- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:231.8-232.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节注解亚里士多德《形而上学》卷Gamma第2章(1003b12–1003b16),借助健康与医术的类比阐明与单一本质相关的事物归属于一门科学,并论证该科学即普遍哲学,首要考察作为第一存在者的实体的原理与原因。
" Οὐ γὰρ μόνον τῶν καθ’ ἓν λεγομένων ἐπιστήμης ἐστὶ θεωρῆσαι μιᾶς.1" Καθ’ ἓν μὲν λεγόμενα λέγει τὰ συνώνυμα καὶ ὑφ’ ἕν τι κοινὸν τελοῦντα γένος. οὐ μόνον δὲ τῶν οὕτως ἐχόντων πρὸς ἄλληλα μία ἐστὶν ἐπιστήμη, ἀλλὰ καὶ τῶν ἀφ’ ἑνὸς καὶ πρὸς ἕν. τρόπον γάρ τινα καὶ τὰ πρὸς μίαν φύσιν τὴν ἀναφορὰν ἔχοντα καθ’ ἓν λέγεται, καθ’ ὅσον ἐν πᾶσί πως αὐτοῖς ὁρᾶται ἡ φύσις αὐτή, ἀφ’ ἧς καὶ δι’ ἣν οὕτως καλεῖται, εἰ καὶ μὴ ὁμοίως αὐτῆς καὶ ἐπ’ ἴσης πάντα μετέχει. καὶ γὰρ ἐν τῷ φυλακτικῷ τῆς ὑγείας καὶ ἐν τῷ ποιητικῷ καὶ ἐν τῷ δεκτικῷ ὑγεία ἐστὶν ἡ θεωρουμένη· διὸ καὶ ἔστι πως αὐτῶν εἷς λόγος καὶ μιᾶς ἐπιστήμης ἡ πάντων τούτων θεωρία· τῆς γὰρ ἰατρικῆς. καὶ περὶ τοῦ ὄντος δὲ μιᾶς ἐστιν ἐπιστήμης θεωρῆσαι καθὸ ὄν ἐστιν· οὐ γὰρ καθὸ μουσικὰ ἢ ἰατρικά, ἀλλὰ καθὸ ὄντα καὶ τῆς τοῦ ὄντος κεκοινώνηκε φύσεως.
“因为并非只有考察依据一而说的事物才属于一门科学。” 所谓依据一而说的事物,他指的是同义的事物,以及归属于一个共同属之下的事物。但不仅是对于彼此之间具有这种关系的事物才只有一门科学,而且对于出于一且指向一的事物亦是如此。因为在某种方式上,那些与一个本性相关联的事物亦是依据一而说的,只要那本性本身在所有这些事物中都以某种方式被看见——它们正是由它而来且因它而被如此称呼的(即使并非所有事物都同样地且平等地分有着它)。因为在保持健康的事物中、产生健康的事物中以及接受健康的事物中,所被考察的乃是健康;因此在某种方式上它们亦具有一个定义,且对所有这些事物的考察属于一门科学,即医术。关乎存在,就其作为存在而言去考察它,亦属于一门科学;因为并非就其为音乐的或医术的而言去考察,而是就其作为存在者且分有着存在的本性而言去考察。
"Πανταχοῦ δὲ κυρίως τοῦ πρώτου ἡ ἐπιστήμη." Λαβὼν ὅτι τῶν πολλαχῶς λεγομένων ὡς ἀφ’ ἑνός τε καὶ πρὸς ἓν ἐπιστήμη μία, ἑξῆς δείκνυσιν ὅτι ἐν τοῖς οὕτως ἔχουσι, τουτέστιν ἐν πᾶσιν ἐν οἷς τὸ μὲν πρῶτόν τί ἐστι καὶ κυρίως λεγόμενον, τὰ δὲ ἀπ’ ἐκείνου, ὡς ἔχει ἐν τοῖς ἀφ’ ἑνός τε καὶ πρὸς ἓν λεγομένοις, τοῦ πρώτου κυρίως καὶ μάλιστά ἐστιν ἡ περὶ ἐκείνην τὴν φύσιν καταγινομένη ἐπιστήμη, πρὸς ἣν καὶ τὰ ἄλλα συντελεῖ. ἡ γοῦν ἰατρική, πάντων οὖσα τῶν ὑγιεινῶν ἐπιστήμη, κυρίως καὶ μάλιστα ὑγείας ἐστί, πρὸς ἣν τὰ ἄλλα λέγεται. ὁμοίως καὶ ἡ περὶ ἀγαθῶν κυρίως καὶ μάλιστά ἐστιν ἡ περὶ τοῦ τελειοτάτου τῶν ἀγαθῶν. καὶ περὶ τοῦ ὄντος δὴ παντός, ἐπεὶ τῆς αὐτῆς φύσεώς ἐστι τὸ ὄν, μία μὲν ἐπιστήμη, αὕτη δὲ μάλιστα περὶ τοῦ πρώτου καὶ κυρίως ὄντος ἔσται, δι’ ὃ καὶ τὰ ἄλλα ὄντα. τοιαύτη