← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§237.15-239.10

实体的诸类型与哲学各部分的等级

阿斯克勒庇俄斯注疏亚里士多德《形而上学》1004a2–12,阐明哲学各部分的等级秩序与实体的种数相对应,以及第一哲学统摄性地考察对立、否定与缺失。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.18

" Καὶ τοσαῦτα μέρη φιλοσοφίας ἐστὶν ὅσαιπερ αἱ οὐσίαι." Ἐπεὶ τοῦ ὄντος τὸ μὲν κυρίως ἐστὶν ὂν καὶ καθ’ αὑτό, τὸ δὲ κατὰ συμβεβηκός, κυρίως μὲν καὶ καθ’ αὑτὸ ἡ οὐσία, κατὰ συμβεβηκὸς δὲ τὰ τῇ οὐσίᾳ ὑπάρχοντα καὶ τὰ ὅλως ἐπὶ ταύτην ἔχοντα τὴν ἀναφοράν, πανταχοῦ δὲ ἀναγκαῖον εἶναί τινα πρώτην φιλοσοφίαν, ἐν οἷς οὖν ἡ τάξις αὕτη, κυρίως ἐστὶν ἐπιστήμη τοῦ πρώτου καὶ ἐξ οὗ τὰ ἄλλα ἤρτηται καὶ δι’ ὃ λέγονται, ἡ δὲ φιλοσοφία περὶ τὸ ὄν, εἴη ἂν κυρίως ἡ φιλοσοφία ἐπιστήμη περὶ οὐσίαν·1 αὕτη γὰρ κυρίως ὄν. καὶ ἐπεὶ πλείους αἱ οὐσίαι, πλείους καὶ αἱ ἐπιστῆμαι τῶν οὐσιῶν, οἷον φυσικὴ ἀριθμητικὴ γεωμετρία, καὶ ἄλλαι ὅσαι, ὥστε πάντων ἀναγκαῖον εἶναί τινα πρώτην ἐπιστήμην καὶ ἐχομένην αὐτῶν· αὕτη δέ ἐστιν ἡ σοφία ἡ περὶ τὸ ὄντως ὂν καταγινομένη καὶ τὸ ἕν, ἥτις οἶδε καὶ τὰς ἄλλας ἐπιστήμας.

“并且哲学的各个部分与实体一样多。” 既然在存在者中,一者是本义上且就其自身而言的存在者,另一者则是依附性的,而实体是本义上且就其自身而言的,依附性的则是属于实体的以及总的来说对实体具有关联的诸事物,而且在任何情况下都必然存在某种第一哲学;因此,在存在这种秩序的诸事物中,本义上的科学乃是关于第一者、且其他事物皆依系于它并因它而得名者的科学,而哲学既然是关于存在者的,那么哲学在最本义的意义上就应当是关于实体的科学;因为实体才是本义上的存在者。既然实体是多数的,关于实体的诸科学也是多数的——例如物理学、算术、几何学以及其他无论多少门学科——从而对于所有事物而言,必然存在某种第一科学以及继它们之后的科学;而这便是探讨真正存在者与一者的智慧,它亦通晓其余各门科学。

§4.19

"Ὑπάρχει γὰρ εὐθὺς γένη ἔχοντα τὸ ὂν καὶ τὸ ἕν." Τουτέστι πᾶσαι αἱ ἄλλαι ἐπιστῆμαι καταγίνονται περὶ ἐπιστητὰ ἔχοντα τὸ ὂν καὶ τὸ ἕν. ὥστε καὶ αὐτὰ οἶδεν ἡ πρώτη φιλοσοφία. διό, φησίν, αἱ ἐπιστῆμαι ἀκολουθοῦσι τούτοις. ἔστι γὰρ ὁ φιλόσοφος ὥσπερ ὁ μαθηματικὸς λεγόμενος· καὶ γὰρ αὕτη ἡ μαθηματικὴ ἔχει μέρη, καὶ θεωρεῖταί τις ἐν αὐτῇ πρώτη καὶ δευτέρα καὶ ἄλλαι ἐφεξῆς ἐν τοῖς μαθήμασιν· οἷον πρώτη ἀριθμητική, εἶτα ἀστρονομία, γεωμετρία, ἁρμονική. οὕτως οὖν καὶ ἐπὶ τῆς πρώτης φιλοσοφίας ἐστὶν ἡ πρωτίστη ἡ περὶ τὸ ὄντως ὂν καταγινομένη, εἶτα μετ’ ἐκείνην· ἡ περὶ τὰς οὐσίας, ὥς φησιν αὐτός, τὰς ἀκινήτους, ἐφεξῆς ἡ φυσική, ἥτις περὶ κινούμενα μεγέθη θεωρεῖται, καὶ λοιπαὶ ἄλλαι ἐφεξῆς πᾶσαι, ἐπειδὴ καὶ πᾶσαι τοῦ ὄντος καὶ τοῦ ἑνὸς μετέχουσι. τοσαῦτα οὖν μέρη φιλοσοφίας ὑπάρχουσιν, ὅσαιπερ αἱ οὐσίαι εἰσίν. ἦν δὲ ἐν τοῖς ἠπορημένοις καὶ τοῦτο, πότερον μία ἐστὶν ἐπιστήμη περὶ πάσας τὰς οὐσίας ἢ πλείους, καὶ εἰ πλείους, ἆρα συγγενεῖς. καὶ δέδειχεν ὅτι συγγενεῖς ὡς ὑπὸ μίαν τελοῦσαι τὴν πρώτην φιλοσοφίαν· πάντα γάρ, ὡς εἴρηται, μετέχουσι τοῦ ὄντος. τὸ δὲ ὑπάρχει γὰρ εὐθὺς γένη ἔχοντα τό τε ἓν καὶ τὸ ὂν ἴσον ἐστὶ τῷ ἔστι γὰρ καὶ τοῦ ὄντος καὶ τοῦ ἑνὸς γένη τινά,2 τουτέστι κατὰ γενῶν τινων τό τε ἓν καὶ τὸ ὂν κατηγορεῖται. ὂν δὲ τὸ κυριώτατον λαμβάνει.

