- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:227.26-228.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对《形而上学》1003a26的引文,阿斯克勒庇俄斯论证了第一哲学家对最高原因的寻求必然是就自身而言、本质地针对“就其是存在而言的存在”,而非出于附带。
" Ἐπειδὴ τὰς ἀρχὰς καὶ τὰς ἀκροτάτας αἰτίας ζητοῦμεν." Ὃ λέγει τοῦτό ἐστιν, ὅτι ἐπειδὴ νῦν ζητοῦμεν τὰς ἀρχὰς καὶ τὰς αἰτίας τῷ ὄντι τὰς ἀκροτάτας (τί γὰρ μεῖζον τοῦ ἁπλῶς ὄντος;) φανερὸν ὅτι τὰς τοιαύτας αἰτίας φύσεώς τινος ἀναγκαῖον εἶναι αὐτὰς καθ’ αὑτάς. εἰ γὰρ οἱ τὰ στοιχεῖα τῶν ὄντων ζητοῦντες1 (τοὺς φυσικούς φημι, οἵτινες καὶ ὠλίσθησαν, οἱ μὲν λέγοντες πῦρ, οἱ δὲ ἀέρα, οἱ δὲ ὕδωρ καὶ τὸ μεταξύ, καὶ δεδώκασιν εὐθύνας ἐν τοῖς φυσικοῖς λόγοις) εἰ οὖν καὶ οἱ τὰ στοιχεῖα τῶν ὄντων ζητοῦντες τοιαύτας ἀρχὰς ἐζήτουν, τουτέστι καθ’ αὑτό, πᾶσά ἐστιν ἀνάγκη καὶ τὰ στοιχεῖα τοῦ κυρίως ὄντος μὴ εἶναι κατὰ συμβεβηκὸς ἀλλὰ καθὸ ὄν. ἐπεὶ οὖν περὶ τοῦ κυρίως ὄντος ἡμῖν νῦν ὁ λόγος ἐνέστηκε, δεῖ ἡμᾶς τοῦ ὄντος, ᾗ ὄν ἐστι, τὰς πρώτας αἰτίας ζητῆσαι. αὕτη δέ ἐστιν ἡ πρωτίστη οὐσία, ἥτις γόνιμον δύναμιν ἔχουσα πάντα παράγει τὰ ἄλλα. δεῖ οὖν, φησί, τὰς ἀρχὰς τὰς πρώτας καὶ τὰς ἀκροτάτας αἰτίας, ἃς νῦν φησιν εἶναι τὰς ζητουμένας ὑπ’ αὐτοῦ, τουτέστιν ὑπὸ τοῦ σοφοῦ τε καὶ πρώτου φιλοσόφου, φύσεώς τινος ἀρχὰς εἶναι καθ’ αὑτὸ καὶ μὴ κατὰ συμβεβηκός. πᾶσα γὰρ ἀρχὴ καὶ πᾶν αἴτιόν τινός ἐστι, καὶ αὕτη γε κυρίως ἀρχὴ καὶ αἰτία ἡ καθ’ αὑτὸ οὖσά τινος καὶ μὴ κατὰ συμβεβηκός· ὥστε καὶ αἱ πρῶται ἀρχαί, μάλιστα οὖσαι ἀρχαί, φύσεώς τινος ἂν εἶεν ἀρχαὶ καθ’ αὑτὸ καὶ οὐ κατὰ συμβεβηκός. τῶν μὲν οὖν καθ’ ἕκαστα ἐπιστητῶν οὐδενὸς αἱ τοιαῦται ἀρχαί· οὐδενὸς γὰρ τούτων ἀρχαὶ αἱ πρῶταί εἰσιν ἀρχαί· ἄλλη γὰρ ἑκάστου τούτων ἀρχή. σημεῖον δέ· τῷ γὰρ τὰς περὶ αὐτῶν ἐπιστήμας