← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§226.8-227.25

归于一的存在述谓与普遍科学

阿斯克勒庇俄斯论证了生成、毁灭、否定和匮乏亦分有存在,且单纯存在的述谓既非同名同义亦非同名异义,而是作为“源于一且归于一者”;随后他阐明了普遍考察作为存在的存在的首要科学相对于各分科科学所具有的独特性质。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.5#2

πάντα γὰρ τὰ ὄντα μετέχουσι τοῦ ὄντος, καὶ αἱ γενέσεις καὶ αἱ φθοραί (ἄλλο γάρ τι γίνεται) καὶ αἱ ἀποφάσεις καὶ αἱ στερήσεις· ὄντα γὰρ καὶ αὐτὰ ὑπάρχουσι καὶ τὸ μὴ ὄν· ἐν γὰρ τῷ λέγεσθαι ‘ἔστι’ δῆλον ὅτι καὶ οὐσίαι κατὰ συμβεβηκός·1 διὰ τοῦτο γὰρ καὶ ὁ Πλάτων ἔλεγεν ὅτι τὸ μηδαμῇ μηδαμῶς ὂν οὔτε δοξαστόν ἐστιν οὔτε ῥητόν. εἰ γὰρ πάντα, φησί, προάγει διὰ τὴν γόνιμον αὐτοῦ δύναμιν καὶ οὐ δεῖται χρόνου, ἀλλὰ χωρὶς πάσης μεταβολῆς, τί, φησί, δεῖ λέγειν ὅτι ἤρξατο ἀπό τινος χρόνου παράγειν; οὐ γὰρ καλῶς λέγουσιν, ὡς δέδεικται, φησίν, ἐν ἄλλοις. εἰ οὖν ἀπεδείξαμεν ὅτι ἔστι τὸ ἁπλῶς ὄν, ἐξ οὗ καὶ τὰ ἄλλα πάντα τοῦ ὄντος κεκοινωνήκασι, δῆλον ὡς ὅτι2 ἔστι τις ἐπιστήμη τοῦ ἁπλῶς ὄντος, τουτέστι τῆς ἁπλῶς οὐσίας, ἥτις καὶ τὰς ἀρχὰς τῶν ἄλλων ἐπιστημῶν τῶν κατὰ μέρος ἀποδείκνυσι. χρὴ μέντοι εἰδέναι ὅτι οὐ συνωνύμως κατηγορεῖται τῶν ἄλλων τὸ ἁπλῶς ὄν, ἐπειδὴ θεωρεῖται ἐν αὐτοῖς τὸ πρότερον καὶ τὸ ὕστερον, ὅπου δὲ τὸ πρότερον καὶ τὸ ὕστερον κατηγορεῖται, τὸ κοινῶς κατηγορούμενον οὐκ ἔστι γένος, τὰ δὲ γένη συνωνύμως κατηγοροῦνται. ἔστι δὲ πρωτίστη οὐσία, εἰ τύχοι, τὰ τῶν νοητῶν ἅτινα ὄντα εἰσί, μετὰ δὲ ταῦτα τὰ αἰσθητά, ἅτινα δευτέραν τάξιν ἐπέχουσι, τρίτα τὰ συμβεβηκότα, καὶ αὐτὰ ὄντα ὑπάρχοντα. ὥστε οὐ συνωνύμως κατηγορεῖται, ὥς φησι, τὸ ἁπλῶς ὄν. ἀλλ’ οὐδὲ ὁμωνύμως· τὸ γὰρ ὁμώνυμον ψιλόν ἐστιν ὄνομα μηδὲν κοινωνοῦν κατὰ τὸ πρᾶγμα. ἡ γὰρ κύων φωνὴ λέγεται καὶ ἐπὶ τοῦ χερσαίου καὶ τοῦ οὐρανίου· διέστηκε δὲ ὁ χερσαῖος τοῦ οὐρανίου πλείστοις ὅσοις μέτροις. ὥστε τὸ κυρίως ὂν κατηγορεῖται πάντων τῶν ὄντων ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν, ὥσπερ λέγομεν ἀπὸ τῆς ἰατρικῆς ἰατρικὸν σμιλίον, τουτέστιν * * * ὑγιεινὸν φάρμακον καὶ ὑγιεινὸν σιτίον. διαφέρει οὖν τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἓν τῶν μὲν συνωνύμων, καθὸ τὰ μὲν συνώνυμα ὁμοτίμως πᾶσι τοῖς εἴδεσι παρέχουσι τὸ εἶναι (ὁμοτίμως γὰρ πάντα ζῷα ὑπάρχουσι κατὰ τὸ ζῷον), ταῦτα δὲ οὐχ ὁμοτίμως· μᾶλλον γάρ, εἰ τύχοι, ἐστὶν ὑγιεινὸν τὸ σιτίον καὶ τοῦ φαρμάκου. τῶν δὲ ὁμωνύμων διαφέρουσι τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν, ἐπειδὴ τὰ ὁμώνυμα, καθάπερ εἰρήκαμεν, ὄνομα ὑπάρχει, οὐδὲν δὲ μεταδιδόασι τῷ πράγματι (ἡ γὰρ κύων φωνὴ οὐδὲν δίδωσι τῷ ἄστρῳ, ὥστε * * *)· τὰ μέντοι γε ἀφ’ ἑνὸς καὶ πρὸς ἓν μεταδιδόασι καὶ τοῦ πράγματος· τὸ γὰρ ὑγιεινὸν σιτίον ὀνίνησι καὶ συνίστησι τὸ πρᾶγμα. οὕτως οὖν καὶ τὸ ἁπλῶς ὄν, ἐξ οὗ τὰ πάντα ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν, κατηγορεῖται τῶν πάντων· πᾶσι γὰρ τὸ εἶναι χαρίζεται, ἀλλ’ οὐχ ὁμοτίμως διὰ τὴν τῶν δεχομένων ἐπιτηδειότητα, ὥσπερ καὶ ὁ ἥλιος οὐχ ὁμοτίμως πάντα φωτίζει διὰ τὴν τῶν δεχομένων ἐπιτηδειότητα ἤγουν τὸ ἐναντίον.

