← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§234.25-236.6

对应于单一属的单一科学与对存在者的探究

阿斯克勒庇俄斯阐明了1003b19文句的语法结构,并根据“单一的属或本性对应于单一的感觉或科学”的类比,论证了以“作为存在者的存在者”为对象的广义哲学如何是统摄存在者之所有属与种的单一属级科学。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.15

" Ἅπαντος δὲ γένους καὶ αἴσθησις μία ἑνός.1" Τὸ μὲν κατάλληλον τῆς λέξεώς ἐστιν ‘ἅπαντος δὲ γένους ἑνὸς καὶ αἴσθησις μία καὶ ἐπιστήμη’. εἰπὼν δὲ ὅτι τοῦ φιλοσόφου ἐστὶ τὸ γινώσκειν τὰς ἀρχὰς τῶν οὐσιῶν καὶ τὰς αἰτίας, ὅτι μὴ μόνον περὶ τῆς οὐσίας αὐτῷ ἡ πραγματεία, ἀλλὰ καὶ καθόλου περὶ παντὸς τοῦ ὄντος ᾗ ὄν, ὡς φθάσας εἴρηκε, δείκνυσι καὶ διὰ τούτων. παντὸς γὰρ γένους ἑνὸς καὶ ἐν τοῖς αἰσθητοῖς αἴσθησιν μίαν εἶναι καὶ ἐν τοῖς ἐπιστητοῖς ἐπιστήμην μίαν· γένους μὲν νῦν κοινότερον λαμβάνων ἀντὶ τοῦ φύσεως μιᾶς· γένη γὰρ κοινότερον πάντα ὅσα κατά τινα μίαν φύσιν κεκοινώνηκεν ἀλλήλοις· τοιαῦτα δὲ καὶ τὰ ἀφ’ ἑνός τινος τὸ εἶναι ἔχοντα. καὶ γὰρ ἐν τοῖς αἰσθητοῖς πάντων τῶν τῆς αὐτῆς φύσεως τῷδέ τινι, οὗ ἐστιν αἴσθησις ἀντιληπτική, κεκοινωνηκότων ἡ αὐτὴ αἴσθησις ἀντιλαμβάνεται· οἷον πάντων τῶν χρωμάτων τῶν κεκοινωνηκότων τῷ λευκῷ ὄψις, τῶν ψόφων ἀκοή, τῶν ὀσφραντῶν ὄσφρησις. ὁμοίως δὲ πάλιν ἡ γραμματικὴ οὐ τῆσδε τῆς φωνῆς, φέρε εἰπεῖν τῆς ὀξείας, ἐστὶ θεωρητική, ἀλλ’ ἁπλῶς πάσης φωνῆς καθὸ φωνή. ὁμοίως δὲ καὶ ἡ ἀριθμητικὴ πάντων τῶν ἀριθμῶν καὶ γεωμετρία πάντων τῶν μεγεθῶν. ἐπεὶ τοίνυν καὶ τὸ ὂν μιᾶς φύσεως κεκοινώνηκε καθὸ ὄν (τοιοῦτον γὰρ τὸ ὂν ἐδείχθη), εἰ τοίνυν ἡ σοφία καταγίνεται περὶ τὴν οὐσίαν τε καὶ τὰς τῆς οὐσίας ἀρχάς, καὶ περὶ ἅπαντα τὰ ὄντα καὶ τὰς πάντων ἀρχὰς ἂν εἴη. διὰ τοῦτο οὖν, φησίν, ὁ πρῶτος φιλόσοφος ἅτε δὴ περὶ τὸ ὄντως ὂν καταγινόμενος θεωρεῖ πάντα τὰ ὄντα, ἐπειδὴ πάντων κατηγορεῖται τὸ ὄντως ὂν ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν, καθάπερ ἐν τῇ θεωρίᾳ εἰρήκαμεν· μετέχουσι γὰρ αὐτοῦ τὰ πάντα. ὁ οὖν εἰδὼς τὰς ἀρχὰς οἶδε καὶ τὰ ἐκ τῶν