← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§230.3-231.7

依于实体的存在与单一科学的成立

本节注解亚里士多德《形而上学》卷Γ第2章(1003b6–1003b11),详细阐明了偶性、生成与消灭、缺失乃至否定命题皆因与实体的某种关联而被称为存在者的缘由,进而论证了正如所有关乎健康的事物统属于一门科学,关乎存在的全体亦成立一门单一的科学。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.10

" Τὰ μὲν γὰρ ὅτι οὐσίαι ὄντα λέγεται." Ἐντεῦθεν βούλεται δεῖξαι ὅτι ἐκ τοῦ κυρίως ὄντος πάντα προῆλθον. πάντα γὰρ μετέχουσι τοῦ ὄντος· τὰ μὲν γὰρ ὄντα λέγονται, ἐπειδὴ οὐσίαι ὑπάρχουσι, τὰ δὲ ὄντα λέγονται, ὅτι συμβεβήκασι ταῖς οὐσίαις, ὡς θερμότητες ψυχρότητες, ὑγρότητες ξηρότητες, καὶ ὅλως αἱ παθητικαὶ ποιότητες, τὰ δὲ ὅτι ὁδὸς εἰς οὐσίαν, ὄντα λέγονται· οὕτως καὶ τὴν γένεσιν τῶν ὄντων λέγομεν καὶ τὴν αὔξησιν. καὶ τὰς φθορὰς δὲ τῆς οὐσίας καὶ μεταβολὰς ὄντα λέγομεν, ὅτι καὶ ταῦτα οὐσίας τί ἐστιν, ὡς ἡ μείωσις καὶ ἡ φθορά, καὶ ὅτι ἡ φθορὰ ἄλλου ἐστὶ γένεσις. καὶ ἡ στέρησις·1 ἡ γὰρ τυφλότης οὐσίας τι· στέρησις γάρ, τῶν ὄντων δέ εἰσι καὶ αἱ στερήσεις. τὰ δὲ ὡς ποιότητες, ὡς ἕξεις διαθέσεις σχήματα. καλῶς δὲ εἶπε ποιητικὰ ἢ γεννητικὰ οὐσίας· ἀπὸ γὰρ τῆς θερμότητος ποιότης γίνεται σῆψις, ἐκ δὲ τῆς σήψεως οὐσία τίκτεται. ἢ τῶν πρὸς τὴν οὐσίαν λεγομένων εἴρηκεν, ἵνα εἴπῃ τὰ πρός τι· τὰ γὰρ πρός τι ἐν οὐσιῶν σχέσει. ἐνδείκνυται δὲ τὴν τῆς οὐσίας ἰσχὺν πρὸς τὸ εἶναί τι ὄν· καὶ γὰρ αἱ ἀποφάσεις αὐτῆς τε τῆς οὐσίας [εἰσὶ] καὶ τῶν τῇ οὐσίᾳ ὑπαρχόντων, καίπερ ἀναιρετικαὶ οὖσαι τούτων ὧν εἰσιν ἀποφάσεις, ὅμως ἐπειδὴ σχέσιν τινὰ ἔχουσι πρὸς οὐσίαν, ὄντα εἰσίν. εἰ γὰρ μὴ ἦν οὐσία, οὐδ’ ἂν ὄν τι ἦν· οὕτως δὲ οὐδὲ αἱ ἀποφάσεις· ὄντος γάρ τινός ἐστιν ἡ ἀπόφασις. διὰ τοῦτο καὶ αὐταὶ ὄντα. οὕτως καὶ τὸ μὴ ὂν εἶναι μὴ ὄν φαμεν, τοῦ μὴ ὄντος, ὅ ἐστι τοῦ ὄντος ἀπόφασις, τὸ εἶναι κατηγοροῦντες,2 ὅτι τοῦ ὄντος τί ἐστιν, οὐ μὴν ἁπλῶς εἶναι αὐτὸ λέγοντες, ἀλλὰ τὸ ὅλον τοῦτο μὴ ὂν εἶναι.

“因为有些事物由于是实体而被说为存在者。” 自此他希望表明,一切事物都是从本原意义上的存在产生出来的。因为一切事物都分有着存在:有些事物被称为存在者,是因为它们作为实体而存在;另一些事物被称为存在者,是因为它们附属于实体,如热、冷、湿、干,以及一般的受动性性质;还有一些事物被称为存在者,是因为它们是通向实体的道路;同样地,我们也把存在者的生成和增长称为[存在者]。我们亦把实体的消灭与变化称为存在者,因为这些亦是实体的某种东西,如减少和消灭,并且因为一物的消灭即是另一物的生成。缺失亦是[如此];因为盲目是实体的某种东西,因为它是缺失,而诸缺失亦属于存在者。另一些事物则是作为性质[被称为存在者],如素质、状态、形状。他说“产生或生成实体的”是很恰当的;因为从热中产生出作为性质的腐败,而从腐败中生出实体。或者他说“相对于实体而说的那些事物”,是为了意指关系者;因为关系者乃在于实体之间的关联。他亦指明了实体对于成为某种存在者所具有的力量;因为无论是实体自身的否定,还是属于实体的诸事物的否定,尽管它们是消解它们所否定的那些事物的,但仍然因为它们与实体具有某种关联,所以它们是存在者。因为如果实体不存在,任何存在者亦将不存在;这样一来诸否定亦将不存在;因为否定乃是对某种存在者的否定。为此缘故它们自身亦是存在者。同样,我们亦对非存在说它是“非存在”,将“存在”述谓于非存在(非存在乃是存在的否定),因为它是存在的某种东西,绝非说它单纯地存在,而是说这整个〔表述〕:“是非存在”。

