- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:232.12-233.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯阐明了在关于第一哲学的三个探讨课题中,认识整体存在者与实体的课题已被解决,进而通过举例说明单一感觉或科学对应于各个独立的属,来确立认识事物自身属性这第二项任务(1003b19)。
" Ἅπαντος δὲ γένους καὶ αἴσθησις μία ἑνὸς καὶ ἐπιστήμη,1 οἷον γραμματική." Τρία προέθηκεν ἐξ ἀρχῆς ζητῆσαι, πρῶτον μὲν εἰ τῷ ὄντι περὶ τὸ ὄντως ὂν καταγίνεται ὁ πρῶτος φιλόσοφος καὶ γινώσκει πάντα τὰ ὄντα, δεύτερον δὲ εἰ γινώσκει τὰ καθ’ αὑτὸ ὑπάρχοντα τοῖς πράγμασι, τρίτον εἰ καὶ τὰς οὐσίας τῶν ὄντων γινώσκει ὁ πρῶτος φιλόσοφος. τὸ μὲν οὖν πρῶτον λεληθότως ἐπελύσατο τοῖς προλεχθεῖσιν· ἐζήτησε γὰρ τὸ ὄντως ὂν πῶς κατηγορεῖται τῶν ὄντων, πότερον ὁμωνύμως ἢ συνωνύμως ἤγουν ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν, καθάπερ καὶ ὁ ἀληθὴς ἔχει λόγος, καὶ ἔδειξεν ὅτι ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἓν κατηγορεῖται πάντων τῶν ὄντων τὸ ὄντως ὄν· ὥστε πάντα τὰ ὄντα μετέχουσι τοῦ ὄντος, καὶ κατὰ τὴν γόνιμον αὐτοῦ δύναμιν, ὡς εἴρηται, ἐν ἐκείνοις πάντα παράγει. εἰ οὖν ἐδείχθη ὅτι περὶ τὸ ὄντως ὂν καταγίνεται ὁ πρῶτος φιλόσοφος, τούτου δὲ πάντα τὰ ὄντα μετέχουσιν ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν, δῆλον ὅτι περὶ πάντων τῶν ὄντων διαλέξεται ὁ πρῶτος φιλόσοφος. τὸ γὰρ ὑγιεινὸν ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἓν κατηγορεῖται· ἔστι δὲ ὑγιεινὸν σμιλίον φάρμακον καὶ οὖρον, καὶ οὐδέπω ἄλλος μὲν διαλέξεται περὶ τοῦ ὑγιεινοῦ σμιλίου, ἄλλος δὲ περὶ φαρμάκου ἤγουν περὶ οὔρου, ἀλλὰ εἷς καὶ ὁ αὐτός. οὕτως οὖν καὶ ἐνταῦθα περὶ τοῦ ὄντως ὄντος ὁ πρῶτος καὶ μόνος φιλόσοφος διαλέξεται. περὶ μέντοι γε τοῦ τρίτου διελέχθη ἡμῖν ἐν τῇ Φυσικῇ πραγματείᾳ· ἀρχόμενος γὰρ ἐκείνης τῆς πραγματείας ἔλεγεν ὅτι ‘ἐπειδὴ τὸ εἰδέναι καὶ τὸ ἐπίστασθαι συμβαίνει περὶ πάσας τὰς μεθόδους, ὅταν τὰ αἴτια γνωρίσωμεν καὶ τὰ στοιχεῖα’ * * * αἱ οὐσίαι γνωρίζονται τῶν ἀρχῶν γινωσκομένων,2 τὰς δὲ ἀρχὰς πασῶν δείκνυσιν ὁ πρῶτος φιλόσοφος, φανερὸν ὅτι καὶ τὰς οὐσίας τῶν ὄντων γινώσκει. οἱ μὲν γὰρ κατὰ μέρος ἐπιστήμονες τὰς κατὰ μέρος οὐσίας ἐπίστανται τὰς ὑποβεβλημένας αὐτοῖς, οἷον ὁ ἀριθμητικὸς ἀριθμούς, ὁ γεωμέτρης μεγέθη, ὁμοίως δὲ καὶ οἱ ἄλλοι· ὁ μέντοι γε πρῶτος φιλόσοφος τὰς ἀρχὰς πάντων γινώσκει, ὥστε καὶ τὰς οὐσίας ἐπίσταται. τὸ μέντοι γε δεύτερον διὰ τῶν νῦν λεγομένων ὑπ’ αὐτοῦ κατασκευάζει, ὅτι καὶ τὰ καθ’ αὑτὸ ὑπάρχοντα τοῖς πράγμασιν οἶδεν ὁ πρῶτος φιλόσοφος. καί φησιν οὕτως, ὅτι τὰ πράγματα ποτὲ μὲν διχῇ διαιροῦνται, ποτὲ δὲ τριχῇ· καὶ διχῇ μὲν οὕτω λεγόντων ἡμῶν, τῶν πραγμάτων τὰ μὲν νοητὰ ὑπάρχουσι τὰ δὲ αἰσθητά· τριχῇ δὲ οὕτως, ὅτι τὰ μέν ἐστι παντελῶς ἀκίνητα, ὥσπερ τὰ νοητά, καθάπερ φησὶν ἐν τῇ Φυσικῇ ἀκροάσει, τὰ δὲ τῶν αἰσθητῶν ἀεὶ κινούμενα, ὥσπερ τὰ οὐράνια, τὰ δὲ οὐκ ἀεὶ κινούμενα, ὥσπερ τὰ ἐν γενέσει καὶ φθορᾷ. ἰστέον οὖν ὅτι παντὸς γένους αἰσθητοῦ μία ἐστὶν αἴσθησις, καὶ ἐπιστητοῦ μία ἐστὶν ἐπιστήμη. οἷόν ἐστιν αἰσθητὰ τὰ χρώματα· περὶ ταῦτα μία αἴσθησις καταγίνεται ἡ ὄψις· καὶ πάλιν περὶ τοὺς ψόφους ἑτέρα μία αἴσθησις καταγίνεται ἡ ἀκοή, καὶ περὶ τὰ ὀσφραντὰ ἡ ὄσφρησις, καὶ 〈περὶ〉 τὰ γευστὰ ἡ γεῦσις, καὶ περὶ τὸ βαρὺ καὶ τὸ κοῦφον ἡ ἁφὴ καταγίνεται 〈καὶ〉 περὶ τὸ θερμὸν καὶ ψυχρόν. οὕτως οὖν φαμεν καὶ ἐπὶ τῶν ἐπιστητῶν, ὅτι περὶ τοὺς ἀριθμοὺς μία ἐπιστήμη καταγίνεται ἡ ἀριθμητική, καὶ περὶ τὰς ἁρμονίας ἡ ἁρμονική, καὶ περὶ τὰς φωνὰς ἡ γραμματική, καὶ περὶ τὰ μεγέθη γεωμετρία. ἔστιν οὖν πρὸ πάντων τούτων τὸ ὄντως ὂν καὶ τὸ ὄντως ἕν, ἀφ’ οὗ τούτοις πᾶσι τὸ εἶναι, εἴ γε πάντα καὶ ἕν ἐστι καὶ ὄντα ὑπάρχουσι.