因为一切存在者都分有存在,甚至生成与毁灭亦然(因为某种别的事物生成了),否定与匮乏亦然;因为它们自身以及非存在亦作为存在者而实存;因为在被称为“是”这一点中,显然它们也是附带性的实体。确实正因如此,柏拉图也曾说,决不且绝非存在之物既不可被设想,亦不可被言说。因为他说,如果它因其生成的权能而产生一切事物,且不需要时间,而是在没有任何变化的情况下产生,那么他说,为何还必须说它是从某一时间开始产生的呢?他说,因为他们的说法并不正确,正如在别处所展示的那样。因此,如果我们已经证明了存在着单纯的存在,并且一切其他事物也是由此分有了存在,那么显然,存在着一门关乎单纯存在的科学,即关乎单纯实体的科学,它也证明其他各分科科学的原理。然而必须知晓,单纯的存在并非同名同义地述谓其他事物,因为在它们之中考察到先后次序;而在述谓先后次序之处,共同被述谓的并非属,而各属才是同名同义地被述谓的。最第一的实体是(例如)作为存在者的可理知物,而在这些之后则是占据第二位阶的感觉之物,第三则是附带属性,它们自身也作为存在者而实存。因此,如他所说,单纯的存在并非同名同义地被述谓。但它也不是同名异义地被述谓;因为同名异义之物仅仅是空名,在事理上毫无相通之处。实际上,“犬”这个语音既用于指陆地上的犬,也用于指天空中的星宿;但陆地之犬与天空星宿相差不可计数之远。所以,真正本原之存在是作为源于一且归于一者而被述谓于一切存在者,正如我们从医学出发说“医学的小刀”,即 * * * “健康的药物”和“健康的食物”。因此,源于一且归于一者与同名同义者不同,在于同名同义者平等地向所有种提供存在(因为一切动物就动物而言均平等地实存),而这些则并非平等地提供;因为举例而言,食物比药物更具有健康性。而源于一且归于一者又与同名异义者不同,因为正如我们所说,同名异义者只是名称,不对事理有所分赐(因为“犬”这个语音并未赋予星宿任何东西,以致 * * *);然而源于一且归于一者则连同事实也一并分赐;因为健康的食物有益于并构成这一事物。因此,如同源于一且归于一者一样,一切事物皆由其产生的单纯存在亦以此方式被述谓于一切;因为它是将存在赋予一切,但由于接受者的适合性而非平等地赋予,正如太阳也由于接受者的适合性或相反情况(不适合性)而非平等地照耀一切一样。