“因为直接就存在着具有存在者与一者的各个属。” 这就是说,所有其他科学都在探讨具有存在者与一者的可知对象。因此第一哲学亦通晓这些对象本身。他说,正因如此,各门科学顺承于这些对象。因为哲学家正如同所谓数学家一样;因为数学本身亦有各个部分,且在数学的诸门分支中考察有第一门、第二门以及依次排列的其他各门;例如首先是算术,其次是天文学、几何学、和声学。因此在第一哲学中,最首要的一门是探讨真正存在者的,其次在它之后的,正如他自己所言,是探讨不动实体的科学,按次序则是探讨运动广延的物理学,以及其余依次排列的所有学科,因为它们全部都分有存在者与一者。因此,哲学的各个部分与实体一样多。而在曾经提出的诸疑难中亦有这一条:关于所有实体的科学究竟是一门还是多门,如果有多门,它们是否同族。而他已经表明,它们作为从属于单一的第一哲学而彼此同族;因为正如所言,万物皆分有存在者。至于“因为直接就存在着具有一者与存在者的各个属”,等同于“因为存在者与一者亦存在着某些属”,即一者与存在者是就某些属而言被述说的。而他所取的是最本义的存在者。

§4.20

"Ἐπειδὴ μιᾶς τὰ ἀντικείμενα θεωρῆσαι." Ἐπεὶ μιᾶς ἐστιν ἐπιστήμης τὸ θεωρῆσαι τὰ ἀντικείμενα· ὡς δὲ πολλάκις μεμαθήκαμεν, τῶν ἀντικειμένων μία καὶ ἡ αὐτή ἐστιν ἐπιστήμη.

“既然考察诸对立者属于单一门[科学]。” 既然考察诸对立者属于单一门科学;正如我们屡次获悉的那样,关于对立者的科学是单一且相同的。

§4.21

"Τῷ τε ἑνὶ ἀντίκειται πλῆθος, ἀπόφασιν δὲ καὶ στέρησιν μιᾶς ἐστιν ἐπιστήμης θεωρῆσαι." Τουτέστι κατάφασιν καὶ ἀπόφασιν καὶ ἕξιν καὶ στέρησιν. ὁ γὰρ εἰδὼς τὴν ἀπόφασιν οἶδε πολλῷ μᾶλλον καὶ τὴν κατάφασιν· προτέρα γὰρ φύσει ἡ κατάφασις τῆς ἀποφάσεως· καὶ ὁ εἰδὼς πάλιν τὴν στέρησιν οἶδε καὶ τὴν ἕξιν. οἷον ὁ εἰδὼς τὴν τυφλότητα οἶδε καὶ τὴν ὄψιν· ἡ γὰρ τυφλότης πρὸς ὄψιν λέγεται· καὶ ὁ εἰδὼς τὸ οὐκ ἀγαθὸν οἶδε καὶ τὸ ἀγαθόν.

“且多数与一者相对立,而考察否定与缺失属于单一门科学。” 这就是说,肯定与否定,以及具有与缺失。因为知晓否定者,自然更加知晓肯定;因为肯定在本性上优先于否定;同样,知晓缺失者亦知晓具有。例如知晓盲目者亦知晓视觉;因为盲目乃是相对于视觉而被述说的;知晓非善者亦知晓善。

§4.22

"Διὰ τὸ ἀμφοτέρως θεωρεῖσθαι τὸ ἕν." Ἐπειδή, φησί, τὸ ἓν καὶ τὸ ὂν θεωροῦνται καὶ ἐν τῇ καταφάσει, ὡς εἴρηται, καὶ ἐν τῇ ἀποφάσει· πάντα γὰρ μετέχουσι τοῦ ὄντος. ὁμοίως δὲ καὶ ἐν τῇ στερήσει καὶ τῇ ἕξει θεωρεῖται τὸ ὂν καὶ τὸ ἕν.

