- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:228.34-230.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯注解了亚里士多德《形而上学》卷伽马第2章开篇的论题(1003a33与1003b4),借助“健康的”与“医术的”等比喻,阐明存在既非单纯的同名异义亦非同名同义,而是以实体为核心的“出于一物且指向一物”的存在。
" Τὸ δὲ ὂν λέγεται μὲν πολλαχῶς, ἀλλὰ πρὸς ἓν καὶ μίαν τινὰ φύσιν καὶ οὐχ ὁμωνύμως." Εἰπὼν εἶναί τινα ἐπιστήμην περὶ τὸ ὂν ᾗ ὂν καὶ τὰς τούτου ἀρχάς τε καὶ αἰτίας καὶ ταύτην οὖσαν τὴν σοφίαν συστήσας, ἐφεξῆς λέγει, πῶς οἷόν τε εἶναι περὶ τὸ ὂν ἐπιστήμην μίαν, ἐπειδὴ δοκεῖ ὁμώνυμον εἶναι τὸ ὄν, τῶν δὲ ὁμωνύμων οὔτε μία φύσις οὔτε μία τέχνη οὔτε δὲ μία ἐπιστήμη. ἰστέον δὲ ὅτι, καθάπερ εἰρήκαμεν ἐν τῇ θεωρίᾳ, οὔτε συνωνύμως κατηγορεῖται τὸ ἁπλῶς ὂν τῶν ὄντων οὔτε δὲ ὁμωνύμως, ἀλλ’ ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν. μεταξὺ οὖν ἐστι τῶν τε ὁμωνύμων καὶ τῶν συνωνύμων τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν. οὕτως οὖν καὶ τὸ ὂν κατηγορεῖται τῶν ὄντων ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν. τὰ οὖν ἀφ’ ἑνός τε καὶ πρὸς ἕν λεγόμενα οὔτε τὴν τῶν συνωνύμων τάξιν φυλάττει (οὐ γὰρ ὁμοτίμως πᾶσι τοῖς εἴδεσι χαρίζεται τοῦ εἶναι)1 οὔτε δὲ τὴν τῶν ὁμωνύμων πάλιν ἔχει ἄκρατον καὶ ἄμικτον ἑτερότητα· τοῦτο οὖν φησιν ὅτι τὸ μὲν ὂν λέγεται πολλαχῶς, ἀλλὰ πρὸς ἓν καὶ μίαν τινὰ φύσιν, τουτέστιν ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν, καὶ οὐχ ὁμωνύμως· αἰτίαν γάρ τινα ἔχει τοῦ ὁμοίως ἀλλήλοις ὠνομάσθαι· κατὰ γὰρ κοινήν τινα φύσιν τοιαῦτά φησιν εἶναι τά τε ὑγιεινὰ καὶ τὰ ἰατρικά. τὰ μὲν γὰρ ὑγιεινὰ τῷ πρὸς ὑγείαν ἔχειν πως οὕτως ὠνόμασται· τὸ μὲν γὰρ ὑγιεινόν τι λέγεται τῷ φυλάττειν ὑγείαν, ὡς δίαιτα τοιαύτη, γυμνάσια περίπατοι, τὸ δέ τι τῷ ποιεῖν, ὡς τὰ φάρμακα καὶ τὰ βοηθήματα, τὸ δὲ τῷ εἶναι σημεῖον ὑγείας, ὡς ἡ εὔχροια ἢ εὔπνοια, τὸ δὲ τῷ δεκτικὸν εἶναι αὐτῆς,2 ὡς τὸ σῶμα τὸ ἐπιτήδειον ὂν πρὸς τὸ ὑγιαίνειν. ὥστε τό γε μηδὲν εἰς ὑγείαν συντελοῦν εἰ λέγοιτο εἶναι ὑγιεινόν, ὁμωνύμως λέγοιτο ἄν. ὁμοίως καὶ τὸ ἰατρικὸν τὸ μὲν λέγεται οὕτως τῷ ἔχειν ἰατρικήν, ὡς ὁ ἰατρός, ὃ καὶ κυρίως καὶ μάλιστα ἰατρικόν, τὸ δὲ τῷ εὐφυὲς εἶναι πρὸς τὸ λαβεῖν ἰατρικήν, τὸ δὲ ὡς ἔργον καὶ ἀποτέλεσμα ἰατρικῆς, ὥσπερ λέγομεν ἰατρικῶς τέτμηται, τὸ δὲ ὡς θεώρημα, τὸ δὲ ὡς ὄργανον πρὸς ἴασιν συντελοῦν ἢ φάρμακον. λέγεται δὲ καὶ ἰατρικὸν 〈βιβλίον〉 τὸ περὶ ἰατρικῆς συντεταγμένον.