ἀρχῶν. διὰ τοῦτο οὖν ὁ Ἀριστοτέλης λέγει διὸ καὶ τοῦ ὄντος ὅσα εἴδη, τουτέστιν ὅσα γένη, θεωρῆσαι μιᾶς ἐστιν ἐπιστήμης τῷ γένει, τουτέστι τῆς πρώτης φιλοσοφίας, τά τε εἴδη τῶν εἰδῶν. φησὶν ὅτι ὡς ἔχει τὰ μέρη τῆς ὁλότητος πρὸς τὴν ὁλότητα, οὕτως ἔχει καὶ τὰ μέρη τῆς ἐπιστήμης πρὸς τὴν ὅλην ἐπιστήμην. ἡ οὖν ἁπλῶς ἐπιστήμη γίνεται τῆς ἁπλῆς ὁλότητος τῶν ὄντων, αἱ δὲ κατὰ μέρος ἐπιστῆμαι τῶν κατὰ μέρος. ὡς γὰρ ἔχει τὸ γένος τὸ ἐπιστητὸν πρὸς τὰ ὑπ’ αὐτὸ εἴδη, οὕτως καὶ τὸ γένος τῆς τούτου ἐπιστήμης πρὸς τὰ εἴδη τὰ αὐτῆς· καὶ ἐναλλὰξ ἄρα, ὡς τὸ γένος τὸ ἐπιστητὸν πρὸς τὸ γένος τῆς οἰκείας ἐπιστήμης, οὕτως καὶ τὰ εἴδη τοῦ ἐπιστητοῦ πρὸς τὰ εἴδη τῆς ἐπιστήμης. ἔστι δὲ τὸ γένος καὶ ἡ τοῦ ὄντος κοινὴ φύσις ἐπιστητὴ τῇ κοινῇ τε καὶ γενικῇ φιλοσοφίᾳ· καὶ τὰ μέρη ἄρα τοῦ ὄντος ἐπιστητὰ τοῖς τῆς φιλοσοφίας μέρεσιν· ὥστε ἑκάστου τῶν τοῦ ὄντος εἰδῶν ἐπιστήμη ἂν εἴη ἑκάστη τούτων, ὅσαι ὑπὸ τὴν φιλοσοφίαν ὡς γενικήν τινα ἐπιστήμην εἰσὶ τεταγμέναι ἐπιστῆμαι. διὰ δὲ τῶν νῦν εἰρημένων δέδεικται ὅτι τῆς πρώτης φιλοσοφίας ἡ εἰς τὰ γένη τοῦ ὄντος διαίρεσις, ὃ πεποίηκεν αὐτὸς ἐν ταῖς Κατηγορίαις. ἅμα δὲ ἐνεδείξατο ἡμῖν διὰ τούτων, πῶς ἐστι μία ἐπιστήμη ἡ φιλοσοφία, ἐπειδὴ καθόλου. εἴδη δὲ αὐτῆς αἱ κατὰ μέρος ἐπιστῆμαι. τὰ γὰρ εἴδη, τουτέστι τὰ μέρη τῆς ὁλότητος, τῶν εἰδῶν, τουτέστι τῶν μερῶν τῆς ἐπιστήμης ἐπιστητὰ ὑπάρχουσιν, ἡ δὲ ἁπλῶς ἐπιστήμη τῆς ἁπλῶς ὁλότητος. ἡ οὖν σοφία ἐστὶν ἡ κυρίως ἐπιστήμη τῶν ἀκινήτων τε καὶ ἀϊδίων καὶ θείων, καὶ αὐτή ἐστι περὶ τὸ ὂν ᾗ ὄν, ἀλλ’ οὐ τι ὄν. ἔστι δὲ ὑπὸ ταύτην ἡ μέν τις πρώτη φιλοσοφία ἡ περὶ τὰς πρώτας οὐσίας, ἡ δὲ φυσικὴ πᾶσα περὶ τὰ φυσικά, ἐν οἷς λόγων κίνησις καὶ μεταβολὴ θεωρεῖται,2 ἡ δὲ τῶν πρακτῶν θεωρητική· τοιαῦτα δὲ καὶ τῶν ὄντων τινά. ὅτι δὲ μία τῷ γένει ἡ περὶ τὸ ὂν ᾗ ὂν πραγματευομένη φιλοσοφία, ἐδήλωσεν ἀρχόμενος τοῦ βιβλίου εἰπών ‘αὕτη δέ ἐστιν οὐδεμία τῶν ἐν μέρει λεγομένων’.

