← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§239.11-240.28

否定与缺失的区别及对立概念向第一哲学的归属

阿斯克勒庇俄斯注解1004a13,论述了作为差异的否定与需要特定基底本性的缺失之间的区别,并通过对向一者(pros hen)的述说方式以及亚历山大的学说,论证了一与多数、同一与他、等与类似等诸对立概念以及相反性何以全部归属于第一哲学的单一认识对象。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.24

" Ἔνθα μὲν οὖν τῷ ἑνὶ ἡ διαφορὰ πρόσεστιν." Ἰστέον ὅτι διαφορὰν καλεῖ τὴν οὐ ἀπόφασιν,1 ἐπειδὴ αὕτη προστιθεμένη ποιεῖ ἀντὶ καταφάσεως ἀπόφασιν. ὃ οὖν λέγει τοῦτό ἐστιν, ὅτι ἔνθα μὲν οὖν τῷ ἑνὶ ἡ διαφορὰ πρόσεστι, τοῦτο πάντα ἐστὶ παρὰ τὸ ἓν τῇ ἀποφάσει· τὸ γὰρ οὐκ ἄνθρωπος πάντα ἐστὶ παρὰ τὸν ἄνθρωπον, καὶ τὸ οὐ λίθος πάντα ἐστὶ χωρὶς τοῦ λίθου. διό φησι ἀπουσία γὰρ ἡ ἀπόφασις ἐκείνου ἐστί, τουτέστιν ἀναιρετικὴ τῆς καταφάσεως μόνης τὸ οὐκ ἄνθρωπος· ὥστε πάντα, φησί, τὰ ὄντα περιλαμβάνει ἡ ἀντίφασις. ἐν δὲ τῇ στερήσει καὶ ὑποκειμένη τις φύσις γίνεται, καθ’ ἣν λέγεται ἡ στέρησις. τουτέστιν οὐκ ἐπὶ πάντα τὰ ὄντα τρέχει, ἀλλ’ ἐπὶ τὰ πεφυκότα μὲν ἔχειν, μὴ ἔχοντα δὲ ὅτε δεῖ ἔχειν, ὡς ἐπὶ τοῦ κυνιδίου εἰρήκαμεν. ὁ γὰρ λίθος οὐ λέγεται εἶναι τυφλός. ἐὰν γὰρ εἴπω ὅτι τῶν ὄντων τὰ μὲν βλέπουσι τὰ δὲ τυφλὰ ὑπάρχουσιν, οὐ περιλαμβάνω πάντα τὰ ὄντα· οὔτε γὰρ λέγονται τυφλὰ τὰ μὴ ὅλως πεφυκότα ἔχειν ὄψιν. τῷ δὲ ἑνὶ πλῆθος ἀντίκειται, ὥστε καὶ τὰ ἀντικείμενα τοῖς εἰρημένοις, τό τε ἕτερον καὶ ἀνόμοιον καὶ ἄνισον καὶ ὅσα ἄλλα λέγεται ἢ κατὰ ταῦτα, τουτέστιν * * *, ἢ κατὰ τὸ ἓν καὶ κατὰ τὸ πλῆθος.2 τὸ μὲν γὰρ ταὐτὸν καὶ ὅμοιον καὶ ἴσον ὑπὸ τὴν ἑνάδα, τὸ δὲ ἀνόμοιον καὶ ἄνισον καὶ ἕτερον ὑπὸ τὸ πλῆθος. ταῦτα οὖν πάντα ἔργον ἐστὶ γνωρίζειν τῆς πρώτης φιλοσοφίας, καθάπερ ἐν τῇ θεωρίᾳ ἐδείξαμεν. διὸ καὶ ὁ Ἀριστοτέλης ὁ πρῶτος φιλόσοφος εἶπεν ἐν Κατηγορίαις ὅτι τὸ μὲν ἴσον καὶ ἄνισον ἐν ποσῷ θεωρεῖται, τὸ δὲ ὅμοιον καὶ ἀνόμοιον ἐν ποιῷ, τὸ δὲ ταὐτὸν καὶ ἕτερον ἐν τῇ οὐσίᾳ. ὑπὸ ταῦτα οὖν τελεῖ καὶ ἡ ἐναντιότης. ἐν τούτοις γάρ ἐστι καὶ ἡ ἐναντιότης· διαφορὰ γάρ τίς ἐστιν ἡ ἐναντιότης, καθάπερ ἐν τῇ θεωρίᾳ ἐδείξαμεν, ὡς ἐπὶ τοῦ λευκοῦ καὶ τοῦ μέλανος, ἡ δὲ διαφορὰ ἑτερότης ἐστίν. ὥστε ἐπειδὴ πολλαχῶς τὸ ἓν λέγεται, ἢ ὡς ἴσον ἢ ὡς ὅμοιον ἢ ὡς ταὐτόν, καὶ ταῦτα φανερὸν ὡς ὅτι πολλαχῶς λεχθήσονται (ἄλλη γὰρ ἰσότης ἡ ἐν τοῖς ἀριθμοῖς καὶ ἄλλη ἡ ἐν τοῖς μεγέθεσιν, ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ὁμοίου καὶ τῶν ἄλλων πάντων), ὅμως μέντοι γε πάντα ταῦτα ὑπὸ μιᾶς ἐπιστήμης γνωρίζεται· οὐ γάρ, εἰ πολλαχῶς λέγεται, πάντως καὶ ἑτέρας ἐστὶ γνωρίζειν, ἀλλὰ τοῦτό ἐστιν, εἰ μήτε καθ’ ἓν μήτε πρὸς ἓν οἱ λόγοι ἀναφέρονται,3 τουτέστι μήτε συνωνύμως κατηγοροῦνται τὰ κατηγορούμενα, μήτε δὲ ὡς ἀφ’ ἑνὸς καὶ πρὸς ἕν. ἐπειδὴ δὲ τὸ ὂν ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἓν κατηγορεῖται τῶν ὄντων πάντων, φανερὸν ὅτι ὁ πρῶτος φιλόσοφος, ὡς πολλάκις εἴρηται, διαλέξεται περὶ πάντων τῶν ὄντων, ἅτε δὴ εἰδὼς αὐτά, διότι πάντα μετέχουσι τοῦ ὄντος. εἰ μὲν γὰρ ὁμωνύμως κατηγορεῖτο τὸ ὄν, τότε περὶ τῶν πολλαχῶς λεγομένων ἑτέρας καὶ ἑτέρας ἦν ἐπιστήμης τὸ διαλεχθῆναι, ὥσπερ τὸ ὀξὺ τὸ μέν ἐστιν ἐν φθόγγοις, τὸ δὲ ἐν χυμοῖς, οὐχ ὁ αὐτὸς δὲ διαλέξεται περὶ τοῦ ὀξέος τοῦ ἐν φθόγγοις καὶ τοῦ ἐν χυμοῖς, ἐπεὶ ὁμωνύμως ἐνταῦθα κατηγορεῖται. ἐπεὶ οὖν πάντα πρὸς τὸ πρῶτον ἀναφέρεται, οἷον ὅσα ἓν λέγεται (μετέχουσι γὰρ πάντα καὶ τῆς ἑνώσεως καὶ τοῦ ὄντος) ὡσαύτως φατέον καὶ περὶ ταὐτοῦ καὶ ἑτέρου καὶ τῶν ἐναντίων ἔχειν· πάντα γὰρ ταῦτα μετέχουσι καὶ τοῦ ὄντος καὶ τοῦ ἑνός. ὥστε διαλέξεται περὶ αὐτῶν ὁ πρῶτος φιλόσοφος. ὁ μέντοι γε Ἀλέξανδρος περὶ τοῦ λευκοῦ καὶ τοῦ μέλανος οὕτως φησί. λευκὸν γὰρ καὶ μέλαν καὶ γλυκὺ καὶ πικρὸν ὑπὸ μὲν τὸ ἓν καὶ τὸ πλῆθος πῶς ἂν αὐτόθεν ὑπάγοιτο; ὑπὸ μέντοι ταὐτὸν καὶ θάτερον ὑπαχθήσεται· τὰ μὲν γάρ ἐστι συγκριτικὰ αὐτῶν, τὸ γλυκὺ καὶ τὸ μέλαν, τὰ δὲ διακριτικά, τὸ πικρὸν καὶ τὸ λευκόν. τὰ οὖν διακριτικὰ ὑπὸ τὴν ἑτερότητα, τὰ δὲ συγκριτικὰ ὑπὸ τὴν ταὐτότητα· καὶ διὰ τούτων ἀνάγονται ὑπὸ τὸ ἓν καὶ τὸ πλῆθος. ἔδειξε δὲ ὅτι καὶ τὰ κατὰ κατάφασιν καὶ ἀπόφασιν ἀνάγονται ὑπὸ τὸ ἓν καὶ τὸ πλῆθος· ἡ μὲν γὰρ κατάφασις ὑπὸ τὸ ἓν καὶ ἡ ἕξις, ἡ δὲ στέρησις καὶ ἡ ἀπόφασις ὑπὸ τὸ πλῆθος· πολλὰ γὰρ εἰσάγουσιν. ὁμοίως δὲ καὶ τὸ πρός τι.