ἔχειν2 μὲν αὐτῶν τὰς ἀρχάς, ἄλλας δὲ καὶ μὴ τὰς αὐτὰς ἔχειν, ἄλλου τινὸς ἂν εἶεν ἀρχαὶ αἱ πρῶται ἀρχαὶ καὶ ἀκρόταται. τίνα δὲ τὰ κατὰ συμβεβηκὸς 〈αἴτια〉 καὶ τίνα τὰ καθ’ αὑτά, ἔδειξεν ἐν τῇ Φυσικῇ ἀκροάσει· τά τε γὰρ μὴ καθ’ αὑτό τινος ὄντα μηδὲ πρώτως, ἀλλὰ κατὰ τὴν ἐπ’ ἄλλο ἀναφοράν. οὕτως τοῦ ἰσοσκελοῦς τριγώνου οὐ φαμεν καθ’ αὑτὸ αἴτιον εἶναι τὸ δυσὶν ὀρθαῖς ἴσας ἔχειν τὰς τρεῖς γωνίας, ἀλλὰ κατὰ συμβεβηκός, ὅτι ἄλλου τοῦτο καθ’ αὑτὸ αἴτιον προαναβεβηκότος καὶ πρώτου· τοῦ γὰρ τριγώνου. ἀλλὰ καὶ τὰ τοῖς καθ’ αὑτὰ οὖσί τινων αἰτίοις συμβεβηκότα, ὡς Πολύκλειτος τοῦ ἀνδριάντος, κἀκεῖνα λέγεται κατὰ συμβεβηκὸς αἴτια. ὧν κατὰ συμβεβηκὸς αἰτίων τὰ μὲν τελευταῖα οὐδὲ ὅλως ἐστὶν αἴτια, τὰ δὲ πρῶτα εἰρημένα ἔστι μέν τινων αἴτια, ἀλλ’ οὐ τούτων. τὰ δὲ πρῶτα αἴτια οὔτε κατὰ τὸν δεύτερον τρόπον τοῦ κατὰ συμβεβηκὸς αἴτια οἷόν τε τοῦ ὄντος λέγειν (οὐ γὰρ οἷόν τε πρῶτα αὐτὰ αἴτια ὄντα μὴ αἴτια εἶναι) οὔτε κατὰ τὸν πρῶτον· εἰ γὰρ κατὰ συμβεβηκὸς τοῦ ὄντος ᾗ ὄν, ἄλλου τινὸς ἐπαναβεβηκότος ἔσται καθ’ αὑτὸ αἴτιον· ἀλλ’ οὐθὲν ὑπὲρ τὰ ὄντα. πρῶτα ἄρα αἴτια καθ’ αὑτὸ αἴτια, καὶ τοῦ ὄντος ᾗ ὄν. αὐτὸς δὲ πρῶτον μὲν λαμβάνει ὅτι τινῶν ἐστιν αἴτια καθ’ αὑτά· εἰ γὰρ αἴτια, καὶ τινῶν, καὶ εἰ ὡς ἀληθῶς αἴτια, καθ’ αὑτά. καὶ τοῦτο λαμβάνων μετὰ ταῦτα προσάγει ὅτι ἡ φύσις αὕτη, ἧς ἀκρόταται καὶ πρῶται ἀρχαί εἰσιν, ἃς ζητοῦμεν, τὸ ὂν ᾗ ὄν ἐστιν. ὃ συνέστησε τοιούτῳ χρησάμενος λόγῳ. ὥσπερ οἱ τὰ στοιχεῖα τῶν ὄντων ζητοῦντες τὰς τοιαύτας ἀρχὰς ἐζήτουν καὶ τὰ τοιαῦτα αὐτῶν στοιχεῖα, ἃ καθ’ αὑτὰ ἦν αὐτῶν στοιχεῖα ἀλλ’ οὐ κατὰ συμβεβηκός, οὕτως καὶ ἡμῖν ζητοῦσι τὰς τοῦ ὄντος πρώτας ἀρχὰς καὶ τὰ αἴτια δεῖ τοιαύτας ζητεῖν αἳ κυρίως καὶ καθ’ αὑτό εἰσιν αὐτοῦ ἀρχαί.