“因为一者是以两种方式被考察的。” 他说,因为正如所言,一者与存在者既在肯定中被考察,亦在否定中被考察;因为万物皆分有存在者。同样,存在者与一者既在缺失中被考察,亦在具有中被考察。

§4.23

"Οὗ ἡ ἀπόφασις ἢ ἡ στέρησις ἡ ἁπλῶς λεγομένη." Ὡς συντόμως φάναι, ὃ λέγει τοιοῦτόν ἐστιν, ὅτι ἡ μὲν ἀπόφασις ἁπλῶς λέγεται, ἐπειδὴ πάντων τῶν ὄντων διαιρεῖ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ἡ ἀντίφασις, καὶ ὥς φησι Πλάτων, οὐδὲν καυχήσεται τῶν ὄντων ἐκφυγεῖν τὴν ἀντίφασιν· ἡ μέντοι γε ἕξις καὶ ἡ στέρησις οὐκ ἐπὶ πάντα τὰ ὄντα θεωροῦνται· στέρησιν γὰρ λέγονται ἔχειν ἐκεῖνα τὰ πεφυκότα μὲν ἔχειν, μὴ ἔχοντα δὲ τότε ὅτε πέφυκεν ἔχειν. ὁ γὰρ λίθος οὐ λέγεται τυφλός· οὔτε γὰρ πέφυκεν ἔχειν ὀφθαλμούς. τὸ δὲ κυνίδιον λέγεται στέρησιν ἔχειν, ἡνίκα μὴ ἔχει ἐν τῷ καιρῷ, καθ’ ὃν πέφυκεν ἔχειν. διὰ τοῦτο ὁ Ἀριστοτέλης ἐπὶ μὲν τῆς ἀποφάσεως τὸ ἁπλῶς εἶπεν, ἐπὶ δὲ τῆς στερήσεως ἤ τινι γένει·3 οἷον ἡ ἁπλῶς λεγομένη ὅτι οὐχ ὑπάρχει, ἵνα εἴπῃ τὴν ἀπόφασιν, ἤ τινι γένει, ἵνα εἴπῃ τὴν στέρησιν.

“其否定或缺失是单纯被述说的。” 简而言之,他所说的乃是如此:否定是单纯被述说的,因为矛盾对立在所有存在者中划分真与假,正如柏拉图所说,存在者中无一能夸称逃避了矛盾对立;然而,具有与缺失并非在所有存在者上皆可考察。因为所谓具有缺失者,乃指那些本性上适合具有、但在按其本性应当具有之时却不具有的事物。因为石头不被称为盲目的;因为它本性上并不适合具有眼睛。然而小狗在按其本性应当具有眼睛的时节却不具有时,则被称为具有缺失。为此,亚里士多德在谈到否定时用了“单纯地”,而在谈到缺失时用了“或在某个属中”;例如为了指否定而说“单纯被述说的不存在”,为了指缺失而说“或在某个属中”。

语法注3 条
  1. 4.18Ἐπεὶ τοῦ ὄντος τὸ μὲν κυρίως ἐστὶν ὂν ... εἴη ἂν κυρίως ἡ φιλοσοφία ἐπιστήμη περὶ οὐσίαν

    长原因句以 Ἐπεὶ 引入前提(Ἐπεὶ τοῦ ὄντος τὸ μὲν κυρίως... πανταχοῦ δὲ ἀναγκαῖον...),通过带有 οὖν 的介词短语分句插入中间推论(ἐν οἷς οὖν ἡ τάξις αὕτη, κυρίως ἐστὶν ἐπιστήμη...),最终归结为主句潜势希求法 εἴη ἂν κυρίως ἡ φιλοσοφία ἐπιστήμη περὶ οὐσίαν(“哲学在最本义的意义上应当是关于实体的科学”)。介词短语 ἐν οἷς 指代存在此类秩序的领域。

  2. 4.19τὸ δὲ ὑπάρχει γὰρ εὐθὺς γένη ἔχοντα τό τε ἓν καὶ τὸ ὂν ἴσον ἐστὶ τῷ ἔστι γὰρ καὶ τοῦ ὄντος καὶ τοῦ ἑνὸς γένη τινά

    注疏者对亚里士多德引文(γένη ἔχοντα τὸ ὂν καὶ τὸ ἕν,“具有存在者与一者的各个属”)的句法阐释。注疏者将“属拥有存在者与一者”的结构转述为“存在者与一者亦存在着某些属”(ἔστι ... τοῦ ὄντος καὶ τοῦ ἑνὸς γένη τινά),即一者与存在者述说于这些属。

  3. 4.23ἐπὶ δὲ τῆς στερήσεως ἤ τινι γένει

    针对 1004a12 引文(“Οὗ ἡ ἀπόφασις ἢ ἡ στέρησις ἡ ἁπλῶς λεγομένη”)的注疏。阿斯克勒庇俄斯结合亚里士多德原文的完整句式(1004a12–13: ἢ ἁπλῶς λεγομένη ἤ τινι γένει),指出“单纯地”(ἁπλῶς)对应于否定(ἀπόφασις),而“或在某个属中”(ἤ τινι γένει)则对应于缺失(στέρησις)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:237.15-239.10