- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:225.12-226.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯将亚里士多德所谓的“作为存在的存在”解释为“真正本原之存在”即第一原因,将其与作为相异之物而存在的理智等区分开来,并论证其为一切事物得以分有存在的生成之源。
" Ἔστιν ἐπιστήμη τις ἣ θεωρεῖ τὸ ὂν ᾗ ὂν καὶ τὰ τούτῳ ὑπάρχοντα καθ’ αὑτά." Διὰ τῶν νῦν λεγομένων ὁ Ἀριστοτέλης βούλεται ἡμῖν δεῖξαι ὅτι ἔστι τις ἐπιστήμη ἡ τοῦ ὄντος, καθὸ ὄν ἐστιν, ἀντὶ τοῦ κυρίως ὄντος· ὅπερ κυρίως ὂν ἀγαθόν φησι καὶ πρῶτον καὶ ἔχον γόνιμον δύναμιν, καὶ ἐξ αὐτοῦ πάντα τὰ ἄλλα προερχόμενα. αἱ γὰρ ἄλλαι ἐπιστῆμαι μέρος τι τοῦ ὄντος ἀποτεμόμεναι οὕτως διελέχθησαν περὶ αὐτοῦ, οἷον ὥσπερ αἱ μαθηματικαὶ ἐπιστῆμαι· ἡ μὲν γὰρ ἀριθμητικὴ περὶ ἀριθμούς, ἡ δὲ γεωμετρία περὶ μεγέθη, ἡ δὲ ἀστρονομία περὶ τῶν οὐρανίων σωμάτων· ἡ δὲ φυσιολογία περὶ τῶν φυσικῶν πραγμάτων. ζητεῖ οὖν εἰ ἔστιν ἐπιστήμη τοῦ κυρίως ὄντος· καὶ τέως μὲν ὅτι ἔστιν ὡς ὁμολογούμενον λαμβάνει, προϊὼν δὲ δείκνυσιν τοῦτο. ἐὰν οὖν τις εἴποι ὅτι οὐκ ἔστι τὸ ὂν αὐτὸ καθ’ αὑτό, ἀλλὰ ἢ ἐν ψυχῇ θεωρεῖται ἢ ἐν νῷ ἢ ἐν ἄλλῳ ζῴῳ ἤγουν ἐν ἄλλῳ πράγματι, ἐροῦμεν πρὸς αὐτὸν ὅτι οὐχ ᾗ νοῦς ἐστιν ὄν ἐστιν, ἐπεὶ οὕτως ἔδει τὰ παρὰ τὸν νοῦν μὴ ὄντα εἶναι·1 νυνὶ δὲ ὁρῶμεν ὅτι καὶ ψυχαὶ ὄντα εἰσὶ καὶ τὰ σώματα ὑπάρχουσιν. ὥσπερ καὶ τὸν Σωκράτη φαμὲν ἄνθρωπον εἶναι λευκόν· οὐ καθὸ δὲ ἄνθρωπός ἐστι, λευκός ἐστιν, ἀλλὰ ἕτερον ὑπάρχων παρὰ τὸ λευκὸν οὕτως ἔστι λευκός· οὕτως οὖν φημι καὶ ἐπὶ τοῦ νοῦ καὶ τῶν ἄλλων τῶν ὄντων ὅτι οὐχ ᾗ νοῦς ἐστιν ὄν ἐστιν, ἐπεί, ὡς εἴρηται, ἔδει τὰ παρὰ τὸν νοῦν μὴ ὄντα εἶναι, ὥσπερ λέγομεν τὸ τρίγωνον, καθὸ τρίγωνόν ἐστι, τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχειν, καὶ τὸ μὴ ὂν τρίγωνον οὐκ ἔχει τὸ σύμπτωμα. ὥστε οὐχ ᾗ νοῦς ἐστιν, ὄν ἐστι. τὸ μέντοι κυρίως ὂν ἐν αὐτῷ τῷ ὄντι τὴν ὕπαρξιν ἔχει καὶ τὰ μὴ μετέχοντα αὐτοῦ οὐκ ἔστιν ὄντα· οὔτε γὰρ ἕτερον ὂν ὥσπερ ὁ νοῦς, οὕτως ἐστὶν ὄν, ἀλλ’ αὐτὸ κυρίως ἐστὶν ὂν καὶ διὰ τὴν γόνιμον αὐτοῦ δύναμιν πᾶσι τὸ εἶναι χαριζόμενον,2 καὶ νῷ καὶ ἀγγέλοις καὶ ἀρχαῖς καὶ πᾶσι τοῖς οὖσιν. ἐπειδὴ οὖν κοινωνοῦσιν ἅπαντα ἀλλήλοις κατὰ τὸ ὄν, τοῦτο αἴτιον τῆς κοινότητος ταύτης· οὔτε γὰρ ἐκ ταὐτομάτου προῆλθεν ἐπὶ τὰ πράγματα πάντα τὸ ὄν. φανερὸν δὲ ὅτι ἐκ τοῦ κυρίως καὶ ἁπλῶς ὄντος, τουτέστι τῆς πρωτίστης οὐσίας, προῆλθε τὸ ὂν ἐπὶ ταῦτα διὰ τὴν γόνιμον αὐτοῦ δύναμιν.
