- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:233.22-234.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
为表明第一哲学家亦论述事物自身固有的属性,阿斯克勒庇俄斯阐释了存在与一如何引出多,并将相反者与对立者归整于对立的系列之中。
καὶ οἱ μὲν κατὰ μέρος ἐπιστήμονες περὶ τὰ κατὰ μέρος καταγίνονται, ὁ μέντοι γε πρῶτος φιλόσοφος, ὡς εἰρήκαμεν, περὶ πάντα τὰ ὄντα, εἴ γε διαλέγεται περὶ τοῦ κυρίως ὄντος καὶ τοῦ ἑνός, ἐξ ὧν πᾶσι τοῖς ἄλλοις τὸ εἶναι ὑπάρχει. καὶ ὁ μὲν Ἀριστοτέλης ἐνταῦθά φησιν ὅτι ἐπακολουθοῦσιν ἀλλήλοις τὸ ὂν καὶ τὸ ἕν· πάντα γὰρ μετέχουσι καὶ τοῦ ὄντος καὶ τοῦ ἑνός· οἱ μέντοι γε ἄλλοι φιλόσοφοι διακρίνουσιν αὐτὰ ἐξ ἀλλήλων, καὶ ὁ αὐτὸς δέ, ὡς φησιν ὁ ἡμέτερος φιλόσοφος, ἐν ἄλλοις. εἰ γὰρ ἡ ὕλη καὶ ὄν ἐστι καὶ οὐκ ὄν, ἐπειδὴ καὶ νόθῳ λογισμῷ ἐστι ληπτή, μετέχει δὲ τοῦ ἑνός, φανερὸν ὅτι ὑπερβέβηκε τὸ ἓν τὸ ὄν.1 ἐπεὶ οὖν τὸ ἓν καὶ τὸ ὂν πλῆθος εἰσάγουσι (τὸ γὰρ ἓν πρὸς πλῆθος λέγεται) μιᾶς δὲ καὶ τῆς αὐτῆς ἐστιν ἐπιστήμης τὸ θεωρῆσαι περὶ τῶν ἀντικειμένων, ἀντίκειται δὲ τῷ ἑνὶ πλῆθος, φανερὸν ὅτι καὶ περὶ πλήθους διαλέξεται ὁ πρῶτος φιλόσοφος, καὶ οὐ περὶ μόνου τοῦ ἑνός. ἔστι γὰρ νοητὸν πλῆθος, ἐξ οὗ τοῖς πολλοῖς τὸ εἶναι ὑπάρχει, ὥσπερ καὶ ἑνὰς νοητή, ἐξ ἧς ἡ συνέχεια πᾶσι τοῖς ἐνταῦθα. ὥστε καλῶς ἔλεγεν Ἐμπεδοκλῆς νεῖκος καὶ φιλίαν, καὶ οἱ Πυθαγόρειοι ἀριθμούς, τὰ νοητὰ διὰ τούτων αἰνιττόμενοι, καὶ οἱ περὶ Πλάτωνα τὰς ἰδέας. ἰδοὺ γὰρ καὶ αὐτὸς ἐνταῦθα ἄντικρυς ταῦτα πρεσβεύει· ὥστε κατὰ τὸ φαινόμενον ἐμάχετο πρὸς αὐτούς, ἵνα μὴ τῷ φαινομένῳ πεισθέντες αὐτὰ δεξώμεθα. ὑπὸ οὖν τὸ πλῆθος τελοῦσι τὸ ὅμοιον καὶ ἀνόμοιον, τὸ ἴσον καὶ τὸ ἄνισον, ἡ ταυτότης καὶ ἑτερότης καὶ τὰ ἐναντία πάντα, καὶ τὸ λευκὸν καὶ τὸ μέλαν, ὡς ταὐτὸν καὶ ἕτερον· διὸ καὶ οὕτω δὴ ὑπάρχουσιν ὡς ταὐτὰ καὶ ἕτερα λαμβανόμενα. καὶ τὰ μὲν ἐν τῷ ποσῷ θεωροῦνται τῶν ἐναντίων ἤγουν ἀντικειμένων, ὥσπερ τὸ ἴσον καὶ ἄνισον, τὰ δὲ ἐν ποιῷ, ὥσπερ ὅμοιον καὶ ἀνόμοιον, καθάπερ αὐτός φησιν ἐν Κατηγορίαις, τὰ δὲ ἐν τῇ οὐσίᾳ, ὥσπερ ἐπὶ τῶν φυσικῶν, οἷον θερμὸν καὶ ψυχρόν, ὑγρὸν καὶ ξηρόν. ἀλλὰ τὸ μὲν ἴσον καὶ ὅμοιον καὶ θερμὸν ὑπὸ τὴν ταὐτότητα καὶ ὑπὸ τὴν ἑνάδα, τὸ δὲ ἄνισον καὶ ἀνόμοιον καὶ τὸ ψυχρὸν ὑπὸ τὴν ἑτερότητα καὶ τὸ πλῆθος. διὸ καὶ δέκα συστοιχίας ἐποίουν οἱ Πυθαγόρειοι, καὶ τὰ μὲν ἀπετίθεντο πρὸς τῇ κρείττονι συστοιχίᾳ, τὰ δὲ πρὸς τῇ χείρονι, καθάπερ εἰρήκαμεν. εἰ τοίνυν τὸ πλῆθος καθ’ αὑτὸ κατηγορεῖται τῶν πραγμάτων, εἴ γε καὶ ἐκ τοῦ τοιούτου πλήθους, φημὶ δὴ τοῦ νοητοῦ, τὸ εἶναι τῷ ἐνταῦθα πλήθει, δῆλον ὅτι καὶ τὰ ὑπ’ αὐτὰ τελοῦντα καθ’ αὑτὸ κατηγορηθήσεται τῶν πραγμάτων, ὅμοιον καὶ ἀνόμοιον, ἴσον καὶ ἄνισον, τὰ ἐναντία, ἑτερότης καὶ ταυτότης. εἰ τοίνυν περὶ πάντων τούτων διαλέγεται ὁ πρῶτος φιλόσοφος, δῆλον ὅτι διαλέξεται περὶ τῶν καθ’ αὑτὸ ὑπαρχόντων τοῖς πράγμασιν. ὅτι δὲ διαλέγεται περὶ τῶν ἐναντίων ὡμολόγηται· οὔτε γὰρ φυσικὸς διαλέξεται οὔτε δὲ μαθηματικὸς οὔτε ἄλλος τις παρὰ τὸν πρῶτον φιλόσοφον, ὅτι ἓν ἑνὶ ἀντίκειται2 (οὔτε γὰρ δύο ἑνί· οὐ γὰρ ἄδικος οὕτως ἡ φύσις, ὥστε δύο ἑνὶ ἀντιτάξαι· ὥστε τῇ καταφάσει ἡ ἀπόφασις μόνη μάχεται, ὡς δέδεικται ἐν τῷ Περὶ ἑρμηνείας), καὶ ὅτι τετραχῶς τὰ ἀντικείμενα λέγεται, καὶ ποῖά ἐστιν ἐναντία, τὰ πλεῖστον ἀλλήλων διεστηκότα, καὶ ὅτι διχῶς λέγονται τὰ ἐναντία, τὰ μὲν ὡς μετέχοντα, τὰ δὲ ὡς μετεχόμενα, καθάπερ εἴρηται ἐν τῷ Φαίδωνι. περὶ τούτων οὖν πάντων ὁ πρῶτος φιλόσοφος διαλέξεται.
个别门类的科学家致力于个别的事物,而正如我们所言,第一哲学家则致力于一切存在者,只要他确实论述本原意义上的存在与一,而对于其他一切事物而言,其存在即源于此。亚里士多德在此处固然主张存在与一彼此相随;因为一切事物都分有着存在与一;然而其他哲学家则将它们彼此区分开来,正如我们的哲学家所说,〔亚里士多德〕本人在其他地方亦是如此。因为既然质料由于借由杂合的推论才能被把握,因而既是存在者又是非存在者,但它却分有着一,那么显然,一超越了存在。因此,既然一与存在引出了多(因为一是相对于多而被述说的),而考察对立者属于同一门科学,且多与一对立,那么显然第一哲学家亦将论述多,而不仅仅论述一。因为存在着可知维度的多,众多的事物之存在即源于此,正如亦存在着可知维度的单子,此界一切事物的连续性即源于此。因此,恩培多克勒谈论争斗与友爱,毕达哥拉斯派谈论数,借此隐喻可知事物,柏拉图学派谈论理念,都是十分恰当的。因为看哪,〔亚里士多德〕本人在此处亦公然赞同这些主张;从而他表面上与他们抗争,只是为了让我们不至于因被表象所说服而接受它们。因此,同与不同、等与不等、同一性与差异性以及一切相反者,还有作为同一者与相异者的白与黑,都归属于多之下;因此,它们被当作同一者与相异者来把握时,确实正是如此存在的。在相反者即对立者中,有些在数量中被考察,例如等与不等;有些在性质中被考察,例如同与不同,正如他本人在《范畴篇》中所言;有些则在实体中被考察,如自然事物中的热与冷、湿与干。然而,等、同与热归属于同一性与单子之下,而不等、不同与冷则归属于差异性与多之下。因此,毕达哥拉斯派亦制定了十对对立范畴表,正如我们所说,将某些归于优越的对立系列,将另一些归于低劣的对立系列。既然多是自身固有地被述说于事物的(只要此界之多的存在确实源于这样一种多,我指的是可知之多),那么显然,从属于它们的事物——同与不同、等与不等、相反者、差异性与同一性——亦将自身固有地被述说于事物。因此,如果第一哲学家论述所有这些,显然他将论述事物自身固有的属性。而他论述相反者这一点是公认的;因为除了第一哲学家之外,既不是自然哲学家、亦不是数学家或其他任何人会论述:一对立于一(因为二绝不对立于一;自然绝不至于如此不公正,以至于将二与一对立起来;从而正如在《解释篇》中所表明的那样,唯有否定与肯定相抗争),对立者有四种说法,何者是相反者(即彼此距离最远者),以及相反者正如在《斐多篇》中所说的那样有两种说法,有些是作为分有者,有些是作为被分有者。因此,第一哲学家将论述所有这些事物。
- 4.14ὑπερβέβηκε τὸ ἓν τὸ ὄν
在由完成时动词 ὑπερβέβηκε 支配的分句中,中性名词短语 τὸ ἕν 作主语,τὸ ὄν 作直接宾语,意为“一超越了存在”,这符合新柏拉图主义关于一者超越存在的等级序列。
- 4.14οὔτε γὰρ φυσικὸς διαλέξεται οὔτε δὲ μαθηματικὸς οὔτε ἄλλος τις παρὰ τὸν πρῶτον φιλόσοφον, ὅτι ἓν ἑνὶ ἀντίκειται
主动词 διαλέξεται 的主语由否定并列结构 οὔτε... οὔτε... οὔτε ἄλλος τις(“既非自然哲学家,亦非数学家,亦非其他任何人……”)引导。随后的若干 ὅτι 从句(ὅτι ἓν ἑνὶ ἀντίκειται、ὅτι τετραχῶς……)以及间接疑问句(καὶ ποῖά ἐστιν ἐναντία)共同作为其宾语从句,陈述被论述的学说内容。