“对于每一个属,关于一个[属]的感觉是一,科学亦是一,例如语法学。” 他从一开始就提出了三个有待探讨的问题:第一,第一哲学家是否确实致力于那真实存在者并认识所有的存在者;第二,他是否认识事物自身固有的属性;第三,第一哲学家是否亦认识诸存在者的实体。那么,对于第一点,他借由前面所说的内容暗中作了解答;因为他探讨了真实存在者是如何被述说于诸存在者的,是同名异义地、还是同名同义地、亦或是如出于一且指向一的事物那样(正如真实的说法所持的那样),并且他表明了真实存在者乃是作为出于一且指向一的事物而被述说于一切存在者的;以至于一切存在者都分有着存在,并且〔存在〕正如所说的那样,按照其生产性的力量在它们之中产生一切。因而,如果已经表明第一哲学家致力于真实存在者,而一切存在者都作为出于一且指向一的事物分有着它,那么显然第一哲学家将论述一切存在者。因为“健康的”就是作为出于一且指向一的事物而被述说的;存在着健康的手术刀、健康的药物以及健康的尿液,而决非某一人论述健康的手术刀,另一个人论述药物或尿液,而是由同一个人论述。因此在此时此地亦同样,第一且唯一的哲学家将论述那真实存在者。然而关于第三点,他在《物理学》论著中已经对我们论述过;因为他在开篇该论著时曾说,“既然在所有的研究途径中,认识与科学认知乃发生于我们认识了原因和元素之时”……[因而]随着诸原理被认识,诸实体亦被认识,而第一哲学家既然阐明一切实体的原理,显然他亦认识存在者的诸实体。因为个别门类的科学家认识从属于他们的个别实体,例如算术家认识数,几何学家认识量度,其他人亦同样;然而第一哲学家认识一切事物的原理,从而亦科学地认知诸实体。然而第二点,他乃是借由他此刻所说的内容来确立的,即第一哲学家亦认识事物自身固有的属性。他这样说:事物有时被二分,有时被三分;当我们如此说时即是二分:事物中有些存在为可思者,有些存在为可感者;而三分则是如此:有些是完全不动的,正如可思者(恰如他在《物理学讲义》中所言),而在可感者中,有些是永远运动的,例如天体,有些则不是永远运动的,例如处于生灭之中的事物。因此应当知晓,对于每一个可感的属,都有一种单一的感觉;而对于每一个可知的属,亦有一门单一的科学。例如颜色是可感的;致力于它们的是单一的感觉即视觉;此外,致力于声响的是另一单一的感觉即听觉,致力于气味的是嗅觉,致力于滋味的是味觉,而触觉则致力于重与轻,并且触觉亦致力于热与冷。因此,我们在可知的事物上也同样说,致力于数的是单一的科学即算术,致力于和谐的是和声学,致力于语音的是语法学,致力于量度的是几何学。因此在所有这些之前,存在着真实存在者与真实的一,一切事物之存在皆由此而来,只要一切事物确实既是一又作为存在者而存在。
- 4.14Ἅπαντος δὲ γένους καὶ αἴσθησις μία ἑνὸς καὶ ἐπιστήμη
在引文的句法中,Ἅπαντος δὲ γένους是表示总体的属格,而ἑνός与μία相应,是限定性属格,强调一对一的对应(“关于一个[属]的感觉是一,科学亦是一”)。καὶ... καί将感觉(αἴσθησις)与科学(ἐπιστήμη)并列对照。
- 4.14ἐπειδὴ τὸ εἰδέναι καὶ τὸ ἐπίστασθαι συμβαίνει περὶ πάσας τὰς μεθόδους, ὅταν τὰ αἴτια γνωρίσωμεν καὶ τὰ στοιχεῖα’ * * * αἱ οὐσίαι γνωρίζονται τῶν ἀρχῶν γινωσκομένων
在引用《物理学》第1卷开篇(184a10:ἐπειδὴ...)之后的手稿文本中存在一处脱文( *)。由ἐπειδὴ引导的原因从句的主句已脱落,但随后的独立属格(τῶν ἀρχῶν γινωσκομένων)和主句(αἱ οὐσίαι γνωρίζονται...)在逻辑上补足了该推论,即通过认识原理,实体亦随之被认识。
