- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:236.7-237.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯论证了存在者与一者在基底上是同一的且相互蕴涵,阐明哲学家应当考察同一与相似等概念的本质,并结合亚里士多德的其他著作解释了所有相反者如何归结为一者与多数。
" Εἰ δὲ τὸ ὂν καὶ τὸ ἓν ταὐτόν." Ὅτι εἰ τὸ ὂν καὶ τὸ ἓν ταὐτόν ἐστι1 καὶ ἀντακολουθοῦσιν ἀλλήλοις (ὅπου γὰρ τὸ ὄν, καὶ τὸ ἕν, καὶ πάντα μετέχουσι τοῦ ὄντος καὶ τοῦ ἑνός, τουτέστιν ὑπάρξεως καὶ συνεχείας), εἰ οὖν ταῦτα ἀκολουθοῦσιν ἀλλήλοις, ὥσπερ καὶ ἡ ἀρχὴ καὶ τὸ στοιχεῖον ἀκολουθοῦσιν ἀλλήλοις· διὰ τοῦτο ἐλέγομεν ἐν τῇ Φυσικῇ ἀκροάσει ὅτι ταὐτὰ λέγει εἶναι στοιχεῖον καὶ ἀρχήν· φησὶν οὖν ὅτι εἰ ἀκολουθοῦσι ταῦτα ἀλλήλοις καὶ τὸ ὂν καὶ τὸ ἕν, οὐχ ὡς ἑνὶ λόγῳ δηλούμενα, ἀλλὰ ἔχοντα διάφορον ὁρισμόν, καθάπερ ἡ ἀνάβασις καὶ ἡ κατάβασις τῷ μὲν ὑποκειμένῳ ἡ αὐτή ἐστι, τῷ δὲ λόγῳ διαφέρουσιν. ἐν τούτοις οὖν καὶ τὸ ὂν καὶ τὸ ἓν τῷ μὲν ὑποκειμένῳ τὰ αὐτὰ ὑπάρχουσι, κατὰ δὲ τὸν λόγον ἔχουσι τὴν διαφοράν. ὅμως μέντοι γε οὐδὲν διαφέρει, κἂν μὴ ὑποθώμεθα κατὰ τὸν λόγον διαφέρειν αὐτὰ ἀλλὰ κοινωνεῖν· τοῦτο γὰρ καὶ ἀσφαλέστερον μᾶλλον ὑπάρχει. τὸ αὐτὸ γάρ ἐστιν εἰπεῖν εἷς ἄνθρωπος καὶ ὢν ἄνθρωπος· εἷς γὰρ καὶ ὁ αὐτός ἐστιν ὁρισμὸς καὶ ὁ τοῦ ἑνὸς ἀνθρώπου καὶ ὁ τοῦ ὄντος ἀνθρώπου. ὥστε καὶ τὸ ἓν καὶ τὸ ὂν κοινωνοῦσι καὶ κατὰ τὸν λόγον· οὐχ ἕτερον γάρ τι δηλοῖ κατὰ τὴν λέξιν ἐπαναδιπλούμενον τὸ ἔστιν εἷς ἄνθρωπος καὶ ἄνθρωπος καὶ ὢν ἄνθρωπος. δῆλον οὖν ὅτι οὐ χωρίζονται ταῦτα ἀπ’ ἀλλήλων οὔτε ἐπὶ γενέσεως οὔτε δὲ καὶ ἐπὶ φθορᾶς· οἷον γίνεται [εἷς] ἄνθρωπος, γίνεται ὢν ἄνθρωπος, φθείρεται [εἷς] ἄνθρωπος, φθείρεται ὢν ἄνθρωπος· ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ἑνός. φανερὸν ἄρα γέγονεν ἐκ τῶν εἰρημένων ὅτι ἡ πρόσθεσις τοῦ τοιούτου ἀνθρώπου τὸ αὐτὸ δηλοῖ, καὶ οὐδὲν ἕτερον παρὰ τὸ ἓν καὶ τὸ ὄν. ὥστε ὁμολογουμένως ἀκολουθοῦσι ταῦτα ἀλλήλοις, τὸ ἕν φημι καὶ τὸ ὄν. ἄλλως τε δὴ ἡ ἑκάστου οὐσία ἕν ἐστι καθ’ αὑτό· οὐ γὰρ κατὰ συμβεβηκός· ὁμοίως δὲ καὶ ὄν. ὥστε ὅσαπερ εἴδη τοῦ ἑνὸς ὑπάρχουσι, τὰ αὐτὰ καὶ τοῦ ὄντος, εἴ γε πάντα μετέχουσι καὶ τοῦ ἑνὸς καὶ τοῦ ὄντος· περὶ ὧν τὸ τί ἐστι τῆς αὐτῆς ἐστιν ἐπιστήμης θεωρῆσαι,2 λέγω δὲ οἷον περὶ ταὐτοῦ καὶ ὁμοίου, καὶ τῶν ἄλλων τῶν τοιούτων. ἑνότης γὰρ κατ’ οὐσίαν τὸ ταὐτόν· ἓν γὰρ καὶ τὸ ταὐτόν, καθὸ ταὐτόν· καὶ † ὅμοιον ὁμοίῳ καὶ ἴσον ἑνότης ἐστὶν ἐν ποσῷ. διὰ δὲ τούτων δείκνυσιν ὅτι τοῦ φιλοσόφου ἴδιόν ἐστι τοῦ τῆς οὐσίας θεωρητικοῦ τὸ καὶ τὸ τί ἐστιν ἕκαστον τούτων θεωρῆσαι, ὃ καὶ αὐτὸς ἐζήτει † τοῦτο καὶ ἠπόρει ἐν τῷ πρὸ τούτου.