“并且对每一属而言,亦有一种对一的感觉。” 该文句在语法上的对应结构是:“并且对每一单独的属而言,既有一种感觉,亦有一门科学。”而在指出认识实体的本原与原因属于哲学家之后,他又通过这些文句表明,正如他前面所言,哲学家的探讨不仅关涉实体,而且普遍地关涉作为存在者的整个存在者。因为对每一单独的属而言,在可感觉事物中有一种感觉,在可知事物中有一门科学;此处使用“属”是在更宽泛的意义上代替“单一的本性”;因为宽泛地说,凡按照某种单一的本性而彼此相通的,都是属;而那些自某一事物获得其存在的事物,亦属此类。因为即便在可感觉事物中,对于与感觉所把握的这某个特定对象相通于同一本性的一切事物,同一感觉都会加以把握;例如,视觉把握与白相通的一切颜色,听觉把握声音,嗅觉把握气味。同样地,文法学并非考察这种特定的发音(比如锐音),而是径直考察作为发音的一切发音。同样地,算术考察一切数,几何学考察一切量度。因此,既然存在者在作为存在者的范围内亦相通于单一的本性(因为存在者已被表明是这样的),那么如果智慧致力于实体及其本原,它亦当关涉所有存在者及一切事物的本原。他说,正是为此,第一哲学家既然致力于真正存在之物,便考察所有的存在者,因为正如我们在总论中所说,真正存在之物是如自一而出且朝向一的诸事物那样被述说于一切事物的;因为万物皆分有着它。因此,认识本原者亦认识由本原而出的事物。正是为此,亚里士多德说:“因此,考察存在者有多少种——即有多少个属——属于在属上为一的科学,即第一哲学,考察诸种的种亦然。”他说,整体的各个部分相对于整体如何,科学的各个部分相对于整个科学亦是如何。因此,绝对的科学针对存在者的绝对整体,而个别门类的科学针对个别部分。因为可知的属相对于其下的诸种如何,关于它的科学之属相对于其自身的诸种亦是如何;从而交错比例地,可知的属相对于其固有的科学之属如何,可知者的诸种相对于科学的诸种亦是如何。而存在者的属与共同本性,是为普遍而统摄性的哲学所认识的;从而存在者的各个部分亦为哲学的各个部分所认识;因而被统序于作为某种属级科学的哲学之下的每一门科学,都将是存在者各个种的科学。通过现在所说的这些,已经表明把存在者划分为各个属属于第一哲学,这正是他自己在《范畴篇》中所做的工作。同时,他通过这些文句向我们指明了,哲学因其普遍性而是如何作为单一的一门科学的。而个别科学则是它的种。因为各个种,即整体的各个部分,是作为被科学的各个种(即各个部分)所认识的对象而存在的,而绝对的科学则针对绝对的整体。因此,智慧是关于不动、永恒与神圣事物的本原意义上的科学,它本身关涉作为存在者的存在者,而非某种特定的存在者。而在它之下,一方面有探讨第一实体的某种第一哲学;另一方面有探讨自然事物的全部自然学(在这些事物的界说中运动与变化被考察);再者有考察实践事物的科学;存在者中的一部分亦属此类。而探讨作为存在者的存在者的哲学在属上为一,他在本卷开头已指出,他说“而这绝非任何被称作局部的科学”。

语法注2 条
  1. 4.15Ἅπαντος δὲ γένους καὶ αἴσθησις μία ἑνός

    关于亚里士多德的引文,阿斯克勒庇俄斯指出其句法上的对应结合(τὸ κατάλληλον τῆς λέξεως),将 ἑνός 与 γένους 连结为 ἅπαντος δὲ γένους ἑνὸς,并补出省略的 καὶ ἐπιστήμη,从而确立对于每一个单一的属而言均有单一的感觉与科学这一对称结构。

  2. 4.15ἐν οἷς λόγων κίνησις καὶ μεταβολὴ θεωρεῖται

    关于介词短语 ἐν οἷς(其关系词先行词为 τὰ φυσικά)中的 λόγων 的句法功能,此处将其理解为限制性属格,即“在其言述/界说中(in the accounts of which)”。即便某些校勘可能推测为 λόγῳ,在保留原文 λόγων 的前提下,应将其作为指代自然事物的定语属格,修饰介词短语内部隐含的核心或直接表达“在那些事物的界说中运动与变化被考察”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:234.25-236.6