- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:223.14-224.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯梳理了亚里士多德《形而上学》伽马卷开篇的论证,阐明哲学作为普遍科学考察存在、“一”与“多”、相反者以及不矛盾律等公理;指出存在因其“朝向一”(核心含义)的多重含义而为单一一门科学所统辖;并预示了哲学与辩证术、诡辩术的区别及其对赫拉克利特和普罗泰戈拉的反驳。
καὶ πρῶτον μὲν συνίστησιν ὅτι περὶ τὸ ὂν καθόλου, καὶ ἐπεὶ τῷ ὄντι τὸ ἓν κατὰ τὸ ὑποκείμενον τὸ αὐτό, ὅτι καὶ περὶ τοῦτο. ἀλλὰ καὶ περὶ τῶν ὑπὸ τὸ ἕν, ὧν ἐστι τὸ ταὐτὸν τὸ ἴσον τὸ ὅμοιον. ἀλλὰ καὶ περὶ τῶν ἀντικειμένων τῷ ἑνί, ταῦτα δέ ἐστι τὰ πολλά· τῆς γὰρ αὐτῆς ἡ γνῶσις τῶν ἀντικειμένων.1 καὶ περὶ τῶν τοῖς εἰρημένοις ἄρα ἀντικειμένων, ἀλλὰ καὶ περὶ πάντων τῶν ἐναντίων· πάντα γὰρ τὰ ἐναντία ὑπὸ τὴν ἑτερότητα, ἡ δὲ ἑτερότης ὑπὸ τὰ πολλά, τὰ δὲ πολλὰ καὶ ἓν ἀντικείμενα. εἰ δὲ περὶ πάντων τῶν ἐναντίων τε καὶ ἀντικειμένων, δῆλον καὶ ἐκ τούτου ὅτι περὶ παντὸς τοῦ ὄντος· πάντα γὰρ τὰ ὄντα ἐν τούτοις· ἢ γὰρ ἐναντία ἢ ἐξ ἐναντίων. ἀλλ’ εἰ περὶ πάντα τὰ ὄντα, καὶ περὶ πάντα τὰ καθ’ αὑτά τε καὶ κοινῶς τῷ ὄντι ᾗ ὂν ὑπάρχοντα· τοιαῦτα δὲ καὶ τὰ ἀξιώματα. ἐφ’ οἷς δείκνυσιν ὅτι κοινότατον καὶ γνωριμώτατον τῶν ἀξιωμάτων ἐστὶ τὸ μὴ δύνασθαι συνυπάρχειν τὴν ἀντίφασιν. πρῶτον δὲ ἐν αὐτῷ δείκνυσι, λαβὼν ὅτι ἡ σοφία περὶ τὸ ὄν,2 ὅτι τὸ ὂν οὕτως λέγεται πολλαχῶς ὡς τὰ ἀφ’ ἑνός τε καὶ πρὸς ἕν, ὥσπερ τὸ ἰατρικὸν σιτίον καὶ ἰατρικὸν φάρμακον· ταῦτα γὰρ ὁμώνυμα τυγχάνουσιν ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν· ἀπὸ γὰρ τῆς ἰατρικῆς ἑνὸς πράγματος παρήχθησαν καὶ πρὸς ἓν τὴν ἰατρικὴν νεύουσιν. οἱ μέντοι γε Αἴαντες εἰ καὶ ὁμώνυμοί εἰσιν, ἀλλ’ οὖν οὐχ ὑπάρχουσιν ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν· οὔτε γὰρ ἀπὸ ἑνός τινος παρήχθησαν, ἀλλὰ ἐκλήθησαν οὕτω κατὰ τύχην. καὶ τὰ ὄντα οὖν ὁμώνυμά εἰσιν ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἓν πάντα· ἐσχήκασι γὰρ τὴν ὀνομασίαν καὶ τὴν πρόοδον ἐκ τοῦ κυρίως ὄντος, τουτέστι τῆς ἑνάδος. καὶ ὅτι τῶν οὕτως πολλαχῶς λεγομένων ὡς ἀφ’ ἑνός τε καὶ πρὸς ἕν, ὡς λέγεται καὶ τὸ ὂν ἕν, μία ἐπιστήμη δοκεῖ καὶ τοῦ ὄντος ᾗ ὄν· ὅθεν καὶ περὶ τὴν τούτου θεωρίαν ἐστὶν ἡ προκειμένη ἐπιστήμη, πρώτη τε οὖσα πασῶν ἐπιστημῶν καὶ κυριωτάτη. ἐρεῖ δὲ καὶ ὅτι καὶ περὶ ταὐτὰ τῷ σοφῷ ὅ τε διαλεκτικὸς καὶ ὁ σοφιστής (περὶ γὰρ τῶν κοινῶς τῷ ὄντι ᾗ ὂν ὑπαρχόντων καὶ οὗτοι τοὺς λόγους ποιοῦνται· οὐ γὰρ περὶ τι ἓν γένος ἡ πραγματεία αὐτοῖς, ὡς ἑκάστῃ τῶν ἄλλων τεχνῶν τε καὶ ἐπιστημῶν), ἀλλ’ ὁ μὲν αὐτῶν ψευδὴς καὶ διὰ ψευδῶν ἐπιχειρητικός, ὁ δὲ διὰ πιθανῶν τε καὶ ἐνδόξων·3 ἡ δὲ σοφία ἐπιστημονικῶς τούτων ἐστὶ τῶν κοινῶς τῷ ὄντι ᾗ ὂν ὑπαρχόντων θεωρητική. δεικνὺς δὲ τὸ μὴ δύνασθαι ἅμα τὴν ἀντίφασιν εἶναι ἀληθῆ ἢ ψευδῆ, ἀλλὰ κατὰ παντὸς δεῖν θάτερον μέρος τῆς ἀντιφάσεως ἀληθὲς θάτερον δὲ ψευδὲς εἶναι, ἀντερεῖ καὶ πρὸς Ἡράκλειτον καὶ Πρωταγόραν, οἳ ᾤοντο εἶναί τι τῆς ἀντιφάσεως μεταξύ.