“因此在一方面,当差异附加于一者之时。” 应当知道,他把带‘不’字的否定称为‘差异’,因为此词一旦附加,便造成否定而非肯定。因此他所说的乃是:在一方面,当差异附加于一者之时,这便通过否定指称除了一者之外的所有事物;因为‘非人’是指除了人之外的所有事物,‘非石’是指除石之外的所有事物。因此他说:‘因为否定乃是那一事物的阙如’,即‘非人’仅仅取消肯定;因此他说,矛盾对立包揽了所有存在者。然而在缺失中,亦存在某种作为基础的本性,缺失正是依其而被述说的。这就是说,[缺失]并非贯穿于所有存在者,而是贯穿于那些本性上适合具有、但在应当具有之时却不具有的事物,正如我们在小狗的例子中所说的那样。因为石头不被称为盲目的。因为如果我说在存在者中一些具有视觉而另一些是盲目的,我并未包揽所有存在者;因为那些根本不适合具有视觉的事物并不被称为盲目的。而多数性与一者相对立,从而与前述诸事物相对立者——他、非类似、不等,以及或者依这些、即[……]、或者依一者与多数性而被述说的其他所有事物——[亦是对立的]。因为同一、类似与等属于一;而非类似、不等与他则属于多数。因此,正如我们在通论中所表明的,认识这一切乃是第一哲学的任务。为此,作为第一哲学家的亚里士多德亦在《范畴篇》中说过:等与不等是在数量中被考察的,类似与非类似是在性质中被考察的,而同一与他则是在实体中被考察的。因此,相反性亦从属于这些事物;因为相反性亦存在于它们之中。正如我们在通论中就白与黑所表明的那样,相反性乃是某种差异,而差异便是一种他性。因此,既然一者是以多种方式被述说的,或者作为等,或者作为类似,或者作为同一,而且显然这些概念亦将以多种方式被述说(因为在数之中的相等是一回事,在广延之中的相等是另一回事,类似以及其余所有概念亦同样如此),然而这一切仍然由单一门科学来认识。因为,某一事物若以多种方式被述说,并非必然属于另一门科学来认识;相反,只有当其定义既不依系于单一事物、亦不对向于单一事物时,即当被述说者既非同名同义地被述说、亦非作为出于一者且对向一者而被述说时,这种情况[属于不同科学]才会发生。然而,既然存在者是作为出于一者且对向一者而被述说于所有存在者之上的,那么显然正如屡次所言,第一哲学家将探讨所有存在者,因为他知晓它们,由于万物皆分有存在者。因为如果存在者是同名异义地被述说的,那么探讨这些以多种方式被述说的事物就将属于不同的科学了;正如锐既存在于声音中,亦存在于滋味中,然而同一个人不会既探讨声音中的锐又探讨滋味中的锐,因为在这里它是同名异义地被述说的。既然万物皆关联于第一者,例如所有被称为一的事物(因为万物既分有统一亦分有存在者),那么关于同一、他以及诸相反者,亦必须说具有同样的情形;因为这一切既分有存在者亦分有单一者。因此第一哲学家将探讨它们。然而亚历山大关于白与黑则是这样说的:白与黑、甜与苦怎能直接从属于一者与多数性呢?然而它们将从属于同一与他;因为在它们之中,甜与黑是结合性的,而苦与白则是分离性的。因此分离性的从属于他性,结合性的从属于同一性;并通过这些概念,它们被归结于一者与多数性之下。并且他表明,依肯定与否定而立的事物亦被归结于一者与多数性之下;因为肯定与具有从属于一者,缺失与否定则从属于多数性,因为它们引入了多数事物。关系词亦同样如此。