“有一门科学,它考察作为存在的存在以及就自身而言属于它的属性。” 通过现在所说的话,亚里士多德意在向我们表明,存在着一门关乎就其是存在而言的存在的科学,即关乎真正本原之存在的科学;他说这个真正本原之存在是善的、第一的,并具有生成的权能,且一切其他事物皆由它产生。因为其他科学切取了存在的一部分,并以这种方式探讨它,例如数学各门科学;算术关乎数,几何学关乎量度,天文学关乎天体,而自然哲学则关乎自然事物。因此,他探讨是否存在一门关乎真正本原之存在的科学;暂时他将存在此门科学作为公认的前提接受下来,而在随后的论述中则予以展示。如果有人说,存在本身并不就自身而言存在,而是要么在灵魂中被考察,要么在理智中,要么在另一种动物中,即在另一事物中被考察,我们将对他说:理智并非就其是理智而言是存在,因为若是那样,理智之外的事物就理应是非存在了;但实际上,我们看到灵魂也是存在者,物体也同样存在。正如我们说苏格拉底是一个白皮肤的人;但他并不是就其是人而言是白的,而是在作为与白色相异者的同时以此方式是白的;因此,我在谈及理智和其他存在者时也同样认为,它并非就其是理智而言是存在,因为如前所述,若是那样,理智之外的事物就理应是非存在,正如我们说三角形就其是三角形而言三内角之和等于两直角,而非三角形的事物则不具有这种属性。所以,理智并非就其是理智而言是存在。然而,真正本原之存在是在存在本身之中具有其实存,而不分有它的事物则不是存在者;因为它并非像理智那样作为某种相异之物而以此方式是存在,而是自身真正本原就是存在,并因其生成的权能将存在赋予一切,赋予理智、天使、诸原理以及一切存在者。既然一切事物就存在而言彼此相通,那么这就是这一共通性的原因;因为存在并非偶然降临于一切事物。显然,正是从那真正本原且单纯的存在,即最第一的实体中,由于其生成的权能,存在才延伸至这些事物。
- 4.5ἐπεὶ οὕτως ἔδει τὰ παρὰ τὸν νοῦν μὴ ὄντα εἶναι
无人称动词 ἔδει 支配带有否定词 μή 的宾格加不定式结构(τὰ παρὰ τὸν νοῦν μὴ ὄντα εἶναι),在没有助词 ἄν 的情况下表示与事实相反的推论(“否则理智之外的事物本该是非存在[但事实并非如此]”)。连词 ἐπεί 带有“因为[若是如此的话]”的假定语气。
- 4.5ἀλλ’ αὐτό κυρίως ἐστὶν ὂν καὶ διὰ τὴν γόνιμον αὐτοῦ δύναμιν πᾶσι τὸ εἶναι χαριζόμενον
现在分词 χαριζόμενον 与主句谓语 ἐστίν 并列出现。在语法上,与前句 οὔτε γὰρ ἕτερον ὂν ... οὕτως ἐστὶν ὄν 形成对比时,句式发生了转折(破格),述谓部分转向以分词 χαριζόμενον 延续,亦可理解为与 ἐστίν 构成迂回表达的一部分。