“存在虽有多种说法,但都是指向一个事物和某一种本性,而不是同名异义的。” 在说明了存在一门关乎存在就其是存在而言及其诸本原与原因的科学,并确立了这就是智慧之后,他接下来说明何以可能有一门关乎存在的单一科学,因为存在看似是同名异义的,而对于同名异义的事物而言,既无单一的本性,亦无单一的技艺,更无单一的科学。但应当知晓的是,正如我们在理论考察中所说,单纯的存在既非同名同义地、亦非同名异义地被述谓于存在者,而是作为出于一物且指向一物者被述谓。因此,出于一物且指向一物者介于同名异义者与同名同义者之间。因此,存在亦是作为出于一物且指向一物者而被述谓于存在者。由此,被称为出于一物且指向一物者,既不保持同名同义者的序列(因为并非同等地赋予所有种以存在),亦不具有同名异义者纯粹且不相混杂的相异性。因此他说:存在虽有多种说法,但都是指向一个事物和某一种本性,即作为出于一物且指向一物者,而不是同名异义的;因为它们彼此类似地被命名是有某种原因的。因为他说,健康的事物和医术的事物就是依照某种共同的本性成为此类事物的。因为健康的事物乃因以某种方式与健康相关而如此被命名:某物被称为健康的,是因其保持健康,如此类饮食、体操、散步;另一种是因其产生健康,如药物和补救手段;另一种是因其作为健康的征兆,如良好的气色或顺畅的呼吸;另一种是因其能接受健康,如适于健康的身体。因此,对健康毫无贡献之物如果被称为是健康的,那就是同名异义地被说了。同样,对于医术的事物而言,一种因拥有医术而如此被称为,如医生,这是真正且最主要的医术之物;另一种因适于接受医术;另一种作为医术的劳作和成果,正如我们说“合乎医术地被切开”;另一种作为定理;另一种作为有助于治疗的工具或药物。而论述医术所撰写的[书籍]亦被称为医术的[书籍]。
"Ὁμοιοτρόπως δὲ καὶ ἄλλα ληψόμεθα." Καὶ ἄλλα ἐστὶν ὁμοίως τούτοις πρὸς ἓν καὶ μίαν τινὰ φύσιν λεγόμενα· δόξει γὰρ καὶ τὸ ἀγαθὸν τούτων εἶναι καὶ τὸ σχῆμα καὶ ὁ ὁρισμός. ὁμοίως φησὶ τούτοις ἔχειν καὶ τὸ ὄν· λέγεσθαι μὲν γὰρ καὶ αὐτὸ πολλαχῶς καὶ μὴ ὑφ’ ἓν γένος εἶναι, ὡς τὰ προειρημένα, οὐ μὴν ἤδη καὶ ὁμωνύμως·3 οὐ γὰρ μόνα τὰ ὁμώνυμα πολλαχῶς λέγεται, ἀλλὰ καὶ τὰ ἀφ’ ἑνός τινος καὶ πρὸς ἕν, ὡς ἔχει τά προειρημένα καὶ τὸ ὄν. ὂν γὰρ κυρίως λέγεται ἡ οὐσία, λέγεται δὲ οὐδὲν ἧττον ὄντα καὶ τὰ τῇ οὐσίᾳ συμβεβηκότα, ἅπερ ἐστὶ τὰ ἐννέα γένη. οὐ μὴν αὐτὸς νῦν κέχρηται τοῖς παραδείγμασιν ἑκάστου γένους ἓν τιθείς, ἀλλὰ δι’ αὐτῶν ἐξαρίθμησίν τινα τῶν τῇ οὐσίᾳ ὑπαρχόντων ποιήσασθαι βούλεται.
“同样我们也将把握其他事物。” 亦有其他事物如这些事物一样指向一个事物和某一种本性而被说;因为善、图形和定义亦看似属于这些事物。他说,存在对于这些事物而言亦具有类似的情形;因为存在自身亦有多种说法且不在一个属之下,犹如先前所说的事物,但绝非因此就是同名异义的;因为并非只有同名异义者才有多种说法,出于某一事物且指向一物者亦有多种说法,正如先前所说的事物和存在那样。因为实体在真正意义上被称为存在,而实体的诸偶性——即九个范畴——亦同样被称为存在。然而,他现在并没有通过为每一范畴举出一个例子的方式来运用这些例子,而是希望通过它们对属于实体的诸事物进行某种列举。
- 4.8οὐ γὰρ ὁμοτίμως πᾶσι τοῖς εἴδεσι χαρίζεται τοῦ εἶναι
属格 τοῦ εἶναι 用作动词 χαρίζεται 的宾语(表分有或部分属格)。其句法关系为“它并不以同等的地位将存在(τοῦ εἶναι)赋予所有的种(εἴδεσι,与格)”。
- 4.8τὸ μὲν γὰρ ὑγιεινόν τι λέγεται τῷ φυλάττειν ὑγείαν ... τὸ δέ τι τῷ ποιεῖν ... τὸ δὲ τῷ εἶναι ... τὸ δὲ τῷ δεκτικὸν εἶναι αὐτῆς
这是由 τὸ μὲν ... τὸ δέ ... 对举结构与表示原因、理由的带冠词不定词与格(τῷ + 不定词)反复并列构成的句式。各结构分别表示“因保持健康”、“因产生[健康]”、“因作为[征兆]”、“因能够接受它”,作谓语 λέγεται 的原因状语修饰成分。
- 4.9λέγεσθαι μὲν γὰρ καὶ αὐτὸ πολλαχῶς καὶ μὴ ὑφ’ ἓν γένος εἶναι, ὡς τὰ προειρημένα, οὐ μὴν ἤδη καὶ ὁμωνύμως
这是由前句主动词 φησί 所引出的带宾格的不定词结构(间接引语)的延续。逻辑主语是宾格 αὐτό(即 τὸ ὄν),不定词 λέγεσθαι 和 εἶναι 由 καί 连接,并通过连词 μέν ... οὐ μήν 与后半部分形成对举。在句法上它并非独立句子,而是持续表述亚里士多德观点的间接引语。