“如果存在者与一者是同一的。” 如果存在者与一者是同一的并且相互蕴涵(因为凡存在者所在之处,一者亦在,且万物皆分有存在者与一者,即分有存有与连续性),因此,如果它们彼此蕴涵,正如本原与元素亦彼此蕴涵一样——为此我们在《物理学听友笔记》中曾说,他主张元素与本原是相同的——;因此他说,如果它们彼此蕴涵,即存在者与一者,不是作为由单一界说所表示者,而是作为具有不同的界说,正如上坡路与下坡路在基底上是同一的,但在界说上有所不同。因此在这些事物中,存在者与一者在基底上存在为同一者,但按界说却具有差异。然而,即便我们不假定它们按界说相异,而是假定它们相通,也绝无分别;因为这甚至更为妥当。因为说“一个人”和“存在的人”是同一回事;因为“一个人”的界说与“存在的人”的界说是同一且唯一的。从而一者与存在者在界说上亦相通;因为在文句中重复出现的“是一个人”、“人”与“存在的人”并不表示某种不同的东西。因此显然,它们无论在生成中还是在毁灭中都互不分离:例如,[一个]人生成,存在的人生成,[一个]人毁灭,存在的人毁灭;关于一者亦同样如此。由此可见,根据所说的一切,对此类人的添加表示的是同一事物,除了一者与存在者之外别无他物。从而毫无疑问,它们——我是指一者与存在者——彼此蕴涵。尤其是因为各物的实体本身就是一,并非依附性的一;同样也是存在者。从而一者有多少个种,存在者亦同样有多少个种,若万物确实既分有一者又分有存在者;而考察关于它们的是什么,属于同一门科学——我是指例如关于同一与相似,以及诸如此类的其他事物。因为同一即是依实体的统一性;因为同一者在其作为同一者的范围内亦是一;而[相似者是性质上的统一性],同样,相等者是数量上的统一性。通过这些,他表明考察这些事物的每一者是什么,乃是考察实体的哲学家的固有职责,而这正是他自己在前一章中所探究并作为疑难提出的。
"Σχεδὸν δὲ πάντα ἀνάγεται τἀναντία εἰς τὴν ἀρχὴν ταύτην." Ἀρχὴν λέγει τὴν ἐναντίωσιν τὸ ἓν καὶ τὸ τῷ ἑνὶ ἀντικείμενον,3 τοῦτο δέ ἐστι τὸ πλῆθος· τὸ μὲν γὰρ ταὐτὸν ἕν τι, τὸ δὲ ἕτερον πλῆθος καὶ ἐν πλήθει. ὁμοίως δὲ καὶ τὸ ὅμοιον ἕν τι, τὸ δὲ ἀνόμοιον ἐν πλήθει θεωρεῖται, καὶ τὸ ἴσον ὑπὸ τὸ ἓν θεωρεῖται, τὸ δὲ ἄνισον ὑπὸ τὸ πλῆθος. ἀνάγει δὲ ἡμᾶς περὶ τὸ γνῶναι ὅτι σχεδὸν πάντα τὰ ἐναντία ὡς εἰς ἀρχὴν ἀνάγεται τό τε ἓν καὶ τὸ πλῆθος, εἰς τὴν Ἐκλογὴν τῶν ἐναντίων, ὡς ἰδίᾳ περὶ τούτων πραγματευσάμενος. εἴρηκε δὲ περὶ τῆς τοιαύτης ἐκλογῆς καὶ ἐν τῷ δευτέρῳ Περὶ τοῦ ἀγαθοῦ.
“几乎所有的相反者都被归结到这一本原。” 他所谓的本原,是指对立,即一者及与一者相对立者,而这便是多数;因为同一是某种一,而相异则是多数且处于多数之中。同样地,相似亦是某种一,而不相似则在多数中被考察;相等在一者之下被考察,而不等则在多数之下被考察。为了让我们明白几乎所有的相反者都作为向本原一样被归结到一者与多数,他将我们引向《相反者选集》,因他曾专门探讨过这些问题。而在《论善》第二卷中,他亦谈到过这样的选集。
- 4.16Ὅτι εἰ τὸ ὂν καὶ τὸ ἓν ταὐτόν ἐστι
句首的 ὅτι 是引出对提要文句进行阐释的标记(“[他的意思是]……”)。其后的条件从句 εἰ τὸ ὂν... 在经过括号内的插入语及对《物理学》的提及后,通过 φησὶν οὖν ὅτι εἰ... 在语法上重新接续,构成了破格重提结构(anacoluthon)。
- 4.16περὶ ὧν τὸ τί ἐστι τῆς αὐτῆς ἐστιν ἐπιστήμης θεωρῆσαι
表属性或所属的属格谓语句。不定式短语 θεωρῆσαι τὸ τί ἐστι(“考察是什么”)作主语,τῆς αὐτῆς ἐπιστήμης(“属于同一门科学”)作表语。关系代词短语 περὶ ὧν 承接前文一与存在者的诸种,在语义上修饰不定式 θεωρῆσαι。
- 4.17Ἀρχὴν λέγει τὴν ἐναντίωσιν τὸ ἓν καὶ τὸ τῷ ἑνὶ ἀντικείμενον
动词 λέγει(意指/称作)支配的双宾格结构。ἀρχήν 是补足语宾格(表语宾格),τὴν ἐναντίωσιν 是直接宾格,后面的同位语短语 τὸ ἓν καὶ τὸ τῷ ἑνὶ ἀντικείμενον(“一者与同一者相对立者”)具体说明该“对立”的内涵。
