- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:224.13-225.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
对亚里士多德《形而上学》卷Gamma开篇(1003a21–23)的注解。阿斯克勒庇俄斯阐明普遍考察作为存在的存在的第一哲学(智慧)区别于仅截取存在之一部分的特殊科学,并指出本卷旨在通过逻辑探究以教导方式化解卷Beta中的诸疑难。
" Ἔστιν ἐπιστήμη τις, ἣ θεωρεῖ τὸ ὂν 〈ᾗ ὂν〉 καὶ τὰ τούτῳ ὑπάρχοντα καθ’ αὑτό." Λαμβάνει πρῶτον μὲν τὸ εἶναί τινα ἐπιστήμην περὶ τὸ ὂν ᾗ ὄν, τουτέστι τοῦ ὄντος ᾗ ὂν θεωρητικήν τε καὶ ἀποδεικτικὴν τῶν τούτῳ καθ’ αὑτὸ ὑπαρχόντων [ἀποδεικτικήν]. διό φησιν ἔστιν ἐπιστήμη τις, ἥτις θεωρεῖ τὸ ὄν, καθὸ ὄν ἐστι, καὶ τὰ ὑπάρχοντα τῷ ὄντι καθ’ αὑτό. καὶ τὸ μὲν εἶναί τινα τὴν ἐπιστήμην περὶ τὸ ὂν προϊὼν δείκνυσι· νῦν δὲ προστίθησιν ὡς ὅτι ἡ τοιαύτη ἐπιστήμη θεωροῦσα καθόλου τὸ ὄν, ᾗ ὄν ἐστι, διαφέρει τῶν ἄλλων πασῶν ἐπιστημῶν. ἔπειτα δείκνυσιν ὅτι αὕτη ἐστὶν ἡ σοφία, περὶ ἧς νῦν ἡμῖν ἐστιν ὁ παρὼν λόγος. τοῦτο δὲ δείκνυσι διὰ τοῦ δεῖξαι τὰς ἀκροτάτας ἀρχάς τε καὶ αἰτίας, περὶ ἃς ὁ σοφὸς καταγίνεται, πρῶτον μὲν οὔσας φύσεώς τινος ἀρχὰς καθ’ αὑτάς, ἔπειτα ὅτι ταύτης τῆς φύσεως·1 τοῦ γὰρ ὄντος ᾗ ὂν αἱ τοιαῦται ἀρχαί.
“有一门科学,它考察〈作为存在的〉存在以及就自身而言属于它的属性。” 他首先设定存在一门关乎作为存在的存在的科学,即一门考察作为存在的存在并证明就自身而言属于它的属性的[科学]。因此他说:“有一门科学,它考察存在——就其是存在而言——以及就自身而言属于存在的属性。”而存在某种关乎存在的科学这一点,他在接下来的论述中予以展示;但现在他补充道:这样一门就存在是存在而言普遍考察存在的科学,不同于所有其他科学。接着他表明这就是智慧,亦即我们目下的论述如今所关涉的对象。而他展示这一点,是通过指出智者所致力于研究的最高原理与原因,首先就自身而言是某种本性的原理,其次是属于这一本性的[原理]——因为这样的原理正是属于作为存在的存在的。
"Οὐδὲ μία γὰρ τῶν ἄλλων ἐπιστημῶν." Ὅτι τοίνυν οὐκ ἔστιν ἡ πρώτη σοφία ἡ αὐτὴ ταῖς ἄλλαις ἐπιστήμαις, δείκνυσιν ἐντεῦθεν. φησὶ γὰρ ὅτι οὐδεμία τῶν ἄλλων ἐπιστημῶν ἐπισκοπεῖ καθόλου περὶ τοῦ ὄντος, ᾗ ὄν ἐστιν, ἀλλὰ περί τι ὂν καὶ μέρος τοῦ ὄντος ἀποτεμομένας πραγματεύεσθαι.2 ἡ μὲν γὰρ ἀριθμητικὴ περὶ ἀριθμούς, οἵτινές τι ὄν εἰσιν, ἡ δὲ γεωμετρία περὶ γραμμὰς καὶ ἐπίπεδα καὶ στερεά, ἃ καὶ αὐτά τινα ὄντα. τὸν αὐτὸν τρόπον καὶ ἑκάστη τῶν ἄλλων ἐπιστημῶν περὶ μέρος τι τοῦ ὄντος καταγίνεται καὶ τὰ τούτῳ ὑπάρχοντα καθ’ αὑτὰ θεωρεῖ (τὸ γὰρ συμβεβηκὸς τοῦτο σημαίνει νῦν)· τοῦτο γὰρ τῆς περὶ ἕκαστον ἐπιστήμης ἴδιον. ἡ δὲ μὴ περὶ ὄν τι καταγινομένη μήτε περὶ μέρος τοῦ ὄντος, ἀλλὰ ἁπλῶς περὶ τὸ ὄν, καθὸ ὄν ἐστιν, ἡ πρώτη ἐστὶ φιλοσοφία, δι’ ὃ καὶ τὰ ὄντα,3 καὶ τοῦτο ὑποκείμενον ἔχουσα ἄλλη ἂν ἐκείνων εἴη.
