里士多德《形而上学》1004a25的注释。阿斯克勒庇俄阐明了以多种方式被述说的诸属性(如同一、类似、等等)如何关联于第一者(实体),并由此属于同一门科学(第一哲学),从而指明了《B卷》中疑难的解决。
" Ἐπειδὴ πάντα πρὸς τὸ πρῶτον ἀναφέρεται." Φησὶν ὅτι πάντα πρὸς τὸ πρῶτον ἀναφέρονται, οἷον ὅσα ἓν λέγονται· ἐξ ἐκείνου γὰρ τοῦ πρώτου πάντα καὶ τῆς ἑνώσεως μετέχουσι καὶ τοῦ ὄντος. ὁμοίως οὖν δεῖ λέγειν ἓν καὶ ἐπὶ ταὐτοῦ καὶ ἑτέρου καὶ τῶν ἐναντίων· καὶ ταῦτα γὰρ πάντα μετέχουσιν ἑνώσεως καὶ ὑπάρξεως. ὥστε διελόμενον ποσαχῶς λέγεται ἕκαστον, οὕτως ἀποδοτέον πρὸς τὸ πρῶτον1 ἐν ἑκάστῃ κατηγορίᾳ, πῶς πρὸς ἐκεῖνο λέγεται. τὰ μὲν γὰρ τῷ μετέχειν τοῦ ὄντος, ὥσπερ 〈ἀὴρ καὶ πῦρ〉 λέγονται θερμὰ τῷ μετέχειν ἀμφότερα θερμότητος, τὰ δὲ τῷ ποιεῖν, ὥσπερ λέγονται ἀμφότερα δραστικὰ τῷ ποιεῖν, σίδηρος, εἰ τύχοι, καὶ λίθος· τὰ δὲ κατὰ ἄλλους λεχθήσεται τρόπους, οἷον σχετικῶς, ὡς πατὴρ πρὸς υἱὸν ἤ τι τοιοῦτο· ταῦτα γὰρ οὔτε τῷ ποιεῖν οὔτε τῷ ἔχειν ὑπάρχουσιν, ἀλλὰ κατ’ ἄλλην τινὰ σχέσιν. φανερὸν οὖν γέγονεν, ὅπερ καὶ ἐν ταῖς ἀπορίαις εἰρήκαμεν, ὅτι μιᾶς ἐπιστήμης ἐστὶ θεωρῆσαι περὶ τούτων. τοῦτο δὲ ἡμῖν ὑπέκειτο ἐν τοῖς ἀπορήμασιν, εἰ τοῦ φιλοσόφου ἐστὶν ἔργον τὸ περὶ πάντων τῶν ὄντων δύνασθαι θεωρεῖν. πῶς οὖν, φησίν, ἀπ’ ἐκείνου λέγεται, τὸ ἓν πρὸς τὸ πρῶτον καὶ κυρίως ἕν, τὸ ταὐτὸν πρὸς τὸ πρῶτον καὶ κυρίως ταὐτόν, ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων, οἷον καθ’ ὧν ἡ ταὐτοῦ κατηγορία καὶ καθ’ ὧν τὸ ταὐτὸν κατηγορεῖται, διελομένους καὶ λαβόντας τὰ ἐν ταῖς ἄλλαις κατηγορίαις, πῶς τὰ ἄλλα πρὸς τὸ πρῶτον τῶν ὑπὸ ταὐτόν, τουτέστι τὸ ἐν τῇ οὐσίᾳ ἀναφέρεται, καὶ δι’ ἐκεῖνο καὶ αὐτὰ τῆς αὐτῆς τυγχάνει κατηγορίας. ὁμοίως ἐπὶ ὁμοίου καὶ ἴσου καὶ τῶν ἄλλων. ὡς γὰρ περὶ τοῦ ὄντος λέγοντες, λαβόντες τὸ κυρίως εἶναι τὴν οὐσίαν, ἓν ἕκαστον τῶν ἄλλων ὧν τὸ ὂν κατηγορεῖται ἐδείκνυμεν ὂν ἢ τῷ πάθος εἶναι τῆς οὐσίας ἢ τῷ ἐνέργειαν ἢ τῷ γένεσιν ἤ τι ἄλλο, οὕτως φησὶ δεῖν καὶ ἐπὶ τούτων ποιεῖν (τὰ μὲν γὰρ τῷ ἔχειν ἐκεῖνα, τὰ δὲ τῷ ποιεῖν, τὰ δὲ κατὰ ἄλλους λεχθήσεται τρόπους) εὑρόντας τὸ κυρίως καθ’ ἕκαστον τούτων λεγόμενον· τῶν γὰρ ἄλλων ἕκαστον τὰ μὲν τῷ ἔχειν τὸ κυρίως λεγόμενον ἢ ὂν ἢ ἕν (ἤγουν σχέσει) ἢ ταὐτὸν ἢ τῶν ἄλλων τι καὶ αὐτὸ οὕτως λέγεται. δύναται τὸ ἔχειν καὶ ἀντὶ τοῦ ἔχεσθαι εἰρῆσθαι·2 τῷ γὰρ ἔχεσθαι ὑπὸ τοῦ κυρίως ὄντος τε καὶ ἑνός, τουτέστι τῆς οὐσίας, καὶ εἶναι ἐν αὐτῇ λέγεται ὄντα τε καὶ ἓν ἕκαστον τῶν συμβαινόντων αὐτῇ, ὡς τὸ ποσόν τε καὶ ποιὸν καὶ ὅσα ὁμοίως τούτοις ἐν τῇ οὐσίᾳ ἐστίν. οὕτω γὰρ καὶ τὸ ταὐτὸν καὶ θάτερον καὶ τὸ ὅμοιον καὶ ἀνόμοιον ἕξει, ἐπειδὰν αὐτῶν κατηγορῆται, καὶ τὸ ἴσον καὶ τὸ ἄνισον καὶ τὰ ἄλλα· ταὐτὸν μὲν γὰρ κυρίως ἐπὶ τῶν οὐσιῶν, ὡσαύτως δὲ καὶ ὅμοιον τὸ κατὰ τὸ ἓν οὐσίᾳ εἶδος· ῥηθήσεται δὲ καὶ ἐπὶ τῶν ἄλλων τῶν ὅσα ἔχει τὴν πρὸς ἐκεῖνα ὁμοιότητα. τὰ μὲν οὖν τῷ ἔχεσθαι ὑπ’ ἐκείνου οὕτως ῥηθήσεται, τὰ δὲ τῷ ἐνέργειαί τινες εἶναι αὐτοῦ· τῶν γὰρ τῆς οὐσίας ἐνεργειῶν ἑκάστη ὄν τι καὶ ἕν, ὅτι ἔστιν αὐτὰς ἡ οὐσία ποιοῦσα. ὁμοίως πάλιν ἄλλα ὄντα λέγεται τῷ πάθη τῆς οὐσίας εἶναι, καὶ ἄλλα τῷ σχέσεις. ὡς δὲ τὸ ὂν ἀναδέχεται ἕκαστον αὐτῶν, οὕτως καὶ τὸ ἓν καὶ τῶν ὑπὸ τὸ ἓν ἕκαστον. δείξας δὲ πῶς ἀφ’ ἑνός ἐστι καὶ πρὸς ἓν ταῦτα λεγόμενα, ἐπιφέρει τὸ τῆς αὐτῆς εἶναι ἐπιστήμης περί τε τούτων 〈ἃ〉 ἀπὸ τῆς οὐσίας τὸ εἶναι ἔχει καὶ περὶ τῆς οὐσίας ἔχειν ἐπιστήμην. ἦν δὲ περὶ τὴν οὐσίαν ἡ πραγματεία τῷ φιλοσόφῳ· καὶ περὶ τούτων ἄρα τοῦ φιλοσόφου διαλαμβάνειν. εἰπὼν δὲ ταῦτα καὶ δείξας ὅτι τοῦ φιλοσόφου τὸ περὶ πάντων τῶν ὄντων γνῶσιν ἔχειν, ἐπισημαίνεται ὅτι διὰ τῶν δεδειγμένων λύεται τῶν ἀποριῶν μία τῶν ἀπορηθεισῶν ἐν τῷ Β, περὶ ἧς ἠπόρει, πότερον μιᾶς ἢ πλειόνων ἐστὶν ἐπιστημῶν τὸ θεωρῆσαι περί τε τῆς οὐσίας καὶ τῶν τῇ οὐσίᾳ συμβεβηκότων, καὶ τῶν οἷς εἶπε χρῆσθαι τὴν διαλεκτικὴν κατὰ τὸ ἔνδοξον, ἃ ἦν ἐναντία ταὐτὸν καὶ ἕτερον καὶ τὰ ἄλλα.