首先,他确立了[哲学]是关乎普遍存在的,并且既然“一”就载体而言与存在是同一的,因而它也是关乎这[一]的。不仅如此,它也是关乎归属于“一”之下的事物的,其中有同一、相等与相似。但它也是关乎与“一”相对立的事物的,而这些即是“多”;因为对相对立者的认识属于同一门[科学]。因此它也是关乎与上述事物相对立者的,而且是关乎一切对立面的;因为一切对立面都归属于相异性之下,相异性归属于“多”之下,而“多”与“一”是相对立的。如果它是关乎一切对立面和相对立者的,由此也显然可知它是关乎全部存在的;因为一切存在者都在这些之中,它们要么是对立面,要么由对立面构成。但如果它是关乎一切存在者的,它也就是关乎就自身而言且共同属于作为存在的存在的一切属性的;公理亦是此类事物。在此基础上,他表明诸公理中最普遍、最易知的就是矛盾不能同时并存。 然而,在该卷中他首先假定智慧是关乎存在的,进而表明:存在以诸如“源于一且归于一”的方式被多重言说,犹如“医学的食物”与“医学的药物”;因为这些事物恰好作为源于一且归于一者而是同名的,因为它们源于一件事物即医学,并朝向一者即医学。然而埃阿斯们即使是同名的,却并不作为源于一且归于一者而存在;因为他们并非源于某一单独的事物,而是偶然被如此称呼的。因此,一切存在者也作为源于一且归于一者而全是同名的;因为它们是从本真意义上的存在(即单子)那里获得了名称与流出。而且,对于如此以源于一且归于一的方式被多重言说的事物,正如存在亦被称为一那样,看来有一门单一的科学,对于作为存在的存在亦然;因此当前这门科学也是关乎对此的考察,它既是一切科学中最居先的,也是最首要的。 他还将指出,辩证家和诡辩家也与智者关乎同样的事物(因为他们也是就共同属于作为存在的存在的属性立论;因为他们的探讨并非如其他各个技艺与科学那样关乎某个单一的属),但他们之中一方是虚假的且通过虚假之物进行论辩,另一方则是通过可信与公认的意见进行论辩;而智慧则是对这些共同属于作为存在的存在的属性进行科学的考察。他在表明矛盾不可能同时为真或为假,而在一切事情上矛盾的一方必须为真另一方必须为假的同时,还将反驳赫拉克利特和普罗泰戈拉,他们认为在矛盾之间存在着某种中间状态。
- 4.1τῆς γὰρ αὐτῆς ἡ γνῶσις τῶν ἀντικειμένων
τῆς αὐτῆς 之后省略了 ἐπιστήμης,属格作领属用法,意为“对对立者的认识属于同一门[科学]”。
- 4.1καὶ ὅτι τῶν οὕτως πολλαχῶς λεγομένων ὡς ἀφ’ ἑνός τε καὶ πρὸς ἕν, ὡς λέγεται καὶ τὸ ὂν ἕν, μία ἐπιστήμη δοκεῖ καὶ τοῦ ὄντος ᾗ ὄν
主动词 δοκεῖ 之后省略了不定词 εἶναι,μία ἐπιστήμη 为其主语/表语。属格短语 τῶν οὕτως πολλαχῶς λεγομένων 充当相关属格或由 ἐπιστήμη 所支配的对象属格,后文的 καὶ τοῦ ὄντος ᾗ ὄν 则作为并列项增补说明。
- 4.1ἀλλ’ ὁ μὲν αὐτῶν ψευδὴς καὶ διὰ ψευδῶν ἐπιχειρητικός, ὁ δὲ διὰ πιθανῶν τε καὶ ἐνδόξων
尽管前文提及的顺序是 ὅ τε διαλεκτικὸς καὶ ὁ σοφιστής,此处采用了交错对应(chiasmus):ὁ μὲν αὐτῶν 指代后提及的“诡辩家”(以虚假为特征),而 ὁ δὲ 指代先提及的“辩证家”(借助公认意见 endoxa 推理)。