语法注3 条
  1. 4.24τὴν οὐ ἀπόφασιν

    副词 οὐ 在此作为指称词自身(引号用法)直接修饰名词 ἀπόφασιν,意为“由‘不’构成的否定”。

  2. 4.24ὥστε καὶ τὰ ἀντικείμενα τοῖς εἰρημένοις, τό τε ἕτερον καὶ ἀνόμοιον καὶ ἄνισον καὶ ὅσα ἄλλα λέγεται ἢ κατὰ ταῦτα, τουτέστιν * * *, ἢ κατὰ τὸ ἓν καὶ κατὰ τὸ πλῆθος.

    由 ὥστε 引导的结果从句。主语短语 τὰ ἀντικείμενα τοῖς εἰρημένοις 由同位语 τό τε ἕτερον... 展开说明,谓语动词(如 ἀντίκειται)承前省略。尽管 τουτέστιν 之后存在文本脱落,其句法骨架清晰地表达了依照一与多数或依照前述概念而被述说的诸对立面同样处于对立之中。

  3. 4.24οὐ γάρ, εἰ πολλαχῶς λέγεται, πάντως καὶ ἑτέρας ἐστὶ γνωρίζειν, ἀλλὰ τοῦτό ἐστιν, εἰ μήτε καθ’ ἓν μήτε πρὸς ἓν οἱ λόγοι ἀναφέρονται

    采用 οὐ γάρ... ἀλλὰ τοῦτό ἐστιν 的对比结构。前半句否定了“以多种方式被述说就必然属于另一门科学的认识对象(ἑτέρας [ἐπιστήμης] ἐστί)”;ἀλλὰ τοῦτό ἐστιν 中的 τοῦτο 回指“属于不同科学管辖”,由后附的条件从句(εἰ μήτε καθ’ ἓν μήτε πρὸς ἓν...)限定其成立条件。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:239.11-240.28