“既然万物皆关联于第一者。” 他说,正如所有被称为一的事物那样,万物皆关联于第一者;因为由于那个第一者,万物既分有统一亦分有存在者。因此,关于同一、他以及诸相反者,亦同样应当说‘一’;因为这一切亦分有统一与实在存在。因此,在区分了每一事物以多少种方式被述说之后,必须在每一个范畴中如此这般地将它们对应于第一者,[指明]它们如何相对其而被述说。因为有些事物是由于分有存在者而被述说的,正如〈气与火〉两者皆由于分有热性而被称为热的;有些则是由于产生[作用]而被述说的,正如铁与(设若如此)石头两者皆由于产生[作用]而被称为起作用的;另一些事物则将按照其他方式被述说,例如相对而言的,正如父亲相对于儿子或诸如此类的关系;因为这些事物既非由于产生[作用]亦非由于具有[某性质]而存在,而是按照某种其他的关系而存在。因此正如我们在疑难论述中所说的那样,考察这些事物属于单一门科学,这一点已经变得显而易见。而在诸疑难中摆在我们面前的正是这一问题:能够考察所有存在者是否乃是哲学家的任务。那么,他是如何说[这些事物]出于那个[第一者]而被述说的呢?一者关联于第一且本义的一,同一关联于第一且本义的同一,其他事物亦同样如此;也就是说,在区分了‘同一’的述谓是在何者之上做出以及‘同一’被述说于何者之上,并把握了其他范畴中的诸事物之后,[必须指明]归属于同一之下的诸事物中的其他事物,是如何关联于其中的第一者(即实体之中的同一),并通过那个第一者,它们自身亦获得相同的述谓。类似、等以及其他事物亦同样如此。因为正如在谈论存在者时,我们将实体确立为本义的存在,并表明被述说为存在者的其他各个事物,或者由于是实体的情状,或者由于是其活动,或者由于是其生成,或者由于是某种其他事物而是存在者;他指出,对于这些事物亦必须这样做(因为有些事物是由于具有那些属性而被述说的,有些是由于产生[作用],另一些则将按照其他方式被述说),在找到了在这些事物各自之中按本义被述说者之后。因为在其他事物之中,各个事物有些正是由于具有按本义被称为存在者或一(即在关系上)或同一或某种其他事物者,其自身亦如此被述说。‘具有’(ἔχειν)亦可以被理解为用来代指‘被维系’(ἔχεσθαι);因为各个偶性之所以被称为存在者且为一,正是由于被本义的存在者兼一者(即实体)所维系,且存在于实体之中,正如数量、性质以及与这些类似而存在于实体之中的一切事物一样。因为同一与他、类似与非类似当被述说于它们之上时,亦将如此成立,等与不等以及其余事物亦然;因为同一本义上存在于实体之中,同样,类似亦存在于实体中依单一形式而立的事物中;而对于所有与那些事物具有相似性的其他事物,[同一与类似]亦将被述说。因此,有些事物将由于被那个实体所维系而如此被述说,有些则由于是实体的某种活动[而被述说];因为实体的各项活动之每一者皆为某种存在者且为一,乃是因为正是实体在产生它们。同样,另一些事物则由于是实体的情状而被说成是存在者,还有一些是由于是关系而被说的。它们之每一者如何接纳存在者,亦同样如此接纳一以及归属于一之下的每一事物。在表明了这些事物是如何出于一且对向一而被述说的之后,他得出结论说:具有关于这些从实体获得其存在的诸事物的知识,与具有关于实体的知识,属于同一门科学。而哲学家的探讨原本就是围绕实体展开的;因此,论述这些事物亦属于哲学家的职责。在说了这些并表明了拥有关于所有存在者的知识乃是哲学家的职责之后,他指出,通过所展示的论证,《B卷》中所提出的诸疑难之一便得以解决;在那个疑难中他曾困惑于:考察实体与实体的偶性,以及考察他所说的辩证法依通念所运用的那些事物(即诸相反者:同一、他以及其余事物),究竟属于单一门科学还是属于多门科学。
- 4.25ὥστε διελόμενον ποσαχῶς λέγεται ἕκαστον, οὕτως ἀποδοτέον πρὸς τὸ πρῶτον
非人称动词性形容词 ἀποδοτέον(必须归属/对应)要求在逻辑上预设一个泛指的宾格主语(如 τινά),分词 διελόμενον 即以阳性单数宾格与之呼应,体现了非人称表达式中通则性的主格/宾格悬垂现象。
- 4.25δύναται τὸ ἔχειν καὶ ἀντὶ τοῦ ἔχεσθαι εἰρῆσθαι
注疏家在此提出的语法修辞判断:主动不定词 τὸ ἔχειν(具有)可被视为用来代替中被动不定词 τὸ ἔχεσθαι(被维系/被包含)。紧随其后的 τῷ γὰρ ἔχεσθαι ὑπὸ τοῦ κυρίως ὄντος... 即是对该被动解读的论证说明。