§4.6

"Ἔστιν ἐπιστήμη τις ἣ θεωρεῖ τὸ ὂν ᾗ ὂν καὶ τὰ τούτῳ ὑπάρχοντα." Καθάπερ ἐν τῇ θεωρίᾳ εἰρήκαμεν, πρῶτον λαμβάνει ὡς ὁμολογούμενον ὅτι ἔστιν ἁπλῶς ὂν καὶ ὕστερον· ἐφεξῆς δὲ αὐτὸ προϊὼν δείκνυσι. φησὶν οὖν ὅτι ἔστιν ἐπιστήμη τις, ἥτις θεωρεῖ τὸ ὂν καθὸ ὄν, ἀντὶ τοῦ τοῦ ἁπλῶς ὄντος,3 ἐξ οὗ τὰ ἄλλα τὸ εἶναι ἔχουσιν. εἰ γὰρ τῶν κατὰ μέρος ὄντων εἰσὶν αἱ ἐπιστῆμαι, ὡς μεμαθήκαμεν ἐν τῇ θεωρίᾳ, πολλῷ μᾶλλόν ἐστι τοῦ ἁπλῶς ὄντος ἐπιστήμη. διὰ τοῦτο οὖν φησιν ὅτι ἔστιν ἐπιστήμη τις, ἥτις θεωρεῖ τὸ ὂν καθὸ ὄν ἐστιν· οὐ γὰρ ἄλλο τι ὑπάρχον οὕτως ἐστὶν ὄν, ὥσπερ ὁ νοῦς καὶ τὰ τούτῳ ὑπάρχοντα. δείκνυσιν οὖν ἡμῖν ἐντεῦθεν ὅτι δεῖ τὸν ἐπιστάμενον τὰς οὐσίας διαλέγεσθαι καὶ περὶ τῶν καθ’ αὑτὸ ὑπαρχόντων ταῖς οὐσίαις. ἡ τοίνυν ἐπιστήμη περὶ τὸ κυρίως ὂν καταγινομένη οὐκ ἔστιν ἡ αὐτὴ ταῖς ἄλλαις ἐπιστήμαις ταῖς περὶ τὰ μερικὰ καταγινομέναις. οὐδεμία γὰρ τῶν ἄλλων ἐπιστημῶν θεωρεῖ καθόλου περὶ τοῦ κυρίως καὶ ἁπλῶς ὄντος, ἀλλὰ καθάπερ ἐν τῇ θεωρίᾳ εἰρήκαμεν, μέρος τι τοῦ ὄντος ἀποτεμόμεναι περὶ τούτου θεωροῦσι τὸ συμβεβηκός, καθάπερ αἱ μαθηματικαὶ τῶν ἐπιστημῶν· οἷον ἀριθμητικὴ τὰ συμβαίνοντα περὶ τοὺς ἀριθμούς, γεωμετρία τὰ συμβαίνοντα περὶ τὰ μεγέθη, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων.

“有一门科学,它考察作为存在的存在以及属于它的属性。” 正如我们在理论通论中所说,他首先将存在单纯的存在以及后继之物作为公认的前提接受下来;接着在随后的论述中则予以展示。因此他说,存在着一门科学,它考察就其是存在而言的存在,即考察其他事物赖以获得其存在的单纯存在。因为如果存在着关于部分存在者的科学(正如我们在理论通论中所学到的),那么显然更存在着关于单纯存在的科学。因此正因如此他说,存在着一门科学,它考察就其是存在而言的存在;因为它并非像理智及其所属属性那样,作为某种相异之物而以此方式是存在。因此他由此向我们表明,认识实体者亦必须探讨就自身而言属于实体的属性。所以,关乎真正本原之存在的科学,与关乎各个具体事物的其他科学并不相同。因为其他科学无一普遍地考察真正本原且单纯的存在,而是正如我们在理论通论中所说,切取存在的一部分,并就此考察其附带属性,正如数学各门科学那样:算术考察关乎数的附随现象,几何学考察关乎量度的附随现象,其他科学亦同样如此。

语法注3 条
  1. 4.5ἐν γὰρ τῷ λέγεσθαι ‘ἔστι’ δῆλον ὅτι καὶ οὐσίαι κατὰ συμβεβηκός

    介词带冠词不定式结构 ἐν τῷ λέγεσθαι ‘ἔστι’(“在被称为‘是’这一点中”)后接插入语 δῆλον ὅτι(“显然”),其后省略系动词 εἰσί(或 εἶναι),与 καὶ οὐσίαι κατὰ συμβεβηκός 构成表语结构。此句表明,即便是非存在或匮乏,只要在表述中被说成“是”,便在附带意义上也是实体。

  2. 4.5δῆλον ὡς ὅτι

    连接词 ὡς 与 ὅτι 的冗余连用(连词重叠)。两者共同引导随后的陈述从句(ἔστι τις ἐπιστήμη...),其功能实质上等同于单一的 ὅτι,意为“……是显然的”。

  3. 4.6ἀντὶ τοῦ τοῦ ἁπλῶς ὄντος

    介词 ἀντί 统辖属格冠词 τοῦ,其后接属格短语 τοῦ ἁπλῶς ὄντος,构成同位或转述结构,意为“用来代替/意指[关乎]单纯存在的[科学]”,用于换言解释前面的 τὸ ὂν καθὸ ὄν。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:226.8-227.25