“因为其他科学中没有一门……” 因此,他从这里表明第一智慧与其余诸科学并非同一。因为他说,其他科学中没有一门就存在是存在而言普遍考察存在,而是切取某种存在以及存在的一部分来进行探讨。事实上,算术是关乎数的,数是某种存在;几何学则是关乎线、面与体的,它们本身也是某种存在。以同样的方式,其余各个科学也致力于存在的某个部分,并考察就自身而言属于它的属性(因为“偶性”在这里指的就是这个);因为这是关乎各个对象的科学所特有的。然而,那既不致力于某种特定的存在也不致力于存在的一部分、而是单纯地就存在是存在而言关乎存在的科学,则是第一哲学——因它〔存在〕之故存在者才得以存在——并且拥有此〔存在〕作为其主旨对象,它当不同于那些科学。
"Ἔστιν ἐπιστήμη τις, ἣ θεωρεῖ τὸ ὂν ᾗ ὄν." Τὸ προκείμενον βιβλίον, ὡς εἴρηται, ὑφηγηματικὸν ὑπάρχει, τὸ δὲ πρὸ αὐτοῦ ἀπορητικόν. διὰ τοῦτο τοίνυν τὰς ἀπορίας τὰς εἰρημένας ἐν τῷ πρὸ τούτου βιβλίῳ ἐπιλύεται καὶ ζητεῖ περὶ τῶν ἀρχῶν πάσης τέχνης. εἶτα ὕστερον ζητεῖ καὶ περὶ τῆς ἀντιφάσεως καὶ πολυπραγμονεῖ αὐτὴν ζητῶν εἴτε αὐτόπιστός ἐστιν εἴτε καὶ ἀποδείξει ὑποβάλλεται· καὶ πειρᾶται ἀποδεῖξαι αὐτήν. καὶ ἔστιν ἁπλῶς εἰπεῖν ἡ παροῦσα θεωρία λογικωτάτη.
“有一门科学,它考察作为存在的存在。” 如前所述,当前的这一卷是教导性的,而它前一卷则是充满疑难的。因此,他便化解前一卷中所提出的诸疑难,并探究一切技艺的原理。然后在此之后,他也探究矛盾,并细致推敲,寻求它是自身可信的,还是需要服从证明;而且他尝试证明它。简而言之,当下的考察是极具逻辑性的。
- 4.2διὰ τοῦ δεῖξαι τὰς ἀκροτάτας ἀρχάς τε καὶ αἰτίας, περὶ ἃς ὁ σοφὸς καταγίνεται, πρῶτον μὲν οὔσας φύσεώς τινος ἀρχὰς καθ’ αὑτάς, ἔπειτα ὅτι ταύτης τῆς φύσεως
在介词短语 διὰ τοῦ δεῖξαι(通过指出)的不定词 δεῖξαι 所支配的结构中,第一个补足语是“宾格+分词”(τὰς ἀκροτάτας ἀρχάς ... οὔσας ...),而第二个补足语则转换为 ὅτι 从句(ὅτι ταύτης τῆς φύσεως [εἰσίν])。依赖于同一动词 δεῖξαι 的两个并列成分在此发生了句式上的转换。
- 4.3οὐδεμία τῶν ἄλλων ἐπιστημῶν ἐπισκοπεῖ καθόλου περὶ τοῦ ὄντος, ᾗ ὄν ἐστιν, ἀλλὰ περί τι ὂν καὶ μέρος τοῦ ὄντος ἀποτεμομένας πραγματεύεσθαι
主句前半部分使用单数阴性主格主语 οὐδεμία 和限定动词 ἐπισκοπεῖ,而在对比的后半部分则转变为复数阴性宾格分词与不定词(ἀποτεμομένας πραγματεύεσθαι)。这是在统辖动词 φησὶ ὅτι 之下,根据意义(预设了复数主语 τὰς ἄλλας ἐπιστήμας)转入“宾格加不定词”结构所造成的句法变格(根据意念的一致)。
- 4.3δι’ ὃ καὶ τὰ ὄντα
中性单数关系代词短语 δι’ ὃ 并非指向阴性名词 ἡ πρώτη φιλοσοφία(“第一哲学”),而是指向前文的 τὸ ὄν(“存在”;紧随其后的 τοῦτο 同样指代 τὸ ὄν)。在紧接着的短语 καὶ τὰ ὄντα 中省略了动词 ἐστίν(或 ὑφέστηκεν),应补足理解为“因它[存在]之故,存在者们也[得以存在]”。