§4.11

"Καθάπερ οὖν καὶ τῶν ὑγιεινῶν πάντων μία ἐπιστήμη ἐστί." Δείξας ὅτι τὸ ὂν οὕτως λέγεται ὡς τὸ ὑγιεινὸν καὶ τὸ ἰατρικόν (πρὸς ἓν γὰρ καὶ ἀφ’ ἑνὸς ταῦτα καὶ τὸ ὄν· πρὸς γὰρ τὴν οὐσίαν), κατὰ τὴν πρὸς ταῦτα ὁμοιότητα αὐτοῦ λαμβάνει τὸ καὶ μίαν ἐπιστήμην εἶναι αὐτοῦ· ὡς γὰρ τῶν ὑγιεινῶν πολλαχῶς μὲν λεγομένων, οὐχ ὁμωνύμως δέ, μία πάντων ἐστὶν ἐπιστήμη (ἰατρικῆς γὰρ τὸ περὶ τῶν ὑγιεινῶν πάντων θεωρεῖν), οὕτως καὶ τῶν ἄλλων ἁπάντων τῶν ὁμοίως ἐκείνοις λεγομένων· τοιαῦτα δὲ τά τε ἰατρικὰ καὶ τὰ ὄντα. τῶν μὲν γὰρ ὁμωνύμων οὐδὲν κοινὸν ἐχόντων ἢ τοὔνομα οὐχ οἷόν τε ἐπιστήμην εἶναι μίαν, τῷ μηδὲν ὑπὸ τοῦ κοινοῦ ὀνόματος ἴδιον δηλοῦσθαι, εἶναι δὲ ἑκάστην ἐπιστήμην περί τε ἓν γένος καὶ μίαν φύσιν· οἷς δὲ οὐ κατὰ τοὔνομα μόνον ἐστὶ κοινωνία, ἀλλ’ ἤρτηται ἡ κατὰ τοῦτο κοινωνία τῆς τῶν πραγμάτων κοινωνίας, τούτων καὶ ἐπιστήμη μία.3

“因此正如对于所有健康的事物亦只有一门科学。” 在指明了存在犹如健康的事物和医术的事物那样被说(因为这些与存在都指向一物且出于一物,即指向实体)之后,他依照存在与这些事物的相似性,推得关乎存在亦有一门科学;因为正如健康的事物虽有多种说法,却非同名异义,所有这些事物只有一门科学(因为考察所有健康的事物属于医术),与它们类似地被说的所有其他事物亦是如此;而医术的事物和存在者正是此类事物。因为对于那些除名称之外毫无共同之处的同名异义者而言,不可能有一门科学,因为没有任何特有的东西由共同名称所表明,而每门科学都是关乎一个属和一个本性的;然而对于那些不仅在名称上具有共同性,而且在此方面的共同性依存于诸事物本身的共同性之物而言,它们亦只有一门科学。

语法注3 条
  1. 4.10καὶ ἡ στέρησις·

    承接前文(ὄντα λέγομεν 或 ὄν ἐστι)的极度省略句。其意“缺失亦是[存在者/被称为存在者]”由后文补充说明,即盲目作为缺失乃是实体的某种东西,且缺失亦属于存在者。

  2. 4.10τοῦ μὴ ὄντος, ὅ ἐστι τοῦ ὄντος ἀπόφασις, τὸ εἶναι κατηγοροῦντες

    分词 κατηγοροῦντες 同时支配属格(被述谓的对象 τοῦ μὴ ὄντος)和宾格(作为述词归属的内容 τὸ εἶναι),意为“将‘存在’述谓于非存在(非存在乃是存在的否定)”。紧随其后的限制句(绝非说其单纯地存在,而是说这整个表述:“是非存在”)补充说明了此种述谓的结构。

  3. 4.11οἷς δὲ οὐ κατὰ τοὔνομα μόνον ἐστὶ κοινωνία, ἀλλ’ ἤρτηται ἡ κατὰ τοῦτο κοινωνία τῆς τῶν πραγμάτων κοινωνίας, τούτων καὶ ἐπιστήμη μία.

    结构上关系从句 οἷς... κοινωνία 前置,并在主句中由指示代词属格 τούτων(作依存于 ἐπιστήμη 的所有属格)加以接应。与格 οἷς 为配合 ἐστὶ κοινωνία 的所有与格(“对那些具有共同性的事物而言”),动词 ἤρτηται 则支配属格 τῆς τῶν πραγμάτων κοινωνίας,意为“依存于事物的共同性”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:230.3-231.7