“既然我们正在寻求诸本原与最高的原因。” 他的意思是:既然我们现在正在寻求诸本原与真正最高的诸原因(因为有什么比单纯的存在更伟大呢?),那么显然,此类原因必然就其自身而言属于某种本性。因为如果寻求存在者诸元素的人们(我指的是自然哲学家们,他们也曾陷入偏差,有的说是火,有的说是气,有的说是水以及中间物,并且他们在自然哲学论述中作了解释)——如果寻求存在者诸元素的人们也是在寻求此类本原,即就自身而言的本原,那么完全必然的是,真正意义上的存在的元素亦非出于附带,而是就其是存在而言的。因此,既然关乎真正意义上的存在的讨论现在摆在我们面前,我们就必须寻求存在就其是存在而言的第一原因。而这也就是最第一的实体,它具有生成的权能,产生一切其他事物。因此他说,第一本原与最高的原因——他现在称之为由他、即由智慧者和第一哲学家所寻求的那些原因——必须就自身而言而非出于附带地是某种本性的本原。因为每一本原和每一原因都是某物的原因,而唯有就自身而言而非出于附带属于某物的本原和原因,才是真正意义上的本原和原因;因此,最作为本原的第一本原,亦应当就自身而言而非出于附带地是某种本性的本原。因此,此类本原并非任何具体可知对象的本原;因为第一本原并非这些对象中任何一个的本原;因为这些对象中的每一个都有不同的本原。证据在于:关于它们的各门科学虽具有它们的本原,但具有的是不同且非相同的本原,因此第一且最高的诸本原当是某种别的事物的本原。至于何种是附带的[原因],何种是就自身而言的原因,他在《物理学》中已作展示:即那些既非就自身而言亦非最先属于某物、而是依照与别的事物的关联而属于某物者。这样,我们说具有等于两直角的三内角并非等腰三角形就自身而言的原因,而是附带的原因,因为这是另一在先且第一的事物就自身而言的原因:即三角形的原因。但附属于某些事物的就自身而言的原因之物,例如对于雕像而言的波利克里托斯,那些也被称为附带的原因。在这些附带原因中,后者根本就不是原因,而先前所说的前者虽然是某些事物的原因,但并非这些事物的原因。然而对于第一原因而言,既不可能按照附带原因的第二种方式说是存在的附带原因(因为它们自身作为第一原因,不可能不是原因),亦不可能按照第一种方式;因为如果它们是存在就其是存在而言的附带原因,它们就将成为超越其上的某种别的事物的就自身而言的原因;但在存在者之上别无他物。因此,第一原因乃是就自身而言的原因,且是存在就其是存在而言的原因。他自己首先设定它们是某些事物就自身而言的原因;因为如果它们是原因,它们就是某些事物的原因,并且如果它们真正是原因,便是就自身而言的原因。设定了这一点之后,他接着补充说:其最高且第一的本原为我们所寻求的这一本性,正是存在就其是存在而言者。他是运用了这样的论证确立这一点的:正如寻求存在者诸元素的人们所寻求的是此类本原及此类元素——即就自身而言而非出于附带作为其元素者——同样,对于寻求存在的第一本原与原因的我们而言,亦必须寻求真正且就自身而言作为其本原的此类〔本原〕。
- 4.7εἰ γὰρ οἱ τὰ στοιχεῖα τῶν ὄντων ζητοῦντες
句法重述(破格语法)。句首由 εἰ γὰρ οἱ ... ζητοῦντες 引入的条件分句在关于自然哲学家的长插叙(τοὺς φυσικούς φημι ...)后被中断,随后由 εἰ οὖν καὶ οἱ τὰ στοιχεῖα τῶν ὄντων ζητοῦντες 重新恢复了同一主语与从句框架。
- 4.7τῷ γὰρ τὰς περὶ αὐτῶν ἐπιστήμας ἔχειν μὲν αὐτῶν τὰς ἀρχάς, ἄλλας δὲ καὶ μὴ τὰς αὐτὰς ἔχειν
表原因的与格冠词不定式结构(τῷ ... ἔχειν)。宾格的 τὰς περὶ αὐτῶν ἐπιστήμας 是不定式的逻辑主语,为后文的主句 ἄλλου τινὸς ἂν εἶεν ἀρχαὶ αἱ πρῶται ἀρχαί 提供论据。