δὲ καὶ ἡ οὐσία· ἐκ ταύτης γὰρ ἤρτηται τὸ εἶναι τῶν ἄλλων, καὶ διὰ ταύτην ὄντα κἀκεῖνα. τῶν οὐσιῶν 〈ἄρα τὰς〉 ἀρχὰς καὶ τὰς αἰτίας ζητητέον τῷ φιλοσόφῳ,2 ᾧ ἡ πραγματεία περὶ τὸ ὂν ᾗ ὄν· αἱ γὰρ ταύτης ἀρχαὶ καὶ τοῦ ὄντος ἂν παντὸς εἶεν, εἴ γε τοῖς ἄλλοις ἡ οὐσία ἀρχή τε καὶ αἰτία τοῦ εἶναι. δείξας δὲ πρῶτον ὅτι μιᾶς ἐστιν ἐπιστήμης ἡ περὶ τοῦ ὄντος θεωρία καὶ πῶς παραστήσας, νῦν προσέθηκε καὶ τίς ἐστιν αὐτή· ὅτι γὰρ ἡ φιλοσοφία ἡ καθόλου ταύτῃ διαφέρουσα τῶν ἄλλων,3 καθὸ ἐκείνων τῶν ἐπιστημῶν ἑκάστη περί τι ὄν, ἡ δὲ φιλοσοφία καθόλου περὶ τὸ ὄν, ᾗ ὄν ἐστιν, οὐ τὸ τὶ ὄν. πανταχοῦ οὖν κυρίως τοῦ πρώτου ἐστὶν ἐπιστήμη, ὥσπερ ἐπὶ τοῦ ἀνθρώπου· τοῦ γὰρ ἀνθρώπου ἐστὶν ἐπιστήμη καὶ οὐ τοῦ ἀνδριάντος, εἰ τύχοι, ἤγουν τῆς εἰκόνος· διὰ γὰρ τὸν ἄνθρωπον ἐκεῖνα. εἰ οὖν καὶ ἐνταῦθα διὰ τὴν πρωτίστην οὐσίαν τὰ ἄλλα πάντα, καὶ ἐξ αὐτῆς πάντα ἤρτηνται, τῆς οὐσίας τῆς τοιαύτης δεῖ ἡμᾶς θηρᾶσαι τὰς ἀρχὰς καὶ τὰς αἰτίας.
“然而在任何地方,科学在严格意义上都是关于第一者的。” 在假定了对于那些如出于一且指向一那样以多种方式被说的事物只有一门科学之后,他接着表明,在如此存在的事物中——即在所有其中有一者为第一且在严格意义上被说、而其余事物由它衍生而来的事物中(正如在出于一且指向一而被说的事物中所体现的那样)——致力于该本性的科学在严格意义上且首要地是关于第一者的,其他事物亦向着该〔本性〕共同发挥作用。无论如何,医术虽然是关于所有健康事物的科学,但在严格意义上且首要地是关于健康的,其他事物乃是相对于健康而说的。同样,关于诸善的科学,在严格意义上且首要地是关于诸善中最完满者的科学。因而关于整个存在,既然存在属于同一种本性,科学虽然只有一门,但此科学首要地将是关于第一且严格意义上的存在者的,其他事物亦因它而是存在者。而实体正是如此;因为其他事物的存在依存于它,且那些事物亦因它而是存在者。因而哲学家必须寻求诸实体的原理和原因,哲学家的研究正是关于作为存在的存在;因为实体的原理亦将是整个存在的原理,只要实体对于其他事物而言确实是存在的原理和原因。他首先表明了关于存在的考察属于一门科学,并阐明了这是如何可能的,现在他又补充了这门科学究竟是什么:即普遍哲学正是以此有别于其他各门科学,因为那些科学中的每一门都是关于某种特定的存在者,而普遍哲学则是普遍地关于作为存在的存在,而非特定的存在者。因此,在任何地方,科学在严格意义上都是关于第一者的,正如在关于人时那样;因为科学是关于人的,而不是例如关于雕像(即关于肖像)的;因为那些东西是因人而在的。因而如果在这里,所有其他事物亦因最初的实体而在,且一切都依存于它,我们便必须探求这种实体的原理和原因。
- 4.12ἐπιστήμης ἐστὶ θεωρῆσαι μιᾶς
ἐπιστήμης μιᾶς 为谓词属格(表示归属或职责,意为“属于一门科学”)。不定式 θεωρῆσαι 作系动词 ἐστί 的主语,而 τῶν καθ’ ἓν λεγομένων 则是从属于 ἐπιστήμης 的宾格性属格。
- 4.13τῶν οὐσιῶν 〈ἄρα τὰς〉 ἀρχὰς καὶ τὰς αἰτίας ζητητέον τῷ φιλοσόφῳ
ζητητέον 为中性单数的动形容词非人称结构,表示必然性或义务(“哲学家必须寻求”)。行为主体由与格 τῷ φιλοσόφῳ 表示,直接支配宾格宾语 〈τὰς〉 ἀρχὰς καὶ τὰς αἰτίας,并由宾格性属格 τῶν οὐσιῶν 修饰。
- 4.13ὅτι γὰρ ἡ φιλοσοφία ἡ καθόλου ταύτῃ διαφέρουσα τῶν ἄλλων
由 ὅτι 引导的分句中使用了分词 διαφέρουσα,省去了限定动词(如 ἐστί)。在语境上,它承接前面的 τίς ἐστιν αὐτή(“这门科学是什么”),解释普遍哲学正是由于在这一点上不同于其他科学而成为该科